← 斯特拉波

地理学

§3.4.1-3.4.4

伊比利亚地中海沿岸地势与荷马论争

斯特拉博描述了伊比利亚地中海沿岸及其内陆的地理特征与居住民族(如巴斯泰塔尼人),介绍了马拉卡等城市。他还探讨了围绕奥德修斯漂流传说以及荷马地理学知识的古代学术争论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.1

λοιπὴ δʼ ἐστὶ τῆς Ἰβηρίας ἥ τε ἀπὸ τῶν στηλῶν μέχρι τῆς Πυρήνης καθʼ ἡμᾶς παραλία καὶ ἡ ταύτης ὑπερκειμένη μεσόγαια πᾶσα, τὸ μὲν πλάτος ἀνώμαλος τὸ δὲ μῆκος μικρῷ πλειόνων ἢ τετρακισχιλίων σταδίων· τὸ δὲ τῆς παραλίας ἔτι πλεῖον καὶ δισχιλίοις σταδίοις εἴρηται. φασὶ δὲ ἀπὸ μὲν Κάλπης τοῦ κατὰ στήλας ὄρους ἐπὶ Καρχηδόνα νέαν δισχιλίους καὶ διακοσίους σταδίους· οἰκεῖσθαι δὲ τὴν ᾐόνα ταύτην ὑπὸ Βαστητανῶν οὓς καὶ Βαστούλους καλοῦσιν, ἐκ μέρους δὲ καὶ ὑπὸ Ὠρητανῶν. ἐντεῦθεν δʼ ἐπὶ τὸν Ἴβηρα ἄλλους τοσούτους σχεδόν τι (ταύτην δʼ ἔχειν Ἐδητανούς), ἐντὸς δὲ τοῦ Ἴβηρος μέχρι Πυρήνης καὶ τῶν Πομπηίου ἀναθημάτων χιλίους καὶ ἑξακοσίους· οἰκεῖν δὲ Ἐδητανῶν τε ὀλίγους καὶ λοιπὸν τοὺς προσαγορευομένους Ἰνδικήτας μεμερισμένους τέτραχα.

伊比利亚的其余部分包括从柱子到比利牛斯山脉我们这一侧的沿岸地区,以及位于其上方的全部内陆地区。其宽度不均匀,而长度则略多于四千斯塔迪亚;但据称沿岸地区的长度还要更多,甚至多出两千斯塔迪亚。他们说,从柱子附近的卡尔佩山到新迦太基有两千二百斯塔迪亚;这一海岸由巴斯泰塔尼人(他们也被称为巴斯图利人)居住,部分也由奥雷塔尼人居住。从那里到埃布罗河大约又是相同的距离(此地由埃德塔尼人占领),从埃布罗河以内直到比利牛斯山脉和庞培的纪念碑有一千六百斯塔迪亚;这里由少数埃德塔尼人居住,其余部分由被称为印迪克塔斯的人居住,他们被分为四个部分。

§3.4.2

κατὰ μέρος δὲ ἀπὸ Κάλπης ἀρξαμένοις1 ῥάχις ἐστὶν ὀρεινὴ τῆς Βαστητανίας καὶ τῶν Ὠρητανῶν δασεῖαν ὕλην ἔχουσα καὶ μεγαλόδενδρον, διορίζουσα τὴν παραλίαν ἀπὸ τῆς μεσογαίας. πολλαχοῦ δὲ κἀνταῦθά ἐστι χρυσεῖα καὶ ἄλλα μέταλλα. πόλις δʼ ἐστὶν ἐν τῇ παραλίᾳ ταύτῃ πρώτη Μάλακα, ἴσον διέχουσα τῆς Κάλπης ὅσον καὶ τὰ Γάδειρα· ἐμπόριον δʼ ἐστὶν τοῖς ἐν τῇ περαίᾳ νομάσι, καὶ ταριχείας δὲ ἔχει μεγάλας. ταύτην τινὲς τῇ Μαινάκῃ τὴν αὐτὴν νομίζουσιν, ἣν ὑστάτην τῶν Φωκαϊκῶν πόλεων πρὸς δύσει κειμένην παρειλήφαμεν, οὐκ ἔστι δέ· ἀλλʼ ἐκείνη μὲν ἀπωτέρω τῆς Κάλπης ἐστί, κατεσκαμμένη, τὰ δʼ ἴχνη σώζουσα Ἑλληνικῆς πόλεως, ἡ δὲ Μάλακα πλησίον μᾶλλον, Φοινικικὴ τῷ σχήματι. ἐφεξῆς δʼ ἐστὶν ἡ τῶν Ἐξιτανῶν πόλις, ἐξ ἧς καὶ τὰ ταρίχη ἐπωνύμως λέγεται.

对于从卡尔佩开始依次详述的人来说,巴斯泰塔尼亚和奥雷塔尼有一条山脊,拥有茂密且长满巨树的森林,将沿岸与内陆隔开。在这里的许多地方也有金矿和其他矿山。这一海岸上的第一个城市是马拉卡,它到卡尔佩的距离与加代拉相同;它是对岸游牧民的贸易市场,也拥有大型的鱼类盐渍工场。有些人认为这个城市与迈纳克是同一个,我们曾听说迈纳克是位于西方的波凯亚人城市中的最后一座,但事实并非如此;相反,前者离卡尔佩更远,已被摧毁,但保留着希腊城市的遗迹,而马拉卡则更近,在格局上是腓尼基式的。接下来是埃克西塔尼人的城市,盐渍鱼也因其名字而得名。

§3.4.3

μετὰ ταύτην Ἄβδηρα Φοινίκων κτίσμα καὶ αὐτή. ὑπὲρ δὲ τῶν τόπων ἐν τῇ ὀρεινῇ δείκνυται Ὀδύσσεια καὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἐν αὐτῇ, ὡς Ποσειδώνιός τε εἴρηκε καὶ Ἀρτεμίδωρος καὶ Ἀσκληπιάδης ὁ Μυρλεανός, ἀνὴρ ἐν τῇ Τουρδητανίᾳ παιδεύσας τὰ γραμματικὰ καὶ περιήγησίν τινα τῶν ἐθνῶν ἐκδεδωκὼς τῶν ταύτῃ. οὗτος δέ φησιν ὑπομνήματα τῆς πλάνης τῆς Ὀδυσσέως ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς ἀσπίδας προσπεπατταλεῦσθαι καὶ ἀκροστόλια. ἐν Καλλαϊκοῖς δὲ τῶν μετὰ Τεύκρου στρατευσάντων τινὰς οἰκῆσαι, καὶ ὑπάρξαι πόλεις αὐτόθι, τὴν μὲν καλουμένην Ἕλληνες τὴν δὲ Ἀμφίλοχοι, ὡς καὶ τοῦ Ἀμφιλόχου τελευτήσαντος δεῦρο καὶ τῶν συνόντων πλανηθέντων μέχρι τῆς μεσογαίας. καὶ τῶν μεθʼ Ἡρακλέους δέ τινας καὶ τῶν ἀπὸ Μεσσήνης ἱστορῆσθαί φησιν ἐποικῆσαι τὴν Ἰβηρίαν, τῆς δὲ Κανταβρίας μέρος τι κατασχεῖν Λάκωνας καὶ οὗτός φησι καὶ ἄλλοι. ἐνταῦθα δὲ καὶ Ὠκέλλαν πόλιν Ὠκέλλα κτίσμα λέγουσι τοῦ μετὰ Ἀντήνορος καὶ τῶν παίδων αὐτοῦ διαβάντος εἰς τὴν Ἰταλίαν. καὶ ἐν τῇ Λιβύῃ δὲ πεπιστεύκασί τινες τοῖς τῶν Γαδειριτῶν ἐμπόροις προσέχοντες, ὡς καὶ Ἀρτεμίδωρος εἴρηκεν, ὅτι οἱ ὑπὲρ τῆς Μαυρουσίας οἰκοῦντες πρὸς τοῖς ἑσπερίοις Αἰθίοψι Λωτοφάγοι καλοῦνται, σιτούμενοι λωτόν, πόαν τινὰ καὶ ῥίζαν, οὐ δεόμενοι δὲ ποτοῦ, οὐδὲ ἔχοντες διὰ τὴν ἀνυδρίαν, διατείνοντες καὶ μέχρι τῶν ὑπὲρ τῆς Κυρήνης τόπων. ἄλλοι τε πάλιν καλοῦνται Λωτοφάγοι τὴν ἑτέραν οἰκοῦντες τῶν πρὸ τῆς μικρᾶς Σύρτεως νήσων, τὴν Μήνιγγα.

此后是阿布德拉,它也是腓尼基人的定居地。在这些地方上方的山地区,有一座名为奥德赛亚的城市被指出,城内有雅典娜的神庙,正如波塞多尼乌斯、阿特米多鲁斯以及缪尔勒亚的阿斯克莱皮亚德斯所说。阿斯克莱皮亚德斯曾在图尔德塔尼亚教授语法,并出版了关于该地区部落的某种游记。这位作家说,作为奥德修斯漂流的纪念,盾牌和船首装饰被钉在雅典娜神庙里。在卡莱科伊人的地方,曾有与特夫克罗斯一同参战的人的一部分在此定居,并且那里存在过城市,一个被称为“希腊人”,另一个被称为“安菲洛科伊人”,因为安菲洛科斯也死在这里,而他的同伴们则漂流到了内陆。他说,据记载,陪伴赫拉克勒斯的人中的一部分以及来自美塞尼亚的人也曾移居伊比利亚,而他和其他人都说拉刻代蒙人占领了坎塔布里亚的一部分。这里他们还提到了奥克拉城,它是奥克拉的建立物,奥克拉是与安特诺尔及其孩子们一同渡海到意大利的人。在利比亚,有些人听信了加代拉商人的话,正如阿特米多鲁斯所说,相信居住在马乌鲁西亚之外、靠近西方埃塞俄比亚人的人被称为食莲人,他们以莲子(某种草和根)为食,不需要饮料,也因缺水而没有饮料,他们甚至延伸到基雷纳之外的地区。还有一些人也被称为食莲人,他们居住在小叙尔提斯前的岛屿中的另一个——梅宁克斯。

§3.4.4

οὐ δὴ θαυμάζοι τις ἂν2 οὔτε τοῦ ποιητοῦ τὰ περὶ τὴν Ὀδυσσέως πλάνην μυθογραφήσαντος τοῦτον τὸν τρόπον, ὥστʼ ἔξω στηλῶν ἐν τῷ Ἀτλαντικῷ πελάγει τὰ πολλὰ διαθέσθαι3 τῶν λεγομένων περὶ αὐτοῦ (τὰ γὰρ ἱστορούμενα ἐγγὺς ἦν καὶ [τοῖς] τόποις καὶ τοῖς ἄλλοις τῶν ὑπʼ ἐκείνου πεπλασμένων, ὥστε οὐκ ἀπίθανον ἐποίει τὸ πλάσμα), οὔτʼ εἴ τινες αὐταῖς τε ταύταις ταῖς ἱστορίαις πιστεύσαντες καὶ τῇ πολυμαθείᾳ τοῦ ποιητοῦ καὶ πρὸς ἐπιστημονικὰς ὑποθέσεις ἔτρεψαν τὴν Ὁμήρου ποίησιν, καθάπερ Κράτης τε ὁ Μαλλώτης ἐποίησε καὶ ἄλλοι τινές. οἱ δʼ οὕτως ἀγροίκως ἐδέξαντο τὴν ἐπιχείρησιν τὴν τοιαύτην ὥστε οὐ μόνον τὸν ποιητὴν σκαπανέως ἢ θεριστοῦ δίκην ἐκ πάσης τῆς τοιαύτης ἐπιστήμης ἐξέβαλον, ἀλλὰ καὶ τοὺς ἁψαμένους τῆς τοιαύτης πραγματείας μαινομένους ὑπέλαβον· συνηγορίαν δὲ ἢ ἐπανόρθωσιν ἤ τι τοιοῦτον ἕτερον εἰς τὰ λεχθέντα ὑπʼ ἐκείνων εἰσενεγκεῖν οὐκ ἐθάρρησεν οὔτε τῶν γραμματικῶν οὔτε τῶν περὶ τὰ μαθήματα δεινῶν οὐδείς. καίτοι ἔμοιγε δοκεῖ δυνατὸν εἶναι καὶ συνηγορῆσαι πολλοῖς τῶν λεχθέντων καὶ εἰς ἐπανόρθωσιν ἄγειν καὶ μάλιστα ταῦτα ὅσα Πυθέας παρεκρούσατο4 τοὺς πιστεύσαντας αὐτῷ κατὰ ἄγνοιαν τῶν τε ἑσπερίων τόπων καὶ τῶν προσβόρρων τῶν παρὰ τὸν ὠκεανόν. ἀλλὰ ταῦτα μὲν ἐάσθω λόγον ἔχοντα ἴδιον καὶ μακρόν.

因此,人们不应该对诗人以这种神话的方式描绘奥德修斯的漂流感到惊讶,以至于将关于他的大部分传说安置在柱子之外的大西洋中(因为记载的事实在地理上和其它方面都与他所虚构的相近,所以他使这一虚构显得并非不可信),也不应该对有些人因为相信这些传说和诗人的博学,而将荷马的诗歌转向科学假设感到惊讶,正如马洛斯的克拉特斯和其他一些人所做的那样。但另一些人则以如此粗野的态度对待这种尝试,以至于他们不仅像对待掘土者或收割者那样,将诗人从所有这类学术知识中驱逐出去,甚至将那些接触这类研究的人视为疯子;而在他们所说的话中引入辩护、修正或任何其他类似的协助,无论是语法学家还是精通数学的人,都没有人敢于尝试。然而,至少在我看来,为所说的许多事情进行辩护并引导其进行修正是可能的,尤其是关于皮亚斯利用人们对海洋沿岸西方和北方地区的无知,欺骗了那些相信他的人的那些事情。但是,这些事情且置之不理吧,因为它们包含着独立且冗长的讨论。

语法注4 条
  1. 3.4.2ἀπὸ Κάλπης ἀρξαμένοις

    与格分词 ἀρξαμένοις 在地理叙述中充当关系与格(或视点与格),意为“对于从卡尔佩开始(叙述或观察)的人来说”,用以表明观察者或读者的视角。

  2. 3.4.4οὐ δὴ θαυμάζοι τις ἂν

    带有 ἄν 的希求法(潜在希求法)θαυμάζοι τις ἂν 表示温和的推测或断言(“任何人都不应感到惊讶”)。其后连接 οὔτε... οὔτε...,用以并列两个不应令人感到惊讶的对象。

  3. 3.4.4ὥστʼ ἔξω στηλῶν... διαθέσθαι

    连词 ὥστε 引导不定式 διαθέσθαι,表示前述“以这种神话方式描绘”的结果(“以至于将……安置在”)。该不定式的逻辑主语与主句中的“诗人”(属格 ποιητοῦ)一致。

  4. 3.4.4ὅσα Πυθέας παρεκρούσατο

    动词 παρεκρούσατο(欺骗)在此处支配了两个宾语:一个是表示被欺骗对象的宾语(对格的 τοὺς πιστεύσαντας,“那些相信他的人”),另一个是关系代词对格(ὅσα,“在……的事物上”),类似于双宾语或限定对格的用法。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.4.1-3.4.4