← 亚里士多德

政治学

§7.1324b

对外征服作为城邦目的之批判

作者指出了将统治邻国视为国制唯一目的的观点,并列举了马其顿和斯基泰等国的武力扩张习俗。随后他批评了非法的统治以及在缺乏天然统治与被统治区分的情况下企图支配所有人的想法,指出这绝非政治家和立法者的真正职责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1324b

οἱ μὲν οὖν οὕτως ὑπολαμβάνουσιν, οἱ δὲ τὸν δεσποτικὸν καὶ τυραννικὸν τρόπον τῆς πολιτείας εἶναι μόνον εὐδαίμονά φασιν. παρʼ ἐνίοις δὲ καὶ τῆς πολιτείας οὗτος ὅρος καὶ τῶν νόμων ὅπως δεσπόζωσι1 τῶν πέλας. διὸ καὶ τῶν πλείστων νομίμων χύδην ὡς εἰπεῖν κειμένων παρὰ τοῖς πλείστοις, ὅμως εἴ πού τι πρὸς ἓν οἱ νόμοι βλέπουσι, τοῦ κρατεῖν στοχάζονται πάντες, ὥσπερ ἐν Λακεδαίμονι καὶ Κρήτῃ πρὸς τοὺς πολέμους συντέτακται σχεδὸν ἥ τε παιδεία καὶ τὸ τῶν νόμων πλῆθος· ἔτι δʼ ἐν τοῖς ἔθνεσι πᾶσι τοῖς δυναμένοις πλεονεκτεῖν ἡ τοιαύτη τετίμηται δύναμις, οἷον ἐν Σκύθαις καὶ Πέρσαις καὶ Θρᾳξὶ καὶ Κελτοῖς. ἐν ἐνίοις γὰρ καὶ νόμοι τινές εἰσι παροξύνοντες πρὸς τὴν ἀρετὴν ταύτην, καθάπερ ἐν Καρχηδόνι φασὶ τὸν ἐκ τῶν κρίκων κόσμον λαμβάνειν ὅσας ἂν στρατεύσωνται στρατείας· ἦν δέ ποτε καὶ περὶ Μακεδονίαν νόμος τὸν μηθένα ἀπεκταγκότα πολέμιον ἄνδρα περιεζῶσθαι τὴν φορβειάν·2 ἐν δὲ Σκύθαις οὐκ ἐξῆν πίνειν ἐν ἑορτῇ τινι σκύφον περιφερόμενον τῷ μηθένα ἀπεκταγκότι πολέμιον· ἐν δὲ τοῖς Ἴβηρσιν, ἔθνει πολεμικῷ, τοσούτους τὸν ἀριθμὸν ὀβελίσκους καταπηγνύουσι περὶ τὸν τάφον ὅσους ἂν διαφθείρῃ τῶν πολεμίων· καὶ ἕτερα δὴ παρʼ ἑτέροις ἔστι τοιαῦτα πολλά, τὰ μὲν νόμοις κατειλημμένα τὰ δὲ ἔθεσιν. καίτοι δόξειεν ἂν ἄγαν ἄτοπον ἴσως εἶναι τοῖς βουλομένοις ἐπισκοπεῖν, εἰ τοῦτʼ ἐστὶν ἔργον τοῦ πολιτικοῦ, τὸ δύνασθαι θεωρεῖν ὅπως ἄρχῃ καὶ δεσπόζῃ τῶν πλησίον, καὶ βουλομένων καὶ μὴ βουλομένων. πῶς γὰρ ἂν εἴη τοῦτο πολιτικὸν ἢ νομοθετικόν, ὅ γε μηδὲ νόμιμόν ἐστιν; οὐ νόμιμον δὲ τὸ μὴ μόνον δικαίως ἀλλὰ καὶ ἀδίκως ἄρχειν, κρατεῖν δʼ ἔστι καὶ μὴ δικαίως. ἀλλὰ μὴν οὐδʼ ἐν ταῖς ἄλλαις ἐπιστήμαις τοῦτο ὁρῶμεν· οὔτε γὰρ τοῦ ἰατροῦ οὔτε τοῦ κυβερνήτου ἔργον ἐστὶ τὸ ἢ πεῖσαι ἢ βιάσασθαι τοῦ μὲν τοὺς θεραπευομένους τοῦ δὲ τοὺς πλωτῆρας. ἀλλʼ ἐοίκασιν οἱ πολλοὶ τὴν δεσποτικὴν πολιτικὴν οἴεσθαι εἶναι, καὶ ὅπερ αὑτοῖς ἕκαστοι οὔ φασιν εἶναι δίκαιον οὐδὲ συμφέρον, τοῦτʼ οὐκ αἰσχύνονται πρὸς τοὺς ἄλλους ἀσκοῦντες· αὐτοὶ μὲν γὰρ παρʼ αὑτοῖς τὸ δικαίως ἄρχειν ζητοῦσι, πρὸς δὲ τοὺς ἄλλους οὐδὲν μέλει τῶν δικαίων. ἄτοπον δὲ εἰ μὴ φύσει τὸ μὲν δεσποστόν ἐστι τὸ δὲ οὐ δεσποστόν,3 ὥστε εἴπερ ἔχει τὸν τρόπον τοῦτον, οὐ δεῖ πάντων πειρᾶσθαι δεσπόζειν, ἀλλὰ τῶν δεσποστῶν, ὥσπερ οὐδὲ θηρεύειν ἐπὶ θοίνην ἢ θυσίαν ἀνθρώπους, ἀλλὰ τὸ πρὸς τοῦτο θηρευτόν· ἔστι δὲ θηρευτὸν ὃ ἂν ἄγριον ᾖ ἐδεστὸν ζῷον. ἀλλὰ μὴν εἴη γʼ ἂν καὶ καθʼ ἑαυτὴν μία πόλις εὐδαίμων,

有些人就是这样认为的,而另一些人则宣称,唯有专制和僭主式的国制形式才是幸福的。在某些人那里,这甚至成了国制和法律的准则:即如何统治邻人。因此,尽管在大多数人那里,绝大多数法律规定可以说是杂乱无章地制定出来的,但如果法律在某处指向一个目标,它们全都是以支配为目的的。正如在拉栖代梦和克里特,几乎所有的教育和大部分法律都是为了战争而组织起来的。此外,在所有有能力获取优势的民族中,这种力量都受到尊重,例如在斯基泰人、波斯人、色雷斯人和凯尔特人之中。因为在某些民族中,甚至有一些法律在鼓舞这种美德,正如在迦太基,据说人们可以获得与他们所参加的军事远征次数相同数量的环形装饰物。在马其顿,过去也曾有一条法律,规定凡未曾杀死过一个敌人的男人,必须套上马口绊。在斯基泰人中,凡未曾杀死过敌人的,在某种节日里是不允许从循环传递的杯中饮酒的。在好战的民族伊比利亚人中,他们要在墓旁竖立与死者所消灭的敌人数量相同的铁串。在不同的民族中,确实还有许多其他类似的做法,有些是由法律确立的,有些是由习俗确立的。 然而,对于那些想要考察的人来说,如果政治家的职责就是能够考究如何统治并专制地支配邻人——无论对方愿意与否——这也许显得极其荒谬。因为这怎么能是政治的或立法的职责呢?如果它甚至不是合法的?而不仅公正地而且不公正地统治是不合法的,但即使是不公正的,也可以进行支配。然而,在其他科学中,我们也没有看到这种情况;因为无论医生还是舵手,其职责都不是去说服或强迫,前者是对患者,后者是对水手。然而,大众似乎认为专制统治就是政治统治,而且他们声称对自己不公正、无益的事,却毫不羞耻地向他人施加;因为他们要求在自己人内部进行公正的统治,但对待他人时,却完全不关心什么是公正的。但是,如果自然中并非一种事物天生就该被专制统治,而另一种天生不该被专制统治,那也是很奇怪的。因此,如果情况确实如此,就不应该企图去专制地统治所有人,而应该只统治那些天生该被专制统治的人,正如我们不应该为了宴会或祭祀而去狩猎人类,而应该狩猎那些专供此用途的可猎物;而可猎物则是指那些可食用的野生动物。然而,即使是一个单独的城邦自给自足地存在,它也可能是幸福的,

语法注3 条
  1. 1324bὅπως δεσπόζωσι

    由连词 ὅπως 引导的从属从句。在此处起名词性作用,作为前文 οὗτος ὅρος(这一准则/目标)的同位语,具体说明其内容(即“如何统治邻人”)。

  2. 1324b15τὸν μηθένα ἀπεκταγκότα πολέμιον ἄνδρα περιεζῶσθαι τὴν φορβειάν

    带对格主语的不定式结构。其主语为对格短语 τὸν μηθένα ἀπεκταγκότα πολέμιον ἄνδρα(未曾杀死过一个敌人的男人),谓语为完成时中动不定式 περιεζῶσθαι(系在身上/佩戴),并以 τὴν φορβειάν(马口绊/头箍)作为其直接宾语。

  3. 1324b35εἰ μὴ φύσει τὸ μὲν δεσποστόν ἐστι τὸ δὲ οὐ δεσποστόν

    由“εἰ μὴ”(如果不)引导的条件从句,假设了一个反事实或荒谬的前提。与非人称主句谓语“ἄτοπον [ἐστι]”(荒谬/奇怪)相结合,该结构反向强调了“在自然本性上,必然存在‘应当被统治者’和‘不该被统治者’的区别”这一主张。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:7.1324b