← 斯特拉波

地理学

§13.1.41-13.1.43

伊里奥斯的彻底毁坏与伊达山诸河

本文结合荷马的诗句与后世的证言,论证了伊里奥斯的彻底毁坏,并探讨了发源于伊达山的河流,进而分析了荷马所描绘的斯卡曼德罗斯河源头与现实的矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1.41

οὕτω μὲν δὴ λέγουσιν οἱ Ἰλιεῖς, Ὅμηρος δὲ ῥητῶς τὸν ἀφανισμὸν τῆς πόλεως εἴρηκεν "ἔσσεται ἦμαρ ὅταν ποτʼ ὀλώλῃ Ἴλιος ἱρή." "ἦ γὰρ καὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν." "βουλῇ καὶ μύθοισι." "πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ" καὶ τὰ τοιαῦτα δὲ τοῦ αὐτοῦ1 τίθενται τεκμήρια, οἷον ὅτι τῆς Ἀθηνᾶς τὸ ξόανον νῦν μὲν ἑστηκὸς ὁρᾶται, Ὅμηρος δὲ καθήμενον ἐμφαίνει· πέπλον γὰρ κελεύει "θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν." , ὡς καί, "μή ποτε γούνασιν οἷσιν ἐφέζεσθαι φίλον υἱόν." βέλτιον γὰρ οὕτως ἢ ὡς τινὲς δέχονται ἀντὶ τοῦ παρὰ τοῖς γόνασι θεῖναι παρατιθέντες τὸ "ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ" ἀντὶ τοῦ παρʼ ἐσχάρῃ. τίς γὰρ ἂν νοηθείη πέπλου ἀνάθεσις παρὰ τοῖς γόνασι; καὶ οἱ τὴν προσῳδίαν δὲ διαστρέφοντες, γουνάσιν2 ὡς θυιάσιν, ὁποτέρως ἂν δέξωνται, ἀπεραντολογοῦσιν, εἴθʼ ἱκετ[είας ἑρμην]εύοντες [εἴ]τε φρένας. πολλὰ δὲ τῶν ἀρχαίων τῆς Ἀθηνᾶς ξοάνων καθήμενα δείκνυται, καθάπερ ἐν Φωκαίᾳ Μασσαλίᾳ Ῥώμῃ Χίῳ ἄλλαις πλείοσιν. ὁμολογοῦσι δὲ καὶ οἱ νεώτεροι τὸν ἀφανισμὸν τῆς πόλεως, ὧν ἔστι καὶ Λυκοῦργος ὁ ῥήτωρ· μνησθεὶς γὰρ τῆς Ἰλιέων πόλεως φησί "τίς οὐκ ἀκήκοεν, ὡς ἅπαξ ὑπὸ τῶν Ἑλλήνων κατεσκάφθη, ἀοίκητον οὖσαν;"

因此,伊里奥人确实这样说,而荷马则明确地谈到了城市的消灭: “终有一天,神圣的伊里奥斯将会毁灭。” “因为我们确实彻底摧毁了普里阿摩斯险峻的城市。” “凭着计谋与言辞。” “而在第十个年头,普里阿摩斯的城市被攻破了。” 而诸如此类的事情也被用作同一观点的证据,例如,雅典娜的木雕神像现在被看到是站立着的,而荷马则表明她是坐着的;因为他命令将长袍“置于雅典娜的膝上”,正如那句:“绝不让亲爱的儿子坐在他自己的膝上。”因为这样理解,要比某些人的理解好得多:他们将此解释为“置于双膝之侧”,并引用“她坐在炉火的光芒中”(在炉上)来代替“在炉侧”。因为将长袍奉纳在“双膝之侧”又怎能让人理解呢?此外,那些改变读音,将“膝上”读作像“狂女们”那样的发音的人,无论他们采取哪种解释,都只是在说些无边无际的话,无论是解释为“哀求”还是“心灵”。而许多古代的雅典娜木雕神像确实是被塑造成坐姿的,如在福凯亚、马萨利亚、罗马、希奥斯以及其他许多城市。而较晚近的作家也承认该城市的毁灭,其中也包括演说家莱库格斯;他在提到伊里奥人的城市时说道:“谁没有听说过,它曾被希腊人彻底铲平,成了一片无人居住荒地?”

§13.1.42

εἰκάζουσι δὲ τοὺς ὕστερον ἀνακτίσαι διανοουμένους3 οἰωνίσασθαι τὸν τόπον ἐκεῖνον, εἴτε διὰ τὰς συμφορὰς εἴτε καὶ καταρασαμένου τοῦ Ἀγαμέμνονος κατὰ παλαιὸν ἔθος, καθάπερ καὶ ὁ Κροῖσος ἐξελὼν τὴν Σιδήνην, εἰς ἣν ὁ τύραννος κατέφυγε Γλαυκίας, ἀρὰς ἔθετο κατὰ τῶν τειχιούντων πάλιν τὸν τόπον. ἐκείνου μὲν οὖν ἀποστῆναι τοῦ χωρίου, ἕτερον δὲ τειχίσαι. πρῶτοι μὲν οὖν Ἀστυπαλαιεῖς οἱ τὸ Ῥοίτειον κατασχόντες συνῴκισαν πρὸς τῷ Σιμόεντι Πόλιον, ὃ νῦν καλεῖται Πόλισμα, οὐκ ἐν εὐερκεῖ τόπῳ· διὸ κατεσπάσθη ταχέως. ἐπὶ δὲ τῶν Λυδῶν ἡ νῦν ἐκτίσθη κατοικία καὶ τὸ ἱερόν· οὐ μὴν πόλις γε ἦν, ἀλλὰ πολλοῖς χρόνοις ὕστερον καὶ κατʼ ὀλίγον, ὡς εἴρηται, τὴν αὔξησιν ἔσχεν. Ἑλλάνικος δὲ χαριζόμενος τοῖς Ἰλιεῦσιν, οἷος ἐκείνου θυμός, συνηγορεῖ τὸ τὴν αὐτὴν εἶναι πόλιν τὴν νῦν τῇ τότε. τὴν δὲ χώραν ἀφανισθείσης τῆς πόλεως οἱ τὸ Σίγειον καὶ τὸ Ῥοίτειον ἔχοντες διενείμαντο καὶ τῶν ἄλλων ὡς ἕκαστοι τῶν πλησιοχώρων, ἀπέδοσαν δʼ ἀνοικισθείσης.

人们推测,那些后来企图重建城市的人,认为那个地方是个不祥之地,这或是由于曾经的灾难,或是因为阿伽门农按照古老的习俗降下了诅咒,正如克罗伊索斯在摧毁僭主格劳基亚斯所逃往的西德内时,也对那些试图再次在此地筑墙的人设下了诅咒。因此他们避开了那个地方,而对另一个地方进行了设防。因此,首先是占领了洛伊特翁的阿斯图帕莱亚人在西摩伊斯河附近共同建立了波利翁(现在称为波利斯马),由于该地并不易守,所以很快就被摧毁了。而在吕底亚人的时代,现在的定居点和神殿被建立起来;然而它还称不上是一座城市,而是在很久以后,如前所述,才逐渐发展壮大起来。然而赫拉尼科斯为了讨好伊里奥人——这也是他的性格使然——便附和道:现在的城市和那时的城市是同一个。当城市毁灭时,占有西盖翁和洛伊特翁的人,以及其他邻近的各部落,瓜分了这片土地,但在城市重建后又归还了它。

§13.1.43

πολυπίδακον δὲ τὴν Ἴδην ἰδίως οἴονται λέγεσθαι διὰ τὸ πλῆθος τῶν ἐξ αὐτῆς ῥεόντων ποταμῶν καθʼ ἃ μάλιστα ἡ Δαρδανικὴ ὑποπέπτωκεν αὐτῇ καὶ μέχρι Σκήψεως καὶ τὰ περὶ Ἴλιον. ἔμπειρος δʼ ὢν τῶν τόπων ὡς ἂν ἐπιχώριος ἀνὴρ ὁ Δημήτριος τοτὲ μὲν οὕτως λέγει περὶ αὐτῶν· ἔστι γὰρ λόφος τις τῆς Ἴδης Κότυλος· ὑπέρκειται δʼ οὗτος ἑκατόν που καὶ εἴκοσι σταδίοις Σκήψεως, ἐξ οὗ ὅ τε Σκάμανδρος ῥεῖ καὶ ὁ Γράνικος καὶ Αἴσηπος, οἱ μὲν πρὸς ἄρκτον καὶ τὴν Προποντίδα ἐκ πλειόνων πηγῶν συλλειβόμενοι, ὁ δὲ Σκάμανδρος ἐπὶ δύσιν ἐκ μιᾶς πηγῆς· πᾶσαι δʼ ἀλλήλαις πλησιάζουσιν ἐν εἴκοσι σταδίων περιεχόμεναι διαστήματι· πλεῖστον δʼ ἀφέστηκεν ἀπὸ τῆς ἀρχῆς τὸ τοῦ Αἰσήπου τέλος, σχεδόν τι καὶ πεντακοσίους σταδίους. παρέχει δὲ λόγον πῶς φησὶν ὁ ποιητής "κρουνὼ δʼ ἵκανον καλλιρρόω, ἔνθα δὲ πηγαὶ δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος· ἡ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει," ὅ ἐστι θερμῷ· ἐπιφέρει δέ "ἀμφὶ δὲ καπνὸς γίγνεται ἐξ αὐτῆς ὡσεὶ πυρός. ἡ δʼ ἑτέρη θέρεϊ προρέει εἰκυῖα χαλάζῃ ἢ χιόνι ψυχρῇ." οὔτε γὰρ θερμὰ νῦν ἐν τῷ τόπῳ εὑρίσκεται, οὔθʼ ἡ τοῦ Σκαμάνδρου πηγὴ ἐνταῦθα ἀλλʼ ἐν τῷ ὄρει, καὶ μία, ἀλλʼ οὐ δύο. τὰ μὲν οὖν θερμὰ ἐκλελεῖφθαι εἰκός, τὸ δὲ ψυχρὸν κατὰ διάδυσιν ὑπεκρέον ἐκ τοῦ Σκαμάνδρου κατὰ τοῦτʼ ἀνατέλλειν τὸ χωρίον, ἢ καὶ διὰ τὸ πλησίον εἶναι τοῦ Σκαμάνδρου καὶ τοῦτο τὸ ὕδωρ λέγεσθαι τοῦ Σκαμάνδρου πηγήν· οὕτω γὰρ λέγονται πλείους πηγαὶ τοῦ αὐτοῦ ποταμοῦ.

他们认为,伊达山之所以被特别称为“多泉的”,是因为从那里流出的河流极多,特别是其山脚下的达尔达尼亚地区,一直延伸到斯凯普西斯和伊里奥周围。德米特里乌斯作为当地人,对这些地方了如指掌,他有时这样谈到它们:因为伊达山有一座叫作科堤洛斯的山丘;它位于斯凯普西斯上方约一百二十斯塔德处,斯卡曼德罗斯河、格拉尼科斯河以及埃塞波斯河即发源于此;后两者从多个泉源汇合流向北方和普罗庞提斯海,而斯卡曼德罗斯河则从单一的泉源向西流去;这些泉源彼此临近,都包容在二十斯塔德的距离之内;然而埃塞波斯的终点距离其起点最远,几乎有五百斯塔德之遥。但是,关于诗人所说的以下内容,却引起了争议: “他们来到了两个流淌着美景的泉源,在那里,漩涡滚滚的斯卡曼德罗斯的两处泉眼喷涌而出;其中一处流着温水,”这意思是“温暖的”;他接着说: “其周围升起轻烟,犹如火中生出。而另一处在夏天流淌,冷如冰雹或寒雪。” 因为现在该地既找不到温水,斯卡曼德罗斯的源头也不在那里,而是在山中,且只有一处,并非两处。因此,温水可能是已经枯竭,而冷水则是从斯卡曼德罗斯河通过地下通道下渗流出,在此地涌现;抑或是因为这股水靠近斯卡曼德罗斯河,所以也被称为斯卡曼德罗斯的源头。因为同一条河流的多个泉源往往就是这样被称呼的。

语法注3 条
  1. 13.1.41τοῦ αὐτοῦ

    属格,意为“同一事物的”。在文脉中指前文提到的“伊里奥斯(特洛伊)的彻底消亡”或“现在的伊里奥并非古时的特洛伊”。

  2. 13.1.41γουνάσιν

    本文批评了那些歪曲荷马诗句中 γούνασιν(在膝上)的重音,将其读作 γουνάσιν(例如解释为 γουνάς“哀求的”的复数与格)的人所进行的无益争论。

  3. 13.1.42τοὺς ὕστερον ἀνακτίσαι διανοουμένους

    由动词 εἰκάζουσι(他们推测)所引导的“对格加不定式”结构的发出者(主格化对格)。随后的不定式 ἀποστῆναι 和 τειχίσαι 也以此对格作为语义上的主语。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.1.41-13.1.43