← 亚里士多德

修辞学

§1.14.1-1.14.7

衡量不正义行为严重性的标准

文章阐述了衡量不正义行为严重程度的各种标准,如动机大小、损害程度、不可弥补性、社会与道德影响,以及对未成文法的违反等。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14.1

ἀδίκημα δὲ μεῖζον, ὅσῳ ἂν ἀπὸ μείζονος ᾖ ἀδικίας· διὸ τὰ ἐλάχιστα μέγιστα, οἷον ὃ Μελανώπου Καλλίστρατος κατηγόρει,1 ὅτι παρελογίσατο τρία ἡμιωβέλια ἱερὰ τοὺς ναοποιούς· ἐπὶ δικαιοσύνης δὲ τοὐναντίον. ἔστιν δὲ ταῦτα ἐκ τοῦ ἐνυπάρχειν τῇ δυνάμει·2 ὁ γὰρ τρία ἡμιωβέλια ἱερὰ κλέψας κἂν ὁτιοῦν ἀδικήσειεν. ὁτὲ μὲν δὴ οὕτω τὸ μεῖζον, ὁτὲ δʼ ἐκ τοῦ βλάβους κρίνεται.

不正义行为越是源于更重大的不正义,它就越严重;因此,最微小的事情会变成最重大的事情,正如梅拉诺普斯之子卡利斯特拉托斯所指控的,指控被告欺骗了庙宇建造者三个神圣的半奥博尔币;但在正义的情况下,情况相反。这是因为这些行为在潜能上已经包含其中;因为偷窃了三个神圣半奥博尔币的人,会做出任何不正义的事。因此,有时重大性是以这种方式判断的,而有时则是根据损害的大小来判断。

§1.14.2

καὶ οὗ μὴ ἔστιν ἴση τιμωρία, ἀλλὰ πᾶσα ἐλάττων. καὶ οὗ μὴ ἔστιν ἴασις· χαλεπὸν γὰρ †καὶ ἀδύνατον†. καὶ οὗ μὴ ἔστιν δίκην λαβεῖν τὸν παθόντα· ἀνίατον γάρ· ἡ γὰρ δίκη καὶ κόλασις καὶ ἴασις.

此外,当对该行为没有同等的处罚,而所有的处罚都显得较轻时。以及当无法补救时;因为这极其困难甚至是不可能的。以及当受害者无法获得司法公正时;因为这是不可治愈的,因为法判和处罚才是治愈手段。

§1.14.3

καὶ εἰ ὁ παθὼν καὶ ἀδικηθεὶς αὐτὸς αὑτὸν μεγάλως ἐκόλασεν· ἔτι γὰρ μείζονι ὁ ποιήσας δίκαιος κολασθῆναι, οἷον Σοφοκλῆς ὑπὲρ Εὐκτήμονος συνηγορῶν, ἐπεὶ ἀπέσφαξεν ἑαυτὸν ὑβρισθείς, οὐ τιμήσειν ἔφη ἐλάττονος ἢ ὁ παθὼν ἑαυτῷ ἐτίμησεν.3

以及如果受害者和遭受不正义的人自己对自己进行了严厉的惩罚;因为施害者理应受到更重大的惩罚,正如索福克勒斯在为尤克特蒙辩护时,由于尤克特蒙在受到侮辱后自杀,他表示,对施害者的处罚估定,绝不应少于受害者对自己估定的处罚。

§1.14.4

καὶ ὃ μόνος ἢ πρῶτος ἢ μετʼ ὀλίγων πεποίηκεν. καὶ τὸ πολλάκις τὸ αὐτὸ ἁμαρτάνειν. καὶ διʼ ὃ ἂν ζητηθῇ καὶ εὑρεθῇ τὰ κωλύοντα καὶ ζημιοῦντα, οἷον ἐν Ἄργει ζημιοῦται διʼ ὃν ἂν νόμος τεθῇ καὶ διʼ οὓς τὸ δεσμωτήριον ᾠκοδομήθη.

以及某人单独、首次或与极少数人一起做过的事。以及反复犯同样的错误。以及因为该行为,人们才去寻找并制定了预防和惩罚的措施,例如在阿耳戈斯,某人因为其行为导致法律被制定,或者某些人因为其行为导致监狱被建造,从而受到惩罚。

§1.14.5

καὶ τὸ θηριωδέστερον ἀδίκημα μεῖζον. καὶ ὃ ἐκ προνοίας μᾶλλον. καὶ ὃ οἱ ἀκούοντες φοβοῦνται μᾶλλον ἢ ἐλεοῦσιν. καὶ τὰ μὲν ῥητορικά ἐστι τοιαῦτα, ὅτι πολλὰ ἀνῄρηκεν ἢ ὑπερβέβηκεν, οἷον ὅρκους, δεξιάς, πίστεις, ἐπιγαμίας· πολλῶν γὰρ ἀδικημάτων ὑπεροχή.

以及更残暴的不正义行为更为严重。以及更具预谋性的行为。以及听闻者感到恐惧胜过同情的事情。而修辞学上的论据则是诸如此类:即他废除或逾越了许多规章,例如誓言、握手盟约、信义、通婚权;因为这是许多不正义行为的重叠与超越。

§1.14.6

καὶ τὸ ἐνταῦθα οὗ κολάζονται οἱ ἀδικοῦντες, ὅπερ ποιοῦσιν οἱ ψευδομαρτυροῦντες· ποῦ γὰρ οὐκ ἂν ἀδικήσαιεν, εἴ γε καὶ ἐν τῷ δικαστηρίῳ; καὶ ἐφʼ οἷς αἰσχύνη μάλιστα. καὶ εἰ τοῦτον ὑφʼ οὗ εὖ πέπονθεν· πλείω γὰρ ἀδικεῖ, ὅτι τε κακῶς ποιεῖ καὶ ὅτι οὐκ εὖ.

以及在惩罚不正义者的场所犯下不正义,这正是作伪证者所做的事;因为如果他们甚至在法庭上都犯下不正义,他们还有哪里不会犯下不正义呢?以及在最令人感到羞耻的事情上。以及如果一个人对恩人犯下不正义;因为他犯下了更多的罪过,这不仅是因为他作恶,还因为他没有报恩。

§1.14.7

καὶ ὃ παρὰ τὰ ἄγραφα δίκαια· ἀμείνονος γὰρ μὴ διʼ ἀνάγκην δίκαιον εἶναι· τὰ μὲν οὖν γεγραμμένα ἐξ ἀνάγκης, τὰ δʼ ἄγραφα οὔ. ἄλλον δὲ τρόπον, εἰ παρὰ τὰ γεγραμμένα· ὁ γὰρ τὰ φοβερὰ ἀδικῶν καὶ τὰ ἐπιζήμια καὶ τὰ ἀζήμια ἀδικήσειεν ἄν. περὶ μὲν οὖν ἀδικήματος μείζονος καὶ ἐλάττονος εἴρηται.

以及违反未成文正义的行为;因为非出于被迫而保持正义是更优良的;成文法律是出于被迫,而未成文法则不然。但在另一种意义上,如果违反了成文法律;因为在令人恐惧和要受惩罚的事情上犯下不正义的人,在不受惩罚的事情上也同样会犯下不正义。 关于更重大和较轻微的不正义行为,就以此作为已经说过的结论。

语法注3 条
  1. 1374b25ὃ Μελανώπου Καλλίστρατος κατηγόρει

    属格 Μελανώπου 是修饰专有名词 Καλλίστρατος 的父名属格,意为“梅拉诺普斯之子卡利斯特拉托斯”。根据希腊人名习惯及上下文,不应将其解释为卡利斯特拉托斯控告梅拉诺普斯。

  2. 1374b25ἔστιν δὲ ταῦτα ἐκ τοῦ ἐνυπάρχειν τῇ δυνάμει

    这是由介词 ἐκ 支配的冠词性不定式 τοῦ ἐνυπάρχειν 结构。与格 τῇ δυνάμει 用作状语(意为“在潜能上”或“潜在地”),修饰该不定式,用以解释微小的偷盗行为其实包含了犯下任何不正义行为的潜能。

  3. 1375a1οὐ τιμήσειν ἔφη ἐλάττονος ἢ ὁ παθὼν ἑαυτῷ ἐτίμησεν

    动词 τιμάω(估定刑罚)在此处支配表示价值或刑罚的属格 ἐλάττονος。在关系从句中,与格 ἑαυτῷ 是表示不利益的与格(“对自己”)。该对比表明,既然受害者对自己估定了极刑(自杀),发言者绝不会对加害者估定比这更轻的惩罚。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:1.14.1-1.14.7