- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg002.humanitext-grc2:20-21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论证悲剧诗人与古代音乐家未使用半音音阶、转调与多弦化并非出于无知,而是出于自主选择的克制,并指出古人在节奏与乐器技法上同样拥有丰富独特的多样性。
οἷόν τι καὶ ἐπὶ τῶν τῆς τραγῳδίας ποιητῶν· τῷ γὰρ χρωματικῷ γένει καὶ τῷ ῥυθμῷ τραγῳδία μὲν οὐδέπω καὶ τήμερον κέχρηται, κιθάρα δέ, πολλαῖς γενεαῖς πρεσβυτέρα τραγῳδίας οὖσα, ἐξ ἀρχῆς ἐχρήσατο. τὸ δὲ χρῶμα ὅτι πρεσβύτερόν ἐστι τῆς ἁρμονίας, σαφές.1 δεῖ γὰρ δηλονότι κατὰ τὴν τῆς ἀνθρωπίνης φύσεως ἔντευξιν καὶ χρῆσιν τὸ πρεσβύτερον λέγειν· κατὰ γὰρ αὐτὴν τὴν τῶν γενῶν φύσιν οὐκ ἔστιν ἕτερον ἑτέρου πρεσβύτερον. εἰ οὖν τις Αἰσχύλον ἢ Φρύνιχον φαίη ἄγνοιαν ἀπεσχῆσθαι τοῦ χρώματος, ἆρά γ’ οὐκ ἂν ἄτοπος εἴη; ὁ γὰρ αὐτὸς καὶ Παγκράτην ἂν εἴποι ἀγνοεῖν τὸ χρωματικὸν γένος· ἀπείχετο γὰρ καὶ οὗτος ὡς ἐπὶ τὸ πολὺ τούτου, ἐχρήσατο δʼ ἔν τισιν· οὐ διʼ ἄγνοιαν οὖν δηλονότι, ἀλλὰ διὰ τὴν προαίρεσιν ἀπείχετο· ἐζήλου γοῦν, ὡς αὐτὸς ἔφη, τὸν Πινδάρειόν τε καὶ Σιμωνίδειον τρόπον καὶ καθόλου τὸ ἀρχαῖον καλούμενον ὑπὸ τῶν νῦν.
在悲剧诗人身上也有类似的情形。因为悲剧直到今天都从未使用过半音音阶属及其节奏,然而比悲剧早许多个世代的基萨拉琴却自始就使用了它。半音音阶比纯正律音列(调和音阶)更为古老,这是显而易见的;因为显然必须依照人类天性的接触与使用经验来论述“更古老”,若单就各音属自身的本质而言,并不存在一个先于另一个。因此,如果有人说埃斯库罗斯或弗律尼科斯是出于无知才避开半音音阶属,岂不是荒谬可笑吗?因为同一个人也会说潘克拉特斯对半音音阶属一无所知;因为潘克拉特斯在绝大多数情况下也避开它,只是在某些作品中使用。显然,他避开并非出于无知,而是出于审慎的抉择;正如他自己所言,他倾心效法品达和西摩尼得斯的风格,以及总体上被今人称为“古代”的典范。
ὁ αὐτὸς δὲ λόγος καὶ περὶ Τυρταίου τε τοῦ Μαντινέως καὶ Ἀνδρέα τοῦ Κορινθίου καὶ Θρασύλλου τοῦ Φλιασίου καὶ ἑτέρων πολλῶν, οὓς πάντας ἴσμεν διὰ προαίρεσιν ἀπεσχημένους χρώματὸς τε καὶ μεταβολῆς καὶ πολυχορδίας καὶ ἄλλων πολλῶν ἐν μέσῳ ὄντων ῥυθμῶν τε καὶ ἁρμονιῶν καὶ λέξεων καὶ μελοποιίας καὶ ἑρμηνείας. αὐτίκα Τηλεφάνης ὁ Μεγαρικὸς οὕτως ἐπολέμησε ταῖς σύριγξιν, ὥστε τοὺς αὐλοποιοὺς οὐδʼ ἐπιθεῖναι πώποτʼ εἴασεν ἐπὶ τοὺς αὐλούς, ἀλλὰ καὶ τοῦ Πυθικοῦ ἀγῶνος μάλιστα διὰ ταῦτʼ ἀπέστη. καθόλου δʼ εἴ τις τῷ μὴ χρῆσθαι τεκμαιρόμενος καταγνώσεται τῶν μὴ χρωμένων ἄγνοιαν, πολλῶν ἄν τις φθάνοι καὶ τῶν νῦν καταγιγνώσκων2 οἷον, τῶν μὲν Δωριωνείων τοῦ Ἀντιγενιδείου τρόπου καταφρονούντων, ἐπειδήπερ οὐ χρῶνται αὐτῷ τῶν δʼ, Ἀντιγενιδείων τοῦ Δωριωνείου διὰ τὴν αὐτὴν αἰτίαν τῶν κιθαρῳδῶν τοῦ Τιμοθείου τρόπου, σχεδὸν γὰρ ἀποπεφοιτήκασιν εἴς τε τὰ καττύματα καὶ εἰς τὰ Πολυείδου ποιήματα. πάλιν δʼ αὖ εἴ τις καὶ περὶ τῆς ποικιλίας ὀρθῶς τε καὶ ἐμπείρως ἐπισκοποίη, τὰ τότε καὶ τὰ νῦν συγκρίνων, εὕροι ἂν ἐν χρήσει οὖσαν καὶ τότε τὴν ποικιλίαν, τῇ γὰρ περὶ τὰς ῥυθμοποιίας ποικιλίᾳ οὔσῃ ποικιλωτέρᾳ ἐχρήσαντο3 οἱ παλαιοί· ἐτίμων γοῦν τὴν ῥυθμικὴν ποικιλίαν, καὶ τὰ περὶ τὰς κρουματικὰς δὲ διαλέκτους τότε ποικιλώτερα ἦν· οἱ μὲν γὰρ νῦν φιλομαθεῖς οἱ δὲ τότε φιλόρρυθμοι. δῆλον οὖν ὅτι οἱ παλαιοὶ οὐ διʼ ἄγνοιαν ἀλλὰ διὰ προαίρεσιν ἀπείχοντο τῶν κεκλασμένων μελῶν. καὶ τί θαυμαστόν; πολλὰ γὰρ καὶ ἄλλα τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων οὐκ ἀγνοεῖται μὲν ὑπὸ τῶν χρωμένων, ἀπηλλοτρίωται δʼ αὐτῶν, τῆς χρείας ἀφαιρεθείσης, διὰ τὸ εἰς ἔνια ἀπρεπές.
关于曼提尼亚的泰尔泰奥斯、科林斯的安德烈亚斯、弗利乌斯的特拉绪罗斯以及许多其他人,也可以作同样的论述;我们知道他们所有人都是出于审慎抉择,才避开半音音阶属、转调、多弦化,以及当时已有的许多节奏、调式、歌词用语、旋律作法和演奏表达风格。例如墨伽拉的忒勒凡内斯曾坚决反对管乐器上的附管装置(塞林克斯),以至于他从不允许乐器制作者将其安装在双簧管上,甚至主要因为这一原因退出了皮提亚赛会。总体而言,如果有人仅凭不使用就断定不使用者是出于无知,那么他在当代人中也将不得不宣判许多人是无知的——例如,多利昂派因不使用安提格尼德斯的风格而鄙视它,安提格尼德斯派因同样的原因鄙视多利昂的风格,基萨拉歌唱家们鄙视蒂莫特奥斯的风格(因为他们如今几乎完全转向了拼凑之作和波吕埃多斯的作品)。另一方面,如果有人也就多样性将昔日与现今加以比较并进行客观而精湛的考察,他就会发现多样性在当时同样处于使用之中;因为古人所使用的是在节奏构建上更为复杂多样的丰富性。他们重视节奏的多样性,当时器乐演奏的技法表现也更为丰富多彩;因为如今的人沉溺于技巧见识,而当时的人则钟情于节奏。由此可见,古人避开那些靡靡涣散的旋律,绝非出于无知,而是出于自主的抉择。这又何足为奇?在人生诸种行事中,也有许多其他技艺并非使用者不知晓,而是因为在某些场合显得有失得体,才摒弃不用、将其屏除在外。
- 20τὸ δὲ χρῶμα ὅτι πρεσβύτερόν ἐστι τῆς ἁρμονίας, σαφές
先取句式(prolepsis),从属分句的主语 τὸ χρῶμα 被提前至连词 ὅτι 之前。整个 ὅτι 名词性分句作省略主系动词的表语 σαφές [ἐστι] 的主语。
- 21πολλῶν ἄν τις φθάνοι καὶ τῶν νῦν καταγιγνώσκων
动词 φθάνω 搭配补充性分词(καταγιγνώσκων)的固定用法,结合 ἄν 与祈愿语气表示潜在结果(“人们就会先入为主地/过早地断定现代人中的许多人也是……”)。动词 καταγιγνώσκω 支配被断定者的人称属格(πολλῶν... τῶν νῦν),并承接前句的指控宾格 ἄγνοιαν。
- 21τῇ γὰρ περὶ τὰς ῥυθμοποιίας ποικιλίᾳ οὔσῃ ποικιλωτέρᾳ ἐχρήσαντο
动词 ἐχρήσαντο 支配与格宾语 τῇ... ποικιλίᾳ,分词短语 οὔσῃ ποικιλωτέρᾳ 作表语性修饰(谓语性分词),表示“古人所使用的节奏构建的多样性本身甚至更为丰富多变”。
