- 底本
- Strabo. Strabonis Geographica, Vols. 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.3.21-8.3.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-23
斯特拉波考察了特里菲利亚南部以内达河为界的边境,并对照赫米洛斯的史诗文本,考证了包括卡阿和埃皮塔里翁在内的多个历史与神话城镇的具体地理位置。
ἀπὸ δὲ τοῦ Πύλου τούτου καὶ τοῦ Λεπρείου τετρακοσίων που σταδίων ἐστὶ διάστημα ἐπὶ1 τὴν Μεσσηνιακὴν Πύλον καὶ τὸ Κορυφάσιον ἐπὶ θαλάττῃ κείμενα φρούρια, καὶ τὴν παρακειμένην Σφαγίαν νῆσον, ἀπὸ δὲ Ἀλφειοῦ ἑπτακοσίων πεντήκοντα, ἀπὸ δὲ τοῦ Χελωνάτα χιλίων τριάκοντα. ἐν δὲ τῷ μεταξὺ τό τε τοῦ Μακιστίου Ἡρακλέους ἱερόν ἐστι καὶ ὁ Ἀκίδων ποταμός. ῥεῖ δὲ παρὰ τάφον Ἰαρδάνου καὶ Χάαν πόλιν ποτὲ ὑπάρξασαν πλησίον Λεπρείου, ὅπου καὶ τὸ πεδίον τὸ Αἰπάσιον. περὶ ταύτης δὲ τῆς Χάας γενέσθαι φασὶν ἔνιοι τὸν πόλεμον τοῖς Ἀρκάσι πρὸς τοὺς Πυλίους, ὃν ἔφρασεν Ὅμηρος, καὶ δεῖν οἴονται γράφειν "ἡβῷμʼ, ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Ἀκίδοντι μάχοντο ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες Χάας πὰρ τείχεσσιν," οὐ Κελάδοντι, οὐδὲ Φειᾶς· τῷ γὰρ τάφῳ τοῦ Ἰαρδάνου τοῦτον πλησιάζειν καὶ τοῖς Ἀρκάσι τὸν τόπον μᾶλλον ἢ ἐκεῖνον.2
从该处皮洛斯以及莱普雷翁,到位于海边的要塞麦塞尼亚的皮洛斯和科里帕西翁以及相邻的斯法吉亚岛,距离大约是四百斯塔德;从阿尔菲奥斯河起是七百五十斯塔德,从凯洛纳塔斯岬起是一千零三十斯塔德。在这之间有马基斯托斯的赫拉克勒斯神殿和阿基东河。它流经雅尔达诺斯之墓以及曾是莱普雷翁附近城镇的卡阿,此处也是艾帕西翁平原的所在地。关于这座卡阿,有些人说阿尔卡迪亚人与皮洛斯人之间曾在此发生战争(即赫米洛斯所描述的战争),并认为应当读作: “若我还年轻,就像当年在急流的阿基东河畔,聚集在一起的皮洛斯人与阿尔卡迪亚人在卡阿的城墙旁战斗时一样,”而不是“在凯拉东河畔”,也不是“在菲亚旁”;因为他们认为,这个地方(阿基东河与卡阿)比亚那两个地方(凯拉东河与菲亚)更接近雅尔达诺斯之墓和阿尔卡迪亚人。
Κυπαρισσία τέ ἐστιν ἐπὶ τῇ θαλάττῃ τῇ Τριφυλιακῇ καὶ Πύργοι καὶ ὁ Ἀκίδων ποταμὸς καὶ Νέδα. νυνὶ μὲν οὖν τῇ Τριφυλίᾳ πρὸς τὴν Μεσσηνίαν ὅριόν ἐστι τὸ τῆς Νέδας ῥεῦμα λάβρον ἐκ τοῦ Λυκαίου κατιὸν Ἀρκαδικοῦ ὄρους, ἐκ πηγῆς ἣν ἀναρρῆξαι τεκοῦσαν τὸν Δία μυθεύεται Ῥέαν νίπτρων χάριν.3 ῥεῖ δὲ παρὰ Φιγαλίαν, καθʼ ὃ γειτνιῶσι Πυργῖται Τριφυλίων ἔσχατοι Κυπαρισσιεῦσι πρώτοις Μεσσηνίων. τὸ δὲ παλαιὸν ἄλλως διώριστο, ὡς καὶ τινὰς τῶν πέραν τῆς Νέδας ὑπὸ τῷ Νέστορι εἶναι, τόν τε Κυπαρισσήεντα καὶ ἄλλα τινὰ ἐπέκεινα, καθάπερ καὶ τὴν θάλατταν τὴν Πυλίαν ὁ ποιητὴς ἐπεκτείνει μέχρι τῶν ἑπτὰ πόλεων ὧν ὑπέσχετο Ἀγαμέμνων τῷ Ἀχιλλεῖ "πᾶσαι δʼ ἐγγὺς ἁλὸς νέαται Πύλου ἠμαθόεντος." τοῦτο γὰρ ἴσον τῷ ἐγγὺς ἁλὸς τῆς Πυλίας.
在特里菲利亚海边有库帕里西亚、皮尔戈伊、阿基东河和内达河。现在,特里菲利亚与麦塞尼亚的边界是内达河的急流,它从阿尔卡迪亚的吕凯翁山奔流而下,源自一处泉水。神话传说,瑞亚在生下宙斯后,为了洗濯而使该泉水喷涌而出。它流经菲加利亚,在此处特里菲利亚人最后的居民皮尔戈伊人与麦塞尼亚人最早的居民库帕里西亚人相邻。但在古代,边界有所不同,以至于内达河对岸的一部分地区也在内斯托尔的统治之下,既包括库帕里塞埃伊斯,也包括其外的其他一些地方,正如诗人将皮洛斯海延伸至阿伽门农许诺给阿喀琉斯的七座城市一样: “它们全都临近大海,位于多沙的皮洛斯的最边缘。” 因为这等于说: “临近皮洛斯的大海。”
ἐφεξῆς δʼ οὖν τῷ Κυπαρισσήεντι ἐπὶ τὴν Μεσσηνιακὴν Πύλον παραπλέοντι [καὶ] τὸ Κορυφάσιον ἥ τε Ἔρανα ἔστιν, ἥν τινες οὐκ εὖ Ἀρήνην νομίζουσιν κεκλῆσθαι πρότερον ὁμωνύμως τῇ Πυλιακῇ, [καὶ ἡ ἄκρα] Πλαταμώδης, ἀφʼ ἧς ἐπὶ τὸ Κορυφάσιον καὶ τὴν νῦν καλουμένην Πύλον ἑκατόν εἰσι στάδιοι. ἔστι δὲ καὶ νησίον καὶ πολίχνιον ἐν αὐτῷ ὁμώνυμον Πρωτή. οὐκ ἂν δʼ ἐξητάζομεν ἴσως ἐπὶ τοσοῦτον τὰ παλαιά, ἀλλʼ ἤρκει λέγειν ὡς ἔχει νῦν ἕκαστα, εἰ μή τις ἦν ἐκ παίδων ἡμῖν παραδεδομένη φήμη περὶ τούτων·4 ἄλλων δʼ ἄλλα εἰπόντων ἀνάγκη διαιτᾶν. πιστεύονται δʼ ὡς ἐπὶ τὸ πολὺ οἱ ἐνδοξότατοί τε καὶ πρεσβύτατοι καὶ κατʼ ἐμπειρίαν πρῶτοι· Ὁμήρου δʼ εἰς ταῦτα ὑπερβεβλημένου πάντας, ἀνάγκη συνεπισκοπεῖν καὶ τὰ ὑπʼ ἐκείνου λεχθέντα καὶ συγκρούειν πρὸς τὰ νῦν, καθάπερ καὶ μικρὸν ἔμπροσθεν ἔφαμεν.
那么在库帕里塞埃伊斯之后,对于沿着海岸航行前往麦塞尼亚的皮洛斯(即科里帕西翁)的人来说,有埃拉纳,有些人错误地认为它以前与皮洛斯的城市同名,被称为阿雷涅;还有普拉塔莫得斯,从那里到科里帕西翁以及现在被称为皮洛斯的地方有一百斯塔德。这里还有一个同名的小岛普罗特,岛上有一个小镇。如果不是关于这些事情的传闻从孩提时代就传授给我们,我们或许不会对古代的事物进行如此详尽的探究,而只需说明现在各处的状况就足够了。但由于人们各执一词,我们必须做出裁决。而最著名、最古老以及在经验上最领先的人通常被信任;由于赫米洛斯在这些方面超越了所有人,我们有必要共同考查他所说的话,并将其与现状进行对比,正如我们刚才所说的那样。
περὶ μὲν οὖν τῆς κοίλης Ἤλιδος καὶ τοῦ Βουπρασίου τὰ λεχθέντα ὑφʼ Ὁμήρου προεπέσκεπται ἡμῖν. περὶ δὲ τῆς ὑπὸ τῷ Νέστορι οὕτω φησίν "οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθα τε Μοῦσαι ἀντόμεναι Θάμυριν τὸν Θρήικα παῦσαν ἀοιδῆς, Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος." Πύλος μὲν οὖν ἔστι περὶ ἧς ἡ ζήτησις· αὐτίκα δʼ ἐπισκεψόμεθα περὶ αὐτῆς. περὶ δὲ τῆς Ἀρήνης εἴρηται· ἣν δὲ λέγει νῦν Θρύον, ἐν ἄλλοις καλεῖ Θρυόεσσαν "ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη, τηλοῦ ἐπʼ Ἀλφειῷ." Ἀλφειοῦ δὲ πόρον φησίν, ὅτι πεζῇ περατὸς εἶναι δοκεῖ κατὰ τοῦτον τὸν τόπον· καλεῖται δὲ νῦν Ἐπιτάλιον τῆς Μακιστίας χωρίον. τὸ εὔκτιτον δʼ Αἶπυ ἔνιοι μὲν ζητοῦσι πότερον ποτέρου ἐπίθετον,5 καὶ τίς ἡ πόλις, καὶ εἰ αἱ νῦν Μαργάλαι τῆς Ἀμφιδολίας· αὗται μὲν οὖν οὐ φυσικὸν ἔρυμα, ἕτερον δὲ δείκνυται φυσικὸν ἐν τῇ Μακιστίᾳ. ὁ μὲν οὖν τοῦθʼ ὑπονοῶν φράζεσθαι ὄνομά φησι τῆς πόλεως τὸ Αἶπυ ἀπὸ τοῦ συμβεβηκότος φυσικῶς, ὡς Ἕλος καὶ Αἰγιαλὸν καὶ ἄλλα πλείω· ὁ δὲ τὴν Μαργάλαν τοὔμπαλιν ἴσως. Θρύον δὲ καὶ Θρυόεσσαν τὸ Ἐπιτάλιόν φασιν, ὅτι πᾶσα μὲν αὕτη ἡ χώρα θρυώδης, μάλιστα δʼ οἱ ποταμοί· ἐπὶ πλέον δὲ διαφαίνεται τοῦτο κατὰ τοὺς περατοὺς τοῦ ῥείθρου τόπους. τάχα δέ φασι Θρύον μὲν εἰρῆσθαι τὸν πόρον, εὔκτιτον δʼ Αἶπυ τὸ Ἐπιτάλιον· ἔστι γὰρ ἐρυμνὸν φύσει· καὶ γὰρ ἐν ἄλλοις αἰπεῖαν κολώνην λέγει "ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη, τηλοῦ ἐπʼ Ἀλφειῷ, πυμάτη Πύλου ἠμαθόεντος."
关于低地埃利斯和布普拉西翁,赫米洛斯所说的话我们已经提前考查过了。关于在内斯托尔统治下的地区,他这样说: “他们居住在皮洛斯、可爱的阿雷涅和斯里翁(阿尔菲奥斯河的渡口),以及建得很好的艾皮,并居住在库帕里塞埃伊斯、安菲格内亚、普特莱翁、赫洛斯和多里翁,在多里翁,缪斯女神们遇到了色雷斯人塔米里斯,阻止了他的歌唱,当时他正从奥伊哈利亚的奥伊哈利亚人欧律托斯那里走来。” 那么,皮洛斯确实是探究的对象;我们马上就会对它进行考查。关于阿雷涅已经说过了。而他现在所说的“斯里翁”,在其他地方他称之为“斯里奥埃萨”: “有一座名为斯里奥埃萨的城市,是一座险峻的山丘,在遥远的阿尔菲奥斯河畔。” 他说“阿尔菲奥斯河的渡口”,是因为这条河在这个地方似乎可以徒步涉过;它现在被称为埃皮塔里翁,是马基斯蒂亚的一处地方。至于“建得很好的艾皮”,有些人探究这两个词哪一个是形容词,哪一个是城市的名字,以及它是否是现在的安菲多利亚的马尔加莱;这马尔加莱并非天然要塞,但在马基斯蒂亚展示了另一处天然要塞。因此,推测是指该地的人说,该城市的名字因其天然属性而被命名为“艾皮”(意为险峻),就像赫洛斯(湿地)和艾吉阿洛斯(海岸)以及其他许多地名一样;而支持马尔加莱的人可能恰恰相反。他们说埃皮塔里翁就是斯里翁和斯里奥埃萨,因为这整个地区都长满了芦苇,尤其是河流;在河水可以涉过的地点,这一点表现得尤为明显。也许有人说斯里翁是渡口的名字,而“建得很好的艾皮”是埃皮塔里翁;因为它是天然的要塞;事实上,在其他地方诗人称之为险峻的山丘: “有一座名为斯里奥埃萨的城市,是一座险峻的山丘,在遥远的阿尔菲奥斯河畔,位于多沙的皮洛斯的最边缘。”
- 8.3.21ἀπὸ δὲ τοῦ Πύλου τούτου καὶ τοῦ Λεπρείου τετρακοσίων που σταδίων ἐστὶ διάστημα ἐπὶ...
起点介词短语 ἀπὸ δὲ τοῦ Πύλου τούτου καὶ τοῦ Λεπρείου 采用属格并列,连接表示终点的 ἐπί 加宾语短语。主语 διάστημα(距离、间隔)与后续各个区间对应的具体里距(如400斯塔德等)在语境中相互对应。
- 8.3.21τῷ γὰρ τάφῳ τοῦ Ἰαρδάνου τοῦτον πλησιάζειν καὶ τοῖς Ἀρκάσι τὸν τόπον μᾶλλον ἢ ἐκεῖνον.
间接引语中的宾格加不定式结构。宾格短语 τοῦτον τὸν τόπον(指阿基东河与卡阿)是不定式 πλησιάζειν 的主语,与之相配的是与格的 τῷ τάφῳ... καὶ τοῖς Ἀρκάσι。与之形成对比的宾格代词 ἐκεῖνον[τὸν τόπον]指代前文的凯拉东河与菲亚。
- 8.3.22ἣν ἀναρρῆξαι τεκοῦσαν τὸν Δία μυθεύεται Ῥέαν νίπτρων χάριν
宾格加不定式结构(Ῥέαν 作为 ἀναρρῆξαι 的主语)依赖于被动语态动词 μυθεύεται(在神话中被叙述)。分词 τεκοῦσαν 是与 Ῥέαν 一致的宾格状语分词,表示时间或伴随状况(“在生下宙斯时/之后”)。
- 8.3.23οὐκ ἂν δʼ ἐξητάζομεν... εἰ μή τις ἦν ἐκ παίδων ἡμῖν παραδεδομένη φήμη περὶ τούτων
表示与事实相反(虚拟语气)的条件句。主句由 ἄν 加未完成过去直陈式(ἐξητάζομεν)构成,从句由 εἰ 加未完成过去直陈式(ἦν)构成,表示对现在或过去事实的相反假设。
- 8.3.24τό εὔκτιτον δʼ Αἶπυ ἔνιοι μὲν ζητοῦσι πότερον ποτέρου ἐπίθετον
在间接疑问句 πότερον ποτέρου ἐπίθετον(两者中哪一个是另一个的形容语)中,系动词(大概是 ἐστί)被省略。斯特拉波在解释一个文献学上的疑问:在“建得很好的艾皮”(εὔκτιτον Αἶπυ)这一短语中,“建得很好的”(εὔκτιτον)和“险峻的”(Αἶπυ)哪一个是专有名词(城市名),哪一个是修饰性的形容语。
