- 底本
- Strabo. Strabonis Geographica, Vols. 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.4.5-3.4.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
作者指出,伊比利亚人因自大和分裂成小势力的风气导致面对入侵者时软弱无力,并使罗马人的征服耗时长达两百年,随后详细描述了从新迦太基到埃布罗河沿岸的主要地理特征、城市与岛屿。
τῆς δὲ τῶν Ἑλλήνων πλάνης1 τῆς εἰς τὰ βάρβαρα ἔθνη νομίζοι τις ἂν αἴτιον τὸ διεσπάσθαι κατὰ μέρη μικρὰ καὶ δυναστείας ἐπιπλοκὴν οὐκ ἐχούσας πρὸς ἀλλήλους κατʼ αὐθάδειαν, ὥστε ἐκ τούτου πρὸς τοὺς ἐπιόντας ἔξωθεν ἀσθενεῖς εἶναι. τοῦτο δὲ τὸ αὔθαδες ἐν δὴ τοῖς Ἴβηρσι μάλιστα ἐπέτεινε προσλαβοῦσι καὶ τὸ πανοῦργον φύσει καὶ τὸ μὴ ἁπλοῦν· ἐπιθετικοὶ γὰρ καὶ λῃστρικοὶ τοῖς βίοις ἐγένοντο τὰ μικρὰ τολμῶντες, μεγάλοις δʼ οὐκ ἐπιβαλλόμενοι διὰ τὸ μεγάλας μὴ κατασκευάζεσθαι δυνάμεις καὶ κοινωνίας. εἰ γὰρ δὴ συνασπίζειν ἐβούλοντο ἀλλήλοις, οὔτε Καρχηδονίοις ὑπῆρξεν ἂν2 καταστρέψασθαι ἐπελθοῦσι τὴν πλείστην αὐτῶν ἐκ περιουσίας, καὶ ἔτι πρότερον Τυρίοις, εἶτα Κελτοῖς οἳ νῦν Κελτίβηρες καὶ Βήρωνες καλοῦνται, οὔτε τῷ λῃστῇ Οὐριάθῳ καὶ Σερτωρίῳ μετὰ ταῦτα καὶ εἴ τινες ἕτεροι δυναστείας ἐπεθύμησαν μείζονος. Ῥωμαῖοί τε τῷ κατὰ μέρη πρὸς τοὺς Ἴβηρας πολεμεῖν καθʼ ἑκάστην διὰ ταύτην τὴν δυναστείαν πολύν τινα διετέλεσαν χρόνον, ἄλλοτʼ ἄλλους καταστρεφόμενοι τέως ἕως ἅπαντας ὑποχειρίους ἔλαβον διακοσιοστῷ σχεδόν τι ἔτει ἢ μακρότερον. ἐπάνειμι δὲ ἐπὶ τὴν περιήγησιν.
至于希腊人向野蛮民族地区的漂流,人们或许会认为其原因在于,由于他们的自大,他们分裂成许多小的部分和彼此不相联系的统治势力,从而导致他们面对外来入侵者时显得软弱无力。而这种自大在伊比利亚人中尤为剧烈,他们还兼具天生的狡黠和不单纯;因为他们在生活中变得具有攻击性和掠夺性,敢于进行小规模的冒险,却因不建立强大的军队和联盟而不敢企及大事。因为如果他们当时愿意互相并肩作战,那么不论是前来侵犯的迦太基人,还是更早的推罗人,或者是现在被称为凯尔特伊比利亚人和贝罗内斯人的凯尔特人,亦或是此后的强盗维里亚图斯和塞托里乌斯,以及其他任何渴望更大统治权的人,都不可能轻而易举地征服他们中的大部分。罗马人也正是因为这种统治制度,不得不对伊比利亚人进行各据点式的逐一战争,因而耗费了极长的时间,时而征服这批人,时而征服那批人,直到大约两百年甚至更久之后,才将他们全部收归麾下。不过,我还是回到我的游记上来。
μετὰ τοίνυν Ἄβδηρα ἔστι Καρχηδὼν ἡ νέα, κτίσμα Ἀσδρούβα τοῦ διαδεξαμένου Βάρκαν τὸν Ἀννίβα πατέρα, κρατίστη πολὺ τῶν ταύτῃ πόλεων· καὶ γὰρ ἐρυμνή τʼ ἐστὶ καὶ τείχει κατεσκευασμένῳ καλῶς καὶ λιμέσι καὶ λίμνῃ κεκόσμηται καὶ τοῖς τῶν ἀργυρίων μετάλλοις, περὶ ὧν εἰρήκαμεν· κἀνταῦθα δὲ καὶ ἐν τοῖς πλησίον τόποις πολλὴ ἡ ταριχεία· καὶ ἔστι τοῦτο μέγιστον ἐμπόριον τῶν μὲν ἐκ θαλάττης τοῖς ἐν τῇ μεσογαίᾳ, τῶν δʼ ἐκεῖθεν τοῖς ἔξω πᾶσιν. ἡ δʼ ἐνθένδε μέχρι τοῦ Ἴβηρος παραλία κατὰ μέσον πως τὸ διάστημα ἔχει τὸν Σούκρωνα ποταμὸν καὶ τὴν ἐκβολὴν αὐτοῦ καὶ πόλιν ὁμώνυμον· ῥεῖ δὲ ἐκ τοῦ συνεχοῦς ὄρους τῇ ὑπερκειμένῃ ῥάχει τῆς τε Μαλάκας καὶ τῶν περὶ Καρχηδόνα τόπων, περατὸς πεζῇ, παράλληλος δέ πως τῷ Ἴβηρι, μικρὸν δὲ [ἔλαττον] διέχει τῆς Καρχηδόνος ἢ τοῦ Ἴβηρος. μεταξὺ μὲν οὖν τοῦ Σούκρωνος καὶ τῆς Καρχηδόνος τρία πολίχνια Μασσαλιωτῶν ἔστιν οὐ πολὺ ἄπωθεν τοῦ ποταμοῦ· τούτων δʼ ἐστὶ γνωριμώτατον τὸ Ἡμεροσκοπεῖον ἔχον ἐπὶ τῇ ἄκρᾳ τῆς Ἐφεσίας Ἀρτέμιδος ἱερὸν σφόδρα τιμώμενον, ᾧ ἐχρήσατο Σερτώριος ὁρμητηρίῳ κατὰ θάλατταν· ἐρυμνὸν γάρ ἐστι καὶ λῃστρικόν, κάτοπτον δὲ ἐκ πολλοῦ τοῖς προσπλέουσι, καλεῖται δὲ [καὶ] Διάνιον, οἷον Ἀρτεμίσιον, ἔχον σιδηρεῖα εὐφυῆ πλησίον καὶ νησίδια Πλανησίαν καὶ Πλουμβαρίαν καὶ λιμνοθάλατταν ὑπερκειμένην, ἔχουσαν ἐν κύκλῳ σταδίους τετρακοσίους. εἶθʼ ἡ τοῦ Ἡρακλέους νῆσος ἤδη πρὸς Καρχηδόνι, ἣν καλοῦσι Σκομβραρίαν ἀπὸ τῶν ἁλισκομένων σκόμβρων, ἐξ ὧν τὸ ἄριστον σκευάζεται γάρον· εἴκοσι δὲ διέχει σταδίους καὶ τέτταρας τῆς Καρχηδόνος. πάλιν δʼ ἐπὶ θάτερα τοῦ Σούκρωνος ἰόντι3 ἐπὶ τὴν ἐκβολὴν τοῦ Ἴβηρος Σάγουντον κτίσμα Ζακυνθίων, ἣν Ἀννίβας κατασκάψας παρὰ τὰ συγκείμενα πρὸς Ῥωμαίους τὸν δεύτερον αὐτοῖς ἐξῆψε πόλεμον πρὸς Καρχηδονίους. πλησίον δὲ πόλεις εἰσὶ Χερρόνησός τε καὶ Ὀλέαστρον καὶ Καρταλίας· ἐπʼ αὐτῇ δὲ τῇ διαβάσει τοῦ Ἴβηρος Δέρτωσσα κατοικία. ῥεῖ δὲ ὁ Ἴβηρ ἀπὸ Καντάβρων ἔχων τὰς ἀρχὰς ἐπὶ μεσημβρίαν διὰ πολλοῦ πεδίου παράλληλος τοῖς Πυρηναίοις ὄρεσι.
那么,在阿布德拉之后就是新迦太基,这是继承了汉尼拔之父巴卡的哈斯德鲁巴所建,是该地区迄今为止最强大的城市;因为这里不仅地势险要,而且有建造精良的城墙、港口、潟湖以及我们已经提到过的银矿作为点缀。在这里及临近地区,鱼类盐渍业也非常发达;这也是一个极大的贸易市场,向内陆居民提供来自海洋的产品,向外部所有人提供来自内陆的产品。从这里到埃布罗河的海岸线,在其大约中点的位置有苏克罗河及其河口,以及一座同名的城市;它发源于同马拉卡及迦太基周边地区上方山脊相连的山脉,可以徒步涉渡,在某种程度上与埃布罗河平行,但与迦太基或埃布罗河的距离较短。在苏克罗河与迦太基之间有马赛人的三个小城镇,离河不远;其中最著名的是赫梅罗斯科佩伊翁,在其岬角上建有备受尊崇的以弗所阿耳忒弥斯神庙,塞托里乌斯曾将其用作海上的行动基地;因为这里地势险要且利于海盗活动,从很远的地方就能被向此航行的人望见;它被称为迪亚尼翁(意即阿耳忒弥斯神庙),附近有优质的铁矿,以及普拉内西亚和普伦巴里亚小岛,其上方还有一个周长为四百斯塔迪亚的潟湖。然后是紧邻迦太基的赫拉克勒斯岛,因那里捕获的鲭鱼而被人们称为斯康布拉里亚,最优质的鱼酱就是由此制成的;它距离迦太基二十四斯塔迪亚。而再次折向苏克罗河的另一侧、朝向埃布罗河口走去的人,会看到萨贡托,这是扎金索斯人的定居地,汉尼拔违反与罗马人的协议将其彻底摧毁,从而为他们点燃了针对迦太基人的第二次战争。附近有切罗内索斯、奥莱阿斯特隆和卡塔利亚斯等城市;而在埃布罗河的渡口处,则是德尔托萨居民点。埃布罗河发源于坎塔布里亚人之地,流向南方,穿过一片广阔的平原,与比利牛斯山脉平行。
- 3.4.5τῆς δὲ τῶν Ἑλλήνων πλάνης
置于句首用于引入话题(关系属格),意为“至于希腊人的漂流”。后文的名词化不定式短语 τὸ διεσπάσθαι(分裂)实际上作带有宾语补足语的 νομίζοι τις ἂν αἴτιον 结构的主语。
- 3.4.5ὑπῆρξεν ἂν
直说过去时(不定过去时)加上语气小词 ἄν,构成了与过去事实相反的虚拟条件句(反事实条件句)的结论句。其条件从句由 εἰ ... ἐβούλοντο(未完成过去时)引导,整句表示“(如果他们当时愿意联合的话)征服他们本是不可能的(但实际上因分裂而被轻易征服)”。
- 3.4.6ἰόντι
现在分词的单数阳性与格。这是一种在地理空间描绘中常见的关系与格惯用表达(常被称为“旅行者与格”),用来表示视角的移动或行进的方向(译为“对于向……行进的人而言”)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
