← 亚里士多德

修辞学

§1.13.10-1.13.19

行为者的意图与补充成文法的公道

亚里士多德阐明不正义行为取决于行为者的选择,并由此引出弥补成文法不足的“衡平(公道)”概念,详细叙述了衡平的具体表现与衡平之人的特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13.10

ἔστι δὲ πάντα τὰ τοιαῦτα περὶ τοῦ ἄδικον εἶναι καὶ φαῦλον ἢ μὴ ἄδικον ἀμφισβήτησις· ἐν γὰρ τῇ προαιρέσει ἡ μοχθηρία καὶ τὸ ἀδικεῖν, τὰ δὲ τοιαῦτα τῶν ὀνομάτων προσσημαίνει τὴν προαίρεσιν,1 οἷον ὕβρις καὶ κλοπή· οὐ γὰρ εἰ ἐπάταξεν πάντως ὕβρισεν, ἀλλʼ εἰ ἕνεκά του, οἷον τοῦ ἀτιμάσαι ἐκεῖνον ἢ αὐτὸς ἡσθῆναι. οὐδὲ πάντως, εἰ λάθρᾳ ἔλαβεν, ἔκλεψεν, ἀλλʼ εἰ ἐπὶ βλάβῃ τούτου ἀφʼ οὗ ἔλαβε καὶ σφετερισμῷ ἑαυτοῦ. ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων ἔχει ὥσπερ καὶ περὶ τούτων.

所有此类争执都是关于行为是不正义且邪恶的,还是并非不正义的;因为邪恶和行不正义在于选择,而诸如侮辱和偷窃之类的名称也附加地表明了选择。因为动手打人者并非在所有情况下都是侮辱,而只有在出于某种目的时才是,例如为了羞辱对方或者为了取悦自己。暗中拿走东西者也并非在所有情况下都是偷窃,而只有在给被拿走东西的人带来伤害并据为己有时才是。关于其他事物的情况也与这些事物相似。

§1.13.11

ἐπεὶ δὲ τῶν δικαίων καὶ τῶν ἀδίκων ἦν δύο εἴδη (τὰ μὲν γὰρ γεγραμμένα τὰ δʼ ἄγραφα), περὶ ὧν μὲν οἱ νόμοι ἀγορεύουσιν εἴρηται, τῶν δʼ ἀγράφων δύο ἔστιν εἴδη·

既然正义和不正义有两种类型(一种是成文的,另一种是未成文的),法律所规定的那些已经讨论过了,而未成文的则有两种类型。

§1.13.12

ταῦτα δʼ ἐστὶν τὰ μὲν καθʼ ὑπερβολὴν ἀρετῆς καὶ κακίας, ἐφʼ οἷς ὀνείδη καὶ ἔπαινοι καὶ ἀτιμίαι, καὶ τιμαὶ καὶ δωρεαί (οἷον τὸ χάριν ἔχειν τῷ ποιήσαντι εὖ καὶ ἀντευποιεῖν τὸν εὖ ποιήσαντα, καὶ βοηθητικὸν εἶναι τοῖς φίλοις, καὶ ὅσα ἄλλα τοιαῦτα), τὰ δὲ τοῦ ἰδίου νόμου καὶ γεγραμμένου ἔλλειμμα.

这些未成文的规则,一方面是符合德行和恶行的超凡表现的,对此会有指责和赞美、耻辱,以及荣誉和赏赐(例如,向恩人表示感谢、向做好事的人予以报答、向朋友提供帮助,以及其他所有此类事情);另一方面,则是对特定成文法律之疏漏的弥补。

§1.13.13

τὸ γὰρ ἐπιεικὲς δοκεῖ δίκαιον εἶναι, ἔστιν δὲ ἐπιεικὲς τὸ παρὰ τὸν γεγραμμένον νόμον δίκαιον.2 συμβαίνει δὲ τοῦτο τὰ μὲν ἑκόντων τὰ δὲ ἀκόντων τῶν νομοθετῶν, ἀκόντων μὲν ὅταν λάθῃ, ἑκόντων δʼ ὅταν μὴ δύνωνται διορίσαι, ἀλλʼ ἀναγκαῖον μὲν ᾖ καθόλου εἰπεῖν, μὴ ᾖ δέ, ἀλλʼ ὡς ἐπὶ τὸ πολύ,3 καὶ ὅσα μὴ ῥᾴδιον διορίσαι διʼ ἀπειρίαν, οἷον τὸ τρῶσαι σιδήρῳ πηλίκῳ καὶ ποίῳ τινί· ὑπολείποι γὰρ ἂν ὁ αἰὼν διαριθμοῦντα.

因为衡平似乎是正义的,而衡平就是成文法律之外的正义。这发生有的是出于立法者的意愿,有的是违背他们的意愿。违背其意愿是指当他们忽略时,出于其意愿是指当他们无法进行详细界定,但又必须做普遍性陈述,而这并不是绝对的,而只是在大多数情况下如此;此外还有由于无限性而不易界定的事情,例如用铁器伤人,需要规定铁器多大、是哪一种;因为若一一列举,人的生命终究是不够用的。

§1.13.14

ἂν οὖν ᾖ ἀόριστον, δέῃ δὲ νομοθετῆσαι, ἀνάγκη ἁπλῶς εἰπεῖν, ὥστε κἂν δακτύλιον ἔχων ἐπάρηται τὴν χεῖρα ἢ πατάξῃ, κατὰ μὲν τὸν γεγραμμένον νόμον ἔνοχός ἐστι καὶ ἀδικεῖ, κατὰ δὲ τὸ ἀληθὲς οὐκ ἀδικεῖ, καὶ τὸ ἐπιεικὲς τοῦτό ἐστιν.

因此,如果事情是无法界定的,但又需要立法,就必须无条件地予以表述,结果就是,即使一个人戴着指环抬手或打人,按照成文法律他也是有罪的并犯下了不正义,但按照实际情况他并没有犯下不正义,而这就是衡平。

§1.13.15

εἰ δὲ ἐστὶ τὸ εἰρημένον τὸ ἐπιεικές, φανερὸν ποῖά ἐστι τὰ ἐπιεικῆ καὶ οὐκ ἐπιεικῆ, καὶ ποῖοι οὐκ ἐπιεικεῖς ἄνθρωποι·

如果衡平就是上述的内容,那么很明显,哪些事物是衡平的,哪些是不衡平的,以及哪些人是不衡平的人。

§1.13.16

ἐφʼ οἷς τε γὰρ δεῖ συγγνώμην ἔχειν, ἐπιεικῆ ταῦτα, καὶ τὸ τὰ ἁμαρτήματα καὶ τὰ ἀδικήματα μὴ τοῦ ἴσου ἀξιοῦν, μηδὲ τὰ ἁμαρτήματα καὶ τὰ ἀτυχήματα· ἀτυχήματα μὲν γὰρ ὅσα παράλογα καὶ μὴ ἀπὸ μοχθηρίας, ἁμαρτήματα δὲ ὅσα μὴ παράλογα καὶ μὴ ἀπὸ πονηρίας, ἀδικήματα δὲ ὅσα μήτε παράλογα ἀπὸ πονηρίας τέ ἐστιν· τὰ γὰρ διʼ ἐπιθυμίαν ἀπὸ πονηρίας.

因为那些应当予以宽恕的事物就是衡平的事物,同时,不将过失与不义行为等量齐观,也不将过失与不幸等量齐观,也是衡平的。因为不幸是指所有出乎意料且并非源于邪恶而发生的事;过失是指所有并非出乎意料但并非源于恶意而发生的事;而不义行为则是指所有并非出乎意料且源于恶意而发生的事;因为因欲望而做出的行为是源于恶意的。

§1.13.17

καὶ τὸ τοῖς ἀνθρωπίνοις συγγινώσκειν ἐπιεικές. καὶ τὸ μὴ πρὸς τὸν νόμον ἀλλὰ πρὸς τὸν νομοθέτην, καὶ μὴ πρὸς τὸν λόγον ἀλλὰ πρὸς τὴν διάνοιαν τοῦ νομοθέτου σκοπεῖν, καὶ μὴ πρὸς τὴν πρᾶξιν ἀλλὰ πρὸς τὴν προαίρεσιν, καὶ μὴ πρὸς τὸ μέρος ἀλλὰ πρὸς τὸ ὅλον, μηδὲ ποῖός τις νῦν, ἀλλὰ ποῖός τις ἦν ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολύ. καὶ τὸ μνημονεύειν μᾶλλον ὧν ἔπαθεν ἀγαθῶν ἢ κακῶν, καὶ ἀγαθῶν ὧν ἔπαθε μᾶλλον ἢ ὧν ἐποίησεν. καὶ τὸ ἀνέχεσθαι ἀδικούμενον. καὶ τὸ μᾶλλον λόγῳ ἐθέλειν κρίνεσθαι ἢ ἔργῳ. καὶ τὸ εἰς δίαιταν μᾶλλον ἢ εἰς δίκην βούλεσθαι ἰέναι· ὁ γὰρ διαιτητὴς τὸ ἐπιεικὲς ὁρᾷ, ὁ δὲ δικαστὴς τὸν νόμον· καὶ τούτου ἕνεκα διαιτητὴς εὑρέθη, ὅπως τὸ ἐπιεικὲς ἰσχύῃ. περὶ μὲν οὖν τῶν ἐπιεικῶν διωρίσθω τὸν τρόπον τοῦτον.

宽恕人性的弱点也是衡平的。并且不看法律本身而看立法者,不看字面含义而看立法者的意图,不看行为而看选择,不看局部而看整体,也不看某人现在是怎样的人,而看他一直以来或在大多数情况下是怎样的人。同时,多记住自己得到的恩惠而非受到的伤害,多记住自己得到的恩惠而非自己做过的好事。并且容忍遭受不正义。并且更愿意用言理而非用强权来解决争端。并且更愿意进行仲裁而非诉诸法庭;因为仲裁员看重衡平,而法官看重法律;也正是为了这个原因,仲裁员制度才被创立,以便衡平能够发挥效力。 关于衡平,就以此种方式予以界定。

语法注3 条
  1. 1374a10τὰ δὲ τοιαῦτα τῶν ὀνομάτων προσσημαίνει τὴν προαίρεσιν

    动词 προσσημαίνει 带有前缀 πρός(意为“附加地/伴随地”),表示这些名称在指出行为本身之外,还“附加表明了”选择(意图,προαίρεσιν)。这区分了单纯的物理行为与法律上定义的罪名(如侮辱)。

  2. 1374a25τὸ παρὰ τὸν γεγραμμένον νόμον δίκαιον

    介词 παρά 支配宾格通常译为“违反”,但在此处则表示成文法“之外”或“超出了”其范围。它指代一种补充性的正义,用以填补成文法因其普遍性表述而无法涵盖的空白。

  3. 1374a30ἀλλʼ ἀναγκαῖον μὲν ᾖ καθόλου εἰπεῖν, μὴ ᾖ δέ, ἀλλʼ ὡς ἐπὶ τὸ πολύ

    带有虚拟语气 ᾖ 的条件从句。在 μὴ ᾖ δέ 之后省略了前句的 καθόλου(普遍地),整句意为“尽管不得不做普遍的陈述,但实际上却无法绝对普遍适用,而只在大多数情况下如此”,用以表达普遍性陈述的局限性。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:1.13.10-1.13.19