- 底本
- Strabo. Strabonis Geographica, Vols. 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.1.37-13.1.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-23
作者指出波里忒斯放哨和赫克托耳逃跑的路线与现在城市的地形不符,解释了古特洛伊被彻底摧毁后,其石料被运走以修复周边城市的历史。此外,作者讨论了当代伊里奥人关于城市在沦陷后未曾完全废弃的说法,并分析了洛克里斯少女的派遣以及这一传统与荷马史诗的矛盾之处。
ὅ τε Πολίτης "ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθώς, τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος," μάταιος ἦν. καὶ γὰρ εἰ ἐπʼ ἀκροτάτῳ, ὅμως [ἀπὸ] πολὺ ἂν μείζονος ὕψους τῆς ἀκροπόλεως ἐσκόπευεν1 ἐξ ἴσου σχεδόν τι διαστήματος, μὴ δεόμενος μηδὲν τῆς ποδωκείας τοῦ ἀσφαλοῦς χάριν· πέντε γὰρ διέχει σταδίους ὁ νῦν δεικνύμενος τοῦ Αἰσυήτου τάφος κατὰ τὴν εἰς Ἀλεξάνδρειαν ὁδόν. οὐδʼ ἡ τοῦ Ἕκτορος δὲ περιδρομὴ ἡ περὶ τὴν πόλιν ἔχει τι εὔλογον· οὐ γάρ ἐστι περίδρομος ἡ νῦν διὰ τὴν συνεχῆ ῥάχιν· ἡ δὲ παλαιὰ ἔχει περιδρομήν.
而那 “凭着对捷足的信赖,坐在老埃叙埃特斯的最高坟墓上, 作为特洛伊人哨兵的”波里忒斯,也将是愚蠢的。因为即使他在最高处,人们也可以从几乎等同的距离、在高度得多的卫城上进行监视,而他为了安全根本不需要捷足。因为现在所指出的埃叙埃特斯墓位于前往亚历山大里亚的道路旁,距离五斯塔德。赫克托耳绕城奔跑的事情也毫无合理之处;因为现在的城市由于连续的脊地而无法绕行,而古老的城市则可以绕行。
οὐδὲν δʼ ἴχνος σώζεται τῆς ἀρχαίας πόλεως. εἰκότως· ἅτε γὰρ ἐκπεπορθημένων τῶν κύκλῳ πόλεων, οὐ τελέως δὲ κατεσπασμένων, ταύτης δʼ ἐκ βάθρων ἀνατετραμμένης, οἱ λίθοι πάντες εἰς τὴν ἐκείνων ἀνάληψιν μετηνέχθησαν. Ἀρχαιάνακτα γοῦν φασι τὸν Μιτυληναῖον ἐκ τῶν ἐκεῖθεν λίθων τὸ Σίγειον τειχίσαι. τοῦτο δὲ κατέσχον μὲν Ἀθηναῖοι Φρύνωνα τὸν ὀλυμπιονίκην πέμψαντες, Λεσβίων ἐπιδικαζομένων σχεδόν τι τῆς συμπάσης Τρῳάδος· ὧν δὴ καὶ κτίσματά εἰσιν αἱ πλεῖσται τῶν κατοικιῶν, αἱ μὲν συμμένουσαι καὶ νῦν αἱ δʼ ἠφανισμέναι. Πιττακὸς δʼ ὁ Μιτυληναῖος, εἷς τῶν ἑπτὰ σοφῶν λεγομένων, πλεύσας ἐπὶ τὸν Φρύνωνα στρατηγὸν διεπολέμει τέως διατιθεὶς καὶ πάσχων κακῶς, ὕστερον δʼ ἐκ μονομαχίας, προκαλεσαμένου τοῦ Φρύνωνος, ἁλιευτικὴν ἀναλαβὼν σκευὴν συνέδραμε, καὶ τῷ μὲν ἀμφιβλήστρῳ περιέβαλε τῇ τριαίνῃ δὲ καὶ τῷ ξιφιδίῳ ἔπειρε καὶ ἀνεῖλε. μένοντος δʼ ἔτι τοῦ πολέμου Περίανδρος διαιτητὴς αἱρεθεὶς ὑπὸ ἀμφοῖν ἔλυσε τὸν πόλεμον.
然而,古老城市的痕迹一点也没有保存下来。这也理所当然。因为周围的城市虽被掠夺但未被彻底摧毁,而这座城市则被从地基彻底倾覆,所有的石料都被运去修复那些城市了。无论如何,他们说米蒂利尼的阿尔开阿纳克斯用从那里运来的石料修筑了西盖翁的城墙。雅典人派遣奥林匹克优胜者弗里农占领了此地,而莱斯沃斯人则对几乎整个特罗阿斯地区提出领有权主张;其中大多数定居点确实是他们的创建,有些保留至今,有些则已消失。被称为七贤之一的米蒂利尼人皮塔科斯率船对阵将军弗里农,持续进行战争,其间互有杀伤,后来在一场单挑中——因弗里农向其挑战——他带上渔具迎战,用投网将他套住,并用三叉戟和短剑将他刺死。在战争仍在持续时,被双方选为仲裁人的培里安德解决了这场战争。
Τίμαιον δὲ ψεύσασθαί φησιν ὁ Δημήτριος ἱστοροῦντα ἐκ τῶν λίθων τῶν ἐξ Ἰλίου Περίανδρον ἐπιτειχίσαι τὸ Ἀχίλλειον τοῖς Ἀθηναίοις, βοηθοῦντα τοῖς περὶ Πιττακόν· ἐπιτειχισθῆναι μὲν γὰρ ὑπὸ τῶν Μιτυληναίων τὸν τόπον τοῦτον τῷ Σιγείῳ, οὐ μὴν ἐκ λίθων τοιούτων οὐδʼ ὑπὸ τοῦ Περιάνδρου. πῶς γὰρ ἂν αἱρεθῆναι2 διαιτητὴν τὸν προσπολεμοῦντα; Ἀχίλλειον δʼ ἔστιν ὁ τόπος ἐν ᾧ τὸ Ἀχιλλέως μνῆμα, κατοικία μικρά. κατέσκαπται δὲ καὶ τὸ Σίγειον ὑπὸ τῶν Ἰλιέων ἀπειθοῦν· ὑπʼ ἐκείνοις γὰρ ἦν ὕστερον ἡ παραλία πᾶσα ἡ μέχρι Δαρδάνου, καὶ νῦν ὑπʼ ἐκείνοις ἐστί. τὸ δὲ παλαιὸν ὑπὸ τοῖς Αἰολεῦσιν ἦν τὰ πλεῖστα, ὥστε Ἔφορος οὐκ ὀκνεῖ πᾶσαν τὴν ἀπὸ Ἀβύδου μέχρι Κύμης καλεῖν Αἰολίδα. Θουκυδίδης δέ φησιν ἀφαιρεθῆναι τὴν Τροίαν ὑπὸ Ἀθηναίων τοὺς Μιτυληναίους ἐν τῷ Πελοποννησιακῷ πολέμῳ τῷ Παχητείῳ.
德米特里乌斯说,蒂迈欧在记录中撒了谎,他说培里安德用来自伊里奥的石料修筑了针对雅典人的阿基莱翁防塞,以帮助皮塔科斯等人;因为这一地方是由米蒂利尼人针对西盖翁修筑的防塞,但绝非用那样的石料,也非由培里安德所筑。因为一个与他们交战的人,怎么可能被选为仲裁人呢?阿基莱翁是阿基琉斯陵墓所在地,是一个小定居点。西盖翁也因不顺从而被伊里奥人铲平;因为后来直到达尔达诺斯的整个海岸都在他们的控制之下,现在也在他们的控制之下。而古时大部分在埃奥利斯人控制下,以至于埃福罗斯毫不犹豫地将从阿比多斯到库墨的整个地区称为埃奥利斯。修昔底德也说,在伯罗奔尼撒战争中帕克斯指挥的远征里,米蒂利尼人被雅典人夺去了特洛伊。
λέγουσι δʼ οἱ νῦν Ἰλιεῖς καὶ τοῦτο ὡς οὐδὲ τελέως ἠφανίσθαι συνέβαινεν3 τὴν πόλιν κατὰ τὴν ἅλωσιν ὑπὸ τῶν Ἀχαιῶν, οὐδʼ ἐξελείφθη οὐδέποτε. αἱ γοῦν Λοκρίδες παρθένοι μικρὸν ὕστερον ἀρξάμεναι ἐπέμποντο κατʼ ἔτος· καὶ ταῦτα δʼ οὐχ Ὁμηρικά· οὐδὲ γὰρ τῆς Κασάνδρας φθορὰν οἶδεν Ὅμηρος, ἀλλʼ ὅτι μὲν παρθένος ἦν ὑπʼ ἐκεῖνον τὸν χρόνον λέγει "πέφνε γὰρ Ὀθρυονῆα, Καβησόθεν ἔνδον ἐόντα, ὅς ῥα νέον πτολέμοιο μετὰ κλέος εἰληλούθει. ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην, Κασσάνδρην, ἀνάεδνον." βίας δὲ οὐδὲ μέμνηται, οὐδʼ ὅτι ἡ φθορὰ τοῦ Αἴαντος ἐν τῇ ναυαγίᾳ κατὰ μῆνιν Ἀθηνᾶς συνέβη ἢ κατὰ τοιαύτην αἰτίαν, ἀλλʼ ἀπεχθανόμενον μὲν τῇ Ἀθηνᾷ κατὰ τὸ κοινὸν εἴρηκεν (ἁπάντων γὰρ εἰς τὸ ἱερὸν ἀσεβησάντων ἅπασιν ἐμήνιεν), ἀπολέσθαι δὲ ὑπὸ Ποσειδῶνος μεγαλορρημονήσαντα· τὰς δὲ Λοκρίδας πεμφθῆναι Περσῶν ἤδη κρατούντων συνέβη.
现在的伊里奥人还说,城市在被阿开亚人攻占时并没有完全消失,也从未被废弃。无论如何,洛克里斯的少女们在此后不久开始,每年都被派遣;但这也不是荷马式的;因为荷马并不知道卡珊德拉遭到凌辱,但他确实说她当时是处女: “因为他杀死了奥特律奥纽斯,他来自卡贝索斯, 因追随战争的名声而刚来到。 他向普里阿摩斯求娶其女儿中容貌最美的 卡珊德拉,且无需聘礼。” 他根本没有提到暴力,也没有说艾阿斯在海难中的灭亡是因为雅典娜的愤怒或类似原因,而是说他因为共同的原因被雅典娜憎恨(因为所有人都在神庙里作恶,所以她对所有人发怒),并说他因为大言不惭而被波塞冬毁灭;而洛克里斯少女的派遣是在波斯人已经统治的时候发生的。
- 13.1.37ἐσκόπευεν
此第三人称单数动词可以将波里忒斯作为主语,但在此处最好解释为泛指的主语,即“人们可以从几乎同等的距离、在高度得多的卫城上进行监视”。这符合上下文的逻辑,即如果现在的伊里翁是特洛伊,由于卫城提供了更好的视野,波里忒斯前往墓地监视的行动就显得“无功/愚蠢”(μάταιος)。
- 13.1.39πῶς γὰρ ἂν αἱρεθῆναι
这是 ἄν 与不定式 αἱρεθῆναι 连用的结构,在依赖于主动词 φησίν 的间接引语中。它代表了原本带有 ἄν 和直陈式过去时(或潜在希求式)的反问句,表示“怎么可能被选为仲裁人?”这种表示不可能或相反事实的语气。
- 13.1.40ὡς οὐδὲ τελέως ἠφανίσθαι συνέβαινεν
在 ὡς 引导的从句中,未完成过去时直陈式 συνέβαινεν 与不定式 ἠφανίσθαι 连用,后者作为主语(或补语),形成了“城市完全消失并未发生”的双重叙述结构。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
