← 斯特拉波

地理学

§15.1.64-15.1.65

奥内西克里托斯与哲人卡拉诺斯及曼达尼斯的对话

奥内西克里托斯汇报了自己与印度哲人卡拉诺斯和曼达尼斯的对话。他们在对希腊思想表示一定理解的同时,批评希腊人将习俗置于自然之上,并阐述了他们自己彻底的禁欲与自然主义生活方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1.64

διαλεχθῆναι δʼ ἑνὶ τούτων Καλάνῳ, ὃν καὶ συνακολουθῆσαι τῷ βασιλεῖ μέχρι Περσίδος καὶ ἀποθανεῖν τῷ πατρίῳ νόμῳ τεθέντα ἐπὶ πυρκαϊάν· τότε δʼ ἐπὶ λίθων τυχεῖν κείμενον. προσιὼν οὖν καὶ προσαγορεύσας εἰπεῖν ἔφη, διότι πεμφθείη παρὰ τοῦ βασιλέως ἀκροασόμενος τῆς σοφίας αὐτῶν καὶ ἀπαγγελῶν πρὸς αὐτόν· εἰ οὖν μηδεὶς εἴη φθόνος, ἕτοιμος εἴη μετασχεῖν τῆς ἀκροάσεως. ἰδόντα δʼ ἐκεῖνον χλαμύδα καὶ καυσίαν φοροῦντα καὶ κρηπῖδα, καταγελάσαντα τὸ παλαιόν φάναι πάντʼ ἦν ἀλφίτων καὶ ἀλεύρων πλήρη καθάπερ νῦν κόνεως· καὶ κρῆναι δʼ ἔρρεον αἱ μὲν ὕδατος γάλακτος δʼ ἄλλαι καὶ ὁμοίως μέλιτος, αἱ δʼ οἴνου τινὲς δʼ ἐλαίου· ὑπὸ πλησμονῆς δʼ οἱ ἄνθρωποι καὶ τρυφῆς εἰς ὕβριν ἐξέπεσον. Ζεὺς δὲ μισήσας τὴν κατάστασιν ἠφάνισε πάντα καὶ διὰ πόνου τὸν βίον ἀπέδειξε· σωφροσύνης δὲ καὶ τῆς ἄλλης ἀρετῆς παρελθούσης εἰς μέσον πάλιν εὐπορία τῶν ἀγαθῶν ὑπῆρξεν· ἐγγὺς δʼ ἐστὶν ἤδη νυνὶ κόρου καὶ ὕβρεως τὸ πρᾶγμα, κινδυνεύει τε ἀφανισμὸς τῶν ὄντων γενέσθαι. ταῦτα εἰπόντα κελεύειν, εἰ βούλοιτο ἀκροάσασθαι, καταθέμενον τὴν σκευὴν γυμνὸν ἐπὶ τῶν αὐτῶν λίθων κείμενον μετέχειν τῶν λόγων. ἀπορουμένου δὲ αὐτοῦ, Μάνδανιν ὅσπερ ἦν πρεσβύτατος καὶ σοφώτατος αὐτῶν, τὸν μὲν ἐπιπλῆξαι ὡς ὑβριστήν, καὶ ταῦτα ὕβρεως κατηγορήσαντα,1 αὐτὸν δὲ προσκαλέσασθαι καὶ εἰπεῖν ὡς τὸν μὲν βασιλέα ἐπαινοίη, διότι ἀρχὴν τοσαύτην διοικῶν ἐπιθυμοίη σοφίας· μόνον γὰρ ἴδοι αὐτὸν ἐν ὅπλοις φιλοσοφοῦντα· ὠφελιμώτατον δʼ εἴη τῶν ἁπάντων, εἰ οἱ τοιοῦτοι φρονοῖεν οἷς πάρεστι δύναμις τοὺς μὲν ἑκουσίους πείθειν σωφρονεῖν τοὺς δʼ ἀκουσίους ἀναγκάζειν· αὐτῷ δὲ συγγνώμη εἴη, εἰ διʼ ἑρμηνέων τριῶν διαλεγόμενος πλὴν φωνῆς μηδὲν συνιέντων πλέον ἢ οἱ πολλοί, μηδὲν ἰσχύσει τῆς ὠφελείας ἐπίδειξιν ποιήσασθαι· ὅμοιον γὰρ ὡς ἂν εἰ διὰ βορβόρου καθαρὸν ἀξιοῖ τις ὕδωρ ῥεῖν.

奥内西克里托斯说,他与这些人中的一位名叫卡拉诺斯的人交谈过。这位卡拉诺斯后来跟随国王一直走到波斯,并按照祖国的习俗,在被置于火葬柴堆上后死去;但当时他正好躺在石头上。于是奥内西克里托斯走上前去向他打招呼,说自己受国王派遣来聆听他们的智慧,并向国王汇报;因此,如果没有什么顾忌,他随时准备参与听讲。但当卡拉诺斯看到他穿着斗篷、戴着马其顿帽、穿着长靴时,便嘲笑他说:“古时候,万物都充满了大麦粉和面粉,就像现在充满了尘土一样。而且泉水奔流,有的流出清水,有的流出牛奶,同样也有流出蜂蜜的,有的流出美酒,有的流出油脂。然而,由于饱足和奢侈,人类堕入了傲慢。宙斯厌恶这种状态,使一切消失,并规定了通过劳作的生活。但是,当节制和其他美德再次回到人们中间时,善物的丰裕便再次出现。而现在,事态已经接近饱足和傲慢,万物面临着消亡的危险。” 说完了这些,卡拉诺斯命令他,如果想听讲,就脱下装束,赤身裸体地躺在同样的石头上参与谈话。当他不知所措时,他们中最年长、最智慧的曼达尼斯斥责卡拉诺斯为傲慢之人(而且,这还是在卡拉诺斯自己指责他人傲慢之后斥责的)。曼达尼斯将奥内西克里托斯召至身边,说道:他赞美这位国王,因为国王在治理如此庞大帝国的同时,还渴望智慧;因为除了他,自己从未见过有人武装在身而研究哲学。如果那些拥有权力的人拥有智慧,能说服甘愿者节制,并强迫不情愿者,那将是万物中最有益的事。但是,既然自己是通过三个除了语言之外并不比普通人懂得更多的译员进行交谈,如果无法充分展示教益,还望予以宽恕;因为这就像有人指望清水从泥泞中流过一样。

§15.1.65

τὰ γοῦν λεχθέντα εἰς τοῦτʼ ἔφη συντείνειν ὡς εἴη λόγος ἄριστος, ὃς ἡδονὴν καὶ λύπην ψυχῆς ἀφαιρήσεται· καὶ ὅτι λύπη καὶ πόνος διαφέροι· τὸ μὲν γὰρ πολέμιον τὸ δὲ φίλιον2 αὐτοῖς τά γε σώματα ἀσκοῦσι πρὸς πόνον, ἵνʼ αἱ γνῶμαι ῥωννύοιντο, ἀφʼ ὧν καὶ στάσεις παύοιεν καὶ σύμβουλοι πᾶσιν ἀγαθῶν παρεῖεν καὶ κοινῇ καὶ ἰδίᾳ· καὶ δὴ καὶ Ταξίλῃ νῦν συμβουλεύσειε δέχεσθαι τὸν Ἀλέξανδρον· κρείττω μὲν γὰρ αὐτοῦ δεξάμενον εὖ πείσεσθαι, χείρω δὲ εὖ διαθήσειν. ταῦτʼ εἰπόντα ἐξερέσθαι εἰ καὶ ἐν τοῖς Ἕλλησι λόγοι τοιοῦτοι λέγοιντο, εἰπόντος δʼ ὅτι καὶ Πυθαγόρας τοιαῦτα λέγοι κελεύοι τε ἐμψύχων ἀπέχεσθαι, καὶ Σωκράτης καὶ Διογένης οὗ καὶ αὐτὸς ἀκροάσαιτο, ἀποκρίνασθαι ὅτι τἆλλα μὲν νομίζοι φρονίμως αὐτοῖς δοκεῖν, ἓν δʼ ἁμαρτάνειν νόμον πρὸ τῆς φύσεως τιθεμένους·3 οὐ γὰρ [ἂν] αἰσχύνεσθαι γυμνοὺς ὥσπερ αὐτὸν διάγειν ἀπὸ λιτῶν ζῶντας· καὶ γὰρ οἰκίαν ἀρίστην εἶναι ἥτις ἂν ἐπισκευῆς ἐλαχίστης δέηται· ἔφη δʼ αὐτοὺς καὶ τῶν περὶ φύσιν πολλὰ ἐξετάσαι καὶ προσημασιῶν, ὄμβρων αὐχμῶν νόσων· ἀπιόντας δʼ εἰς τὴν πόλιν κατὰ τὰς ἀγορὰς σκεδάννυσθαι· ὅτῳ δʼ ἂν κομίζοντι σῦκα ἢ βότρυς παρατύχωσι, λαμβάνειν δωρεὰν παρέχοντος· εἰ δʼ ἔλαιον εἴη, καταχεῖσθαι αὐτῶν καὶ ἀλείφεσθαι· ἅπασαν δὲ πλουσίαν οἰκίαν ἀνεῖσθαι αὐτοῖς μέχρι γυναικωνίτιδος, εἰσιόντας δὲ δείπνου κοινωνεῖν καὶ λόγων. αἴσχιστον δʼ αὐτοῖς νομίζεσθαι νόσον σωματικήν· τὸν δʼ ὑπονοήσαντα καθʼ αὑτοῦ τοῦτο, ἐξάγειν ἑαυτὸν διὰ πυρὸς νήσαντα πυράν, ὑπαλειψάμενον δὲ καὶ καθίσαντα ἐπὶ τὴν πυρὰν ὑφάψαι κελεύειν, ἀκίνητον δὲ καίεσθαι.

无论如何,奥内西克里托斯说,所谈论的内容都归结为这样一个主旨:即能将快乐和痛苦从灵魂中除去的言论才是最完美的。此外,痛苦与劳苦是不同的:对他们来说,前者是敌人,后者是朋友。因为他们为了劳苦而锻炼身体,是为了使精神强壮,借此可以平息内讧,并在公私场合都作为善意的顾问陪伴在所有人身边。事实上,曼达尼斯现在就建议塔克希莱斯接待亚历山大。因为如果接待了比自己优秀的人,就会受到优待;如果接待了比自己差的人,就会使那人变好。说完这些,曼达尼斯询问在希腊人中是否也探讨过类似的言论。当奥内西克里托斯回答说,毕达哥拉斯也说过这样的话,并命令人们不吃有生命之物,苏格拉底和迪奥根尼也是如此,且自己也亲自听过他们的教诲时,曼达尼斯回答说:在其他方面他们显得很聪明,但在一点上犯了错误,即把习俗置于自然之上。否则,他们也不会耻于像他一样赤身裸体、过着简朴的生活。因为需要修缮最少的房子才是最好的房子。 奥内西克里托斯还说,他们也研究了许多关于自然以及雨水、干旱和疾病预兆的事情。当他们走向城市时,便在市场上散开。无论遇到谁带着无花果或葡萄,他们都会免费拿取由物主提供的这些食物。如果是油,人们就浇在他们身上,供他们涂抹。所有的富裕之家都对他们开放,甚至直到妇女的居室,他们进去后共同进餐和交谈。但他们认为身体的疾病是最可耻的。在自己身上察觉到这一征兆的人,就会堆起木柴建起火葬台,在身上涂抹油脂并坐在柴堆上,命令点火,一动不动地被烧死。

语法注3 条
  1. 15.1.64καὶ ταῦτα ὕβρεως κατηγορήσαντα

    惯用结构 καὶ ταῦτα 后接分词 κατηγορήσαντα(宾格单数阳性,修饰 Mandanis),带有让步或强调的语气(“而且还是在……之后”)。这里强调了曼达尼斯斥责卡拉诺斯傲慢时,卡拉诺斯自己刚刚指责过奥内西克里托斯傲慢的讽刺性背景。

  2. 15.1.65τὸ μὲν γὰρ πολέμιον τὸ δὲ φίλιον

    使用中性冠词代词 τὸ μὲν 和 τὸ δὲ 的对照结构。在文脉中,τὸ μὲν(前者)指代前文的 λύπη(痛苦),而 τὸ δὲ(后者)指代 πόνος(能动的劳苦)。这说明了他们的身体锻炼(ἀσκοῦσι)并非消极地忍受痛苦,而是为了增强精神而对建设性劳苦的追求。

  3. 15.1.65ἓν δʼ ἁμαρτάνειν νόμον πρὸ τῆς φύσεως τιθεμένους

    不定式 ἁμαρτάνειν 的逻辑主语是前句中提到的希腊哲学家们(毕达哥拉斯、苏格拉底和迪奥根尼)。现在分词 τιθεμένους(宾格复数阳性)与该主语一致,解释了他们错误的具体内容,即“将习俗(νόμος)置于自然(φύσις)之上”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.64-15.1.65