- 底本
- Strabo. Strabonis Geographica, Vols. 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.60-15.1.63
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
本节介绍了印度哲学家的另一阶层“沙门”的多样化生活方式,并叙述了阿利斯托布洛斯和奥内西克里托斯关于塔克西拉贤者严酷修行生活及当地独特习俗的报告。
τοὺς δὲ Γαρμᾶνας τοὺς μὲν ἐντιμοτάτους ὑλοβίους φησὶν ὀνομάζεσθαι, ζῶντας ἐν ταῖς ὕλαις ἀπὸ φύλλων καὶ καρπῶν ἀγρίων, * ἐσθῆτος φλοιῶν δενδρείων, ἀφροδισίων χωρὶς καὶ οἴνου· τοῖς δὲ βασιλεῦσι συνεῖναι, διʼ ἀγγέλων πυνθανομένοις1 περὶ τῶν αἰτίων καὶ διʼ ἐκείνων θεραπεύουσι καὶ λιτανεύουσι τὸ θεῖον. μετὰ δὲ τοὺς ὑλοβίους δευτερεύειν κατὰ τιμὴν τοὺς ἰατρικοὺς καὶ ὡς περὶ τὸν ἄνθρωπον φιλοσόφους, λιτοὺς μὲν μὴ ἀγραύλους δέ, ὀρύζῃ καὶ ἀλφίτοις τρεφομένους, ἃ παρέχειν αὐτοῖς πάντα τὸν αἰτηθέντα καὶ ὑποδεξάμενον ξενίᾳ· δύνασθαι δὲ καὶ πολυγόνους ποιεῖν καὶ ἀρρενογόνους καὶ θηλυγόνους διὰ φαρμακευτικῆς· τὴν δὲ ἰατρείαν διὰ σιτίων τὸ πλέον, οὐ διὰ φαρμάκων ἐπιτελεῖσθαι· τῶν φαρμάκων δὲ μάλιστα εὐδοκιμεῖν τὰ ἐπίχριστα καὶ τὰ καταπλάσματα, τἆλλα δὲ κακουργίας πολὺ μετέχειν. ἀσκεῖν δὲ καὶ τούτους κἀκείνους καρτερίαν τήν τε ἐν πόνοις καὶ τὴν ἐν ταῖς ἐπιμοναῖς, ὥστʼ ἐφʼ ἑνὸς σχήματος ἀκίνητον διατελέσαι τὴν ἡμέραν ὅλην. ἄλλους δʼ εἶναι τοὺς μὲν μαντικοὺς καὶ ἐπῳδοὺς καὶ τῶν περὶ τοὺς κατοιχομένους λόγων καὶ νομίμων ἐμπείρους, ἐπαιτοῦντας κατὰ κώμας καὶ πόλεις, τοὺς δὲ χαριεστέρους μὲν τούτων καὶ ἀστειοτέρους, οὐδʼ αὐτοὺς δὲ ἀπεχομένους τῶν καθʼ ᾄδην θρυλουμένων ὅσα δοκεῖ πρὸς εὐσέβειαν καὶ ὁσιότητα· συμφιλοσοφεῖν δʼ ἐνίοις καὶ γυναῖκας ἀπεχομένας καὶ αὐτὰς ἀφροδισίων.
关于沙门,他说其中最受尊敬的人被称为“林居者”,他们生活在森林中,依靠树叶和野果维生,穿树皮衣服,禁绝性欲和酒类;他们与国王交往,国王们通过使者向他们询问事物的原因,并依靠他们向神明敬拜和祈祷。在林居者之后,名望占第二位的是行医者,他们是关于人性的哲学家,生活简朴,但不在户外露宿,以大米和大麦面为食,任何他们所请求的人和款待他们的宿主都会提供这些食物;他们还能通过药剂使人多子多福,并生育男婴或女婴;他们的医治主要通过食物进行,而不是通过药物;在药物中,最受欢迎的是涂抹药和贴膏,而其他的药物则含有许多危害。他们和前者都修行忍耐,包括在劳作中以及在保持同一姿势上的忍耐,以至于他们整天保持单一姿势一动不动。还有一些人是占卜者和念咒者,并精通关于死者的传闻和礼仪,在村庄和城市中乞讨;另一些人比这些人更文雅和高尚,但他们自己也不排斥关于阴间的通俗传言,只要这些传言似乎有助于虔敬和神圣;在他们中,有些妇女也和他们一起研究哲学,她们自己也禁绝性欲。
Ἀριστόβουλος δὲ τῶν ἐν Ταξίλοις σοφιστῶν ἰδεῖν δύο φησί, Βραχμᾶνας ἀμφοτέρους, τὸν μὲν πρεσβύτερον ἐξυρημένον τὸν δὲ νεώτερον κομήτην, ἀμφοτέροις δʼ ἀκολουθεῖν μαθητάς· τὸν μὲν οὖν ἄλλον χρόνον κατʼ ἀγορὰν διατρίβειν, τιμωμένους ἀντὶ συμβούλων, ἐξουσίαν ἔχοντας ὅ τι βούλονται τῶν ὠνίων φέρεσθαι δωρεάν· ὅτῳ δʼ ἂν προσίωσι, καταχεῖν αὐτῶν τοῦ σησαμίνου λίπους ὥστε καὶ κατὰ τῶν ὀμμάτων ῥεῖν·2 τοῦ τε μέλιτος πολλοῦ προκειμένου καὶ τοῦ σησάμου μάζας ποιουμένους τρέφεσθαι δωρεάν· παρερχομένους δὲ καὶ πρὸς τὴν Ἀλεξάνδρου τράπεζαν, παραστάντας δειπνεῖν [καὶ] καρτερίαν διδάσκειν, παραχωροῦντας εἴς τινα τόπον πλησίον, ὅπου τὸν μὲν πρεσβύτερον πεσόντα ὕπτιον ἀνέχεσθαι τῶν ἡλίων καὶ τῶν ὄμβρων (ἤδη γὰρ ὕειν ἀρχομένου τοῦ ἔαρος), τὸν δʼ ἑστάναι μονοσκελῆ ξύλον ἐπηρμένον ἀμφοτέραις ταῖς χερσὶν ὅσον τρίπηχυ, κάμνοντος δὲ τοῦ σκέλους ἐπὶ θάτερον μεταφέρειν τὴν βάσιν καὶ διατελεῖν οὕτως τὴν ἡμέραν ὅλην· φανῆναι δʼ ἐγκρατέστερον μακρῷ τὸν νεώτερον· συνακολουθήσαντα γὰρ μικρὰ τῷ βασιλεῖ ταχὺ ἀναστρέψαι πάλιν ἐπʼ οἴκου, μετιόντος τε αὐτὸν κελεῦσαι3 ἥκειν εἴτου βούλεται τυγχάνειν· τὸν δὲ συναπᾶραι μέχρι τέλους καὶ μεταμφιάσασθαι καὶ μεταθέσθαι τὴν δίαιταν συνόντα τῷ βασιλεῖ· ἐπιτιμώμενον δʼ ὑπό τινων λέγειν ὡς ἐκπληρώσειε τὰ τετταράκοντα ἔτη τῆς ἀσκήσεως, ἃ ὑπέσχετο, Ἀλέξανδρον δὲ τοῖς παισὶν αὐτοῦ δοῦναι δωρεάν.
阿利斯托布洛斯说,他在塔克西拉看到了两位哲人,两人都是婆罗门,年长者剃光了头,年轻者留着长发,两人都有弟子跟随。平时,他们在市场上消磨时光,作为顾问受到尊敬,有特权免费拿取他们想要的任何售卖品;无论他们走近谁,人们都会把芝麻油浇在他们身上,以至于油甚至流到眼睛上。当有很多蜂蜜和芝麻摆在面前时,他们就做成饼免费食用。他们也来到亚历山大的餐桌旁,站在一旁一边用餐一边传授忍耐,然后退到附近的一个地方,在那里年长者仰面躺下,忍受着烈日和暴雨(因为春雨已经开始下了),而年轻者则单脚站立,两手高举一根约三肘长的木头,当一只脚疲倦时,他就把重心转移到另一只脚上,整天都这样度过。年轻者显得要克制得多;因为他跟随国王走了一小段路后,很快就折返回家,当国王派人召他时,他反而命令国王如果想得到什么就自己来;而另一位则一直随行到最后,在与国王相处期间改变了装束和生活方式;当受到一些人指责时,他说自己已经完成了所承诺的四十年的修行,亚历山大也给他的孩子们赠送了礼物。
τῶν δʼ ἐν Ταξίλοις νομίμων καινὰ καὶ ἀήθη λέγει τό τε τοὺς μὴ δυναμένους ἐκδιδόναι τὰς παῖδας ὑπὸ πενίας προάγειν εἰς ἀγορὰν ἐν ἀκμῇ τῆς ὥρας, κόχλῳ τε καὶ τυμπάνοις οἷσπερ καὶ τὸ πολεμικὸν σημαίνουσιν ὄχλου προσκληθέντος, τῷ δὲ προσελθόντι4 τὰ ὀπίσθια πρῶτον ἀνασύρεσθαι μέχρι τῶν ὤμων εἶτα τὰ πρόσθεν, ἀρέσασαν δὲ καὶ συμπεισθεῖσαν ἐφʼ οἷς ἂν δοκῇ συνοικεῖν· καὶ τὸ γυψὶ ῥίπτεσθαι τὸν τετελευτηκότα. τὸ δὲ πλείους ἔχειν γυναῖκας κοινὸν καὶ ἄλλων. παρά τισι δʼ ἀκούειν φησὶ καὶ συγκατακαιομένας τὰς γυναῖκας τοῖς ἀνδράσιν ἀσμένας, τὰς δὲ μὴ ὑπομενούσας ἀδοξεῖν. εἴρηται καὶ ἄλλοις ταῦτα.
在塔克西拉的习俗中,他提到了一些奇特而罕见的习惯,比如那些因贫困而无法将女儿嫁出去的人,在女儿正值青春年华时将她带到市场上,通过用以宣告战争的贝壳和鼓声召集群众,对走上前来的求婚者,首先将她的后部掀起至肩膀,然后掀起前部,如果她令其满意,并且在双方都认为合适的条件下达成一致,他们就共同生活;还有将死者扔给秃鹰。拥有多个妻子是其他民族也共同具有的习俗。而在一些人中间,他说他听说妻子们乐意与丈夫一起被烧死,而不顺从的妻子则名声扫地。这些事情其他作者也曾提到过。
Ὀνησίκριτος δὲ πεμφθῆναί φησιν αὐτὸς διαλεξόμενος τοῖς σοφισταῖς τούτοις· ἀκούειν γὰρ τὸν Ἀλέξανδρον ὡς5 γυμνοὶ διατελοῖεν καὶ καρτερίας ἐπιμελοῖντο οἱ ἄνθρωποι ἐν τιμῇ τε ἄγοιντο πλείστῃ, παρʼ ἄλλους δὲ μὴ βαδίζοιεν κληθέντες, ἀλλὰ κελεύοιεν ἐκείνους φοιτᾶν παρʼ αὐτούς, εἴ του μετασχεῖν ἐθέλοιεν τῶν πραττομένων ἢ λεγομένων ὑπʼ αὐτῶν· τοιούτων δὴ ὄντων, ἐπειδὴ οὔτε αὐτῷ πρέπειν ἐδόκει παρʼ ἐκείνους φοιτᾶν οὔτε ἐκείνους βιάζεσθαι παρὰ τὰ πάτρια ποιεῖν τι ἄκοντας, αὐτὸς ἔφη πεμφθῆναι. καταλαβεῖν δὲ ἄνδρας πεντεκαίδεκα ἀπὸ σταδίων εἴκοσι τῆς πόλεως, ἄλλον ἐν ἄλλῳ σχήματι ἑστῶτα ἢ καθήμενον ἢ κείμενον γυμνὸν ἀκίνητον ἕως ἑσπέρας, εἶτʼ ἀπερχόμενον εἰς τὴν πόλιν· χαλεπώτατον δʼ εἶναι τὸ τὸν ἥλιον ὑπομεῖναι οὕτω θερμὸν ὥστε τῶν ἄλλων μηδένα ὑπομένειν γυμνοῖς ἐπιβῆναι τοῖς ποσὶ τῆς γῆς ῥᾳδίως κατὰ μεσημβρίαν.
奥内西克里托斯说,他自己被派去与这些哲人们交谈。因为亚历山大听说,这些人整天裸体并修行忍耐,并且受到极大的尊敬,当被召集时他们不走向他人,而是要求那些想要参与他们的行为或言论的人,到他们那里去。既然情况如此,而且王既觉得由自己去拜访他们不合适,觉得也不该强迫他们违背祖制做不情愿的事,于是他自己被派去了。他在距离城市二十斯塔迪亚的地方找到了十五个人,有人以这种姿势站着,有人以那种姿势坐着或裸体躺着,一动不动直到傍晚,然后返回城市。最难忍受的是太阳,它是如此炎热,以至于在中午,其他人谁也无法轻易赤脚踩在地面上。
- 15.1.60τοῖς δὲ βασιλεῦσι... συνεῖναι, διʼ ἀγγέλων πυνθανομένοις
在与国王交往的语境中,现在分词与格复数 πυνθανομένοις 直接修饰与格名词 βασιλεῦσι(国王们)。这表明国王们并非亲自前往,而是“通过使者询问”。συνεῖναι 是受句首 φησίν(他说)支配的“对格+不定式”结构的一部分。
- 15.1.61ὥστε καὶ κατὰ τῶν ὀμμάτων... ῥεῖν·
由连词 ὥστε 引导的结果不定式分句(ῥεῖν)。它表示前文所述的 καταχεῖν(浇灌)这一行为所产生的结果,展示了“以至于(油)流到眼睛上”这一极端情况。
- 15.1.61μετιόντος τε αὐτὸν κελεῦσαι
现在分词属格 μετιόντος 构成一个省略了主语(国王,即亚历山大)的属格独立结构,而 αὐτόν(哲人)作其宾语,意为“当国王派人召他(试图带回他)时”。κελεῦσαι(命令)是受 φησίν 支配的不定式。
- 15.1.62τῷ δὲ προσελθόντι
由指示代词和分词组成的与格短语。它作为行为主体或利害关系的与格,表示在走上前来的求婚者面前(或由其)掀起女儿的衣服。该结构明确了求婚者在被动不定式 ἀνασύρεσθαι 动作中的参与关系。
- 15.1.63ἀκούειν γὰρ τὸν Ἀλέξανδρον ὡς
本句的主要“对格+不定式”结构,其中 τὸν Ἀλέξανδρον 作不定式 ἀκούειν(听说)的主语。连词 ὡς 引导作为亚历山大传闻内容的间接陈述,并根据主句的过去时语境,在从句中使用了希求法过去时(optative)的 διατελοῖεν 和 ἐπιμελοῖντο。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 2 处
