← 伪普鲁塔克

论音乐

§22

蒂迈欧篇灵魂生成论与柏拉图的和声学

为证明柏拉图排斥特定乐调是出于政制考量而非无知,本节援引《蒂迈欧篇》中的灵魂生成论,详细剖析了八度音程中的中项数理比例关系,以表明其深厚的和声学造诣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22

δεδειγμένου δʼ ὅτι1 ὁ Πλάτων οὔτʼ ἀγνοίᾳ οὔτʼ ἀπειρίᾳ τὰ ἄλλα παρῃτήσατο ἀλλʼ ὡς οὐ πρέποντα τοιαύτῃ πολιτείᾳ, δείξομεν ἑξῆς ὅτι ἔμπειρος ἁρμονίας ἦν. ἐν γοῦν τῇ ψυχογονίᾳ τῇ ἐν τῷ Τιμαίῳ τήν τε περὶ τὰ μαθήματα καὶ μουσικὴν σπουδὴν ἐπεδείξατο ὧδέ πως· καὶ μετὰ ταῦτα συνεπλήρου τά τε διπλάσια καὶ τὰ τριπλάσια διαστήματα, μοίρας τʼ ἐκεῖθεν ἀποτέμνων καὶ τιθεὶς εἰς τὸ μεταξὺ τούτων· ὥστʼ ἐν ἑκάστῳ διαστήματι δύο εἶναι μεσότητας. ἁρμονικῆς γὰρ ἦν ἐμπειρίας τοῦτο τὸ προοίμιον, ὡς αὐτίκα δείξομεν. τρεῖς εἰσι μεσότητες αἱ πρῶται, ἀφʼ ὧν λαμβάνεται πᾶσα μεσότης, ἀριθμητική, ἁρμονική, γεωμετρουμένη. τούτων ἡ μὲν ἴσῳ ἀριθμῷ ὑπερέχει καὶ ὑπερέχεται ἡ δʼ ἴσῳ λόγῳ ἡ δʼ οὔτε λόγῳ οὔτʼ ἀριθμῷ, ὁ τοίνυν τὴν ψυχικὴν ἁρμονίαν τῶν τεσσάρων στοιχείων καὶ τὴν αἰτίαν τῆς πρὸς ἄλληλα ἐξ ἀνομοίων συμφωνίας δεῖξαι ἁρμονικῶς βουληθεὶς ἐν ἑκάστῳ διαστήματι δύο μεσότητας ψυχικὰς ἀπέφηνε κατὰ τὸν μουσικὸν λόγον. τῆς γὰρ διὰ πασῶν ἐν μουσικῇ συμφωνίας δύο διαστήματα μέσα εἶναι συμβέβηκεν, ὧν τὴν ἀναλογίαν δείξομεν. ἡ μὲν γὰρ διὰ πασῶν ἐν διπλασίονι λόγῳ θεωρεῖται· ποιήσει δʼ εἰκόνος χάριν τὸν διπλάσιον λόγον κατʼ ἀριθμὸν τὰ ἓξ καὶ τὰ δώδεκα· ἔστι δὲ τοῦτο τὸ διάστημα ἀφʼ ὑπάτης μέσων ἐπὶ νήτην διεζευγμένων. ὄντων οὖν τῶν ἓξ καὶ δώδεκα ἄκρων, ἔχει ἡ μὲν ὑπάτη μέσων τὸν τῶν ἓξ ἀριθμόν, ἡ δὲ νήτη διεζευγμένων τὸν τῶν δώδεκα. λαβεῖν δὴ λοιπὸν χρὴ πρὸς τούτοις ἀριθμοὺς τοὺς μεταξὺ πίπτοντας· ὧν οἱ ἄκροι ὁ μὲν ἐπίτριτος ὁ δʼ ἡμιόλιος φανήσεται·2 εἰσὶ δʼ ὁ τῶν ὀκτὼ καὶ τῶν ἐννέα· τῶν γὰρ ἓξ τὰ μὲν ὀκτὼ ἐπίτριτα τὰ δʼ ἐννέα ἡμιόλια. τὸ μὲν ἓν ἄκρον τοιοῦτο, τὸ δʼ ἄλλο τὸ τῶν δώδεκα τῶν μὲν ἐννέα ἐπίτριτα τῶν δʼ ὀκτὼ ἡμιόλια. τούτων οὖν τῶν ἀριθμῶν ὄντων μεταξὺ τῶν ἓξ καὶ τῶν δώδεκα καὶ τοῦ διὰ πασῶν διαστήματος ἐκ τοῦ διὰ τεττάρων καὶ τοῦ διὰ πέντε συνεστῶτος, δῆλον ὅτι ἕξει ἡ μὲν μέση τὸν τῶν ὀκτὼ ἀριθμόν, ἡ δὲ παραμέση τὸν τῶν ἐννέα. τούτου γενομένου, ἕξει ἡ ὑπάτη πρὸς μέσην ὡς παραμέση πρὸς νήτην διεζευγμένων ἀπὸ γὰρ ὑπάτης μέσων διὰ τεττάρων ἐπὶ μέσην, ἀπὸ δὲ παραμέσης ἐπὶ νήτην διεζευγμένων διὰ πασῶν.3 ἡ αὐτὴ δʼ ἀναλογία καὶ ἐπὶ τῶν ἀριθμῶν εὑρίσκεται ὡς γὰρ ἔχει τὰ ἓξ πρὸς τὰ ὀκτώ, οὕτω τὰ ἐννέα πρὸς τὰ δώδεκα· καὶ ὡς ἔχει τὰ ἓξ πρὸς τὰ ἐννέα, οὕτω τὰ ὀκτὼ πρὸς τὰ δώδεκα· ἐπίτριτα γὰρ τὰ μὲν ὀκτὼ τῶν ἓξ τὰ δὲ δώδεκα τῶν ἐννέα, ἡμιόλιά δὲ τὰ μὲν ἐννέα τῶν ἓξ τὰ δὲ δώδεκα τῶν ὀκτώ. ἀρκέσει τὰ εἰρημένα εἰς τὸ ἐπιδεδειχέναι ἣν εἶχε περὶ τὰ μαθήματα σπουδὴν καὶ ἐμπειρίαν Πλάτων.

在证明了柏拉图摒弃其他音乐并非出于无知或缺乏经验,而是认为它们不适合那样的城邦政制之后,我们接下来将证明他对和声学极为精通。至少在《蒂迈欧篇》论述灵魂生成的段落中,他大致如下展示了自己对数理诸学科以及音乐的潜心钻研: “在这之后,他又填补了双倍和三倍的间距,从中切出若干部分,置于它们之间,以使每个间距中都有两个中项。” 正如我们将立刻证明的那样,这一序奏正是通晓和声学的明证。最基本的比例中项有三种,一切中项皆由此导出:算术中项、和声中项与几何中项。其中一种是按相等的数值超越并被超越,另一种是按相等的比率,再一种则既非按比率亦非按数值。因此,他立意以和声学的方式展示四元素的灵魂和声,以及由互不相同的事物达成彼此协和的原因,便依照音乐的比例关系,在每个间距中设定了两个灵魂的中项。因为在音乐中,八度音程的协和恰好包含两个中间音程,我们将展示它们之间的比例。八度音程是以双倍比例(2:1)来考察的;为了举例说明,六与十二在数值上将构成双倍比例。这一音程是从中音首弦到分音极弦。既然六与十二是两端项,中音首弦即对应数字六,分音极弦对应数字十二。接下来必须在它们之外取落入其间的数字;相对于这些中间项,两端项之一将呈现为四比三,另一项呈现为三比二。这两个数字就是八和九;因为相对于六,八是四比三,九是三比二。这一端项是如此,而另一端项十二相对于九则是四比三,相对于八则是三比二。因此,鉴于这些数字介于六与十二之间,且八度音程由四度音程与五度音程构成,显然中弦将拥有数字八,而次中弦将拥有数字九。如此一来,中音首弦与中弦之比,就如同次中弦与分音极弦之比;因为从中音首弦到中弦是四度音程,而从次中弦到分音极弦是八度音程。同样的比例亦见于数字之中;因为六之于八,正如九之于十二;六之于九,正如八之于十二。因为相对于六,八是四比三,十二相对于九也是四比三;而相对于六,九是三比二,十二相对于八也是三比二。上述论述足以证明柏拉图在数理诸学科上所具有的热忱与熟练经验。

语法注3 条
  1. 22δεδειγμένου δʼ ὅτι

    由中性单数完成时被动分词 δεδειγμένου 构成的非人称属格独立结构。其后引出的 ὅτι 从句在实际语义上充当被动分词的主语(“……已被证明之后”)。

  2. 22ὧν οἱ ἄκροι ὁ μὲν ἐπίτριτος ὁ δʼ ἡμιόλιος φανήσεται

    关系代名词 ὧν 指代前文“落入其间的数字(8和9)”,在从句中作参照/比较属格。主语 οἱ ἄκροι(两端项)由 ὁ μέν 和 ὁ δέ 构成部分同位语,分别与表语形容词 ἐπίτριτος(4:3)及 ἡμιόλιος(3:2)相对应。

  3. 22ἀπὸ δὲ παραμέσης ἐπὶ νήτην διεζευγμένων διὰ πασῶν

    与前半句 ἀπὸ γὰρ ὑπάτης μέσων διὰ τεττάρων ἐπὶ μέσην 构成对举的平行结构,省略了系动词 ἐστίν。在音乐理论中,从次中弦(9)到分音极弦(12)实际上应为四度音程(διὰ τεττάρων),但传世文本作 διὰ πασῶν(八度音程),语法上作表语处理并依照原文直译。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg002.humanitext-grc2:22