- 底本
- Aristotle. Aristotelis Politica. Ross, William David, editor. Oxford: Clarendon Press, 1957 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:7.1324a
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-31
亚里士多德论证了个人的幸福与城邦的幸福是一致的,并明确了政治学考察的核心任务,进而提出了关于“政治实践生活”与“哲学观照生活”孰优孰劣的经典争论。
ὁ μετʼ ἀρετῆς κεχορηγημένης1 ἐπὶ τοσοῦτον ὥστε μετέχειν τῶν κατʼ ἀρετὴν πράξεων, πρὸς δὲ τοὺς ἀμφισβητοῦντας, ἐάσαντας2 ἐπὶ τῆς νῦν μεθόδου, διασκεπτέον ὕστερον, εἴ τις τοῖς εἰρημένοις τυγχάνει μὴ πειθόμενος. πότερον δὲ τὴν εὐδαιμονίαν τὴν αὐτὴν εἶναι φατέον ἑνός τε ἑκάστου τῶν ἀνθρώπων καὶ πόλεως ἢ μὴ τὴν αὐτήν, λοιπόν ἐστιν εἰπεῖν. φανερὸν δὲ καὶ τοῦτο. πάντες γὰρ ἂν ὁμολογήσειαν εἶναι τὴν αὐτήν. ὅσοι γὰρ ἐν πλούτῳ τὸ ζῆν εὖ τίθενται ἐφʼ ἑνός, οὗτοι καὶ τὴν πόλιν ὅλην, ἐὰν ᾖ πλουσία, μακαρίζουσιν· ὅσοι τε τὸν τυραννικὸν βίον μάλιστα τιμῶσιν, οὗτοι καὶ πόλιν τὴν πλείστων ἄρχουσαν εὐδαιμονεστάτην ἂν εἶναι φαῖεν· εἴ τέ τις τὸν ἕνα διʼ ἀρετὴν ἀποδέχεται, καὶ πόλιν εὐδαιμονεστέραν φήσει τὴν σπουδαιοτέραν. ἀλλὰ ταῦτʼ ἤδη δύο ἐστὶν ἃ δεῖται σκέψεως, ἓν μὲν πότερος αἱρετώτερος βίος, ὁ διὰ τοῦ συμπολιτεύεσθαι καὶ κοινωνεῖν πόλεως ἢ μᾶλλον ὁ ξενικὸς καὶ τῆς πολιτικῆς κοινωνίας ἀπολελυμένος, ἔτι δὲ τίνα πολιτείαν θετέον καὶ ποίαν διάθεσιν πόλεως ἀρίστην, εἴτε πᾶσιν ὄντος αἱρετοῦ τοῦ κοινωνεῖν3 πόλεως εἴτε καὶ τισὶ μὲν μὴ τοῖς δὲ πλείστοις. ἐπεὶ δὲ τῆς πολιτικῆς διανοίας καὶ θεωρίας τοῦτʼ ἐστὶν ἔργον, ἀλλʼ οὐ τὸ περὶ ἕκαστον αἱρετόν, ἡμεῖς δὲ ταύτην προῃρήμεθα νῦν τὴν σκέψιν, ἐκεῖνο μὲν πάρεργον ἂν εἴη, τοῦτο δὲ ἔργον τῆς μεθόδου ταύτης. ὅτι μὲν οὖν ἀναγκαῖον εἶναι πολιτείαν ἀρίστην ταύτην τὴν τάξιν καθʼ ἣν κἂν ὁστισοῦν ἄριστα πράττοι καὶ ζῴη μακαρίως, φανερόν ἐστιν· ἀμφισβητεῖται δὲ παρʼ αὐτῶν τῶν ὁμολογούντων τὸν μετʼ ἀρετῆς εἶναι βίον αἱρετώτατον πότερον ὁ πολιτικὸς καὶ πρακτικὸς βίος αἱρετὸς ἢ μᾶλλον ὁ πάντων τῶν ἐκτὸς ἀπολελυμένος, οἷον θεωρητικός τις, ὃν μόνον τινές φασιν εἶναι φιλόσοφον. σχεδὸν γὰρ τούτους τοὺς δύο βίους τῶν ἀνθρώπων οἱ φιλοτιμότατοι πρὸς ἀρετὴν φαίνονται προαιρούμενοι, καὶ τῶν προτέρων καὶ τῶν νῦν· λέγω δὲ δύο τόν τε πολιτικὸν καὶ τὸν φιλόσοφον. διαφέρει δὲ οὐ μικρὸν ποτέρως ἔχει τὸ ἀληθές· ἀνάγκη γὰρ τόν γε εὖ φρονοῦντα πρὸς τὸν βελτίω σκοπὸν συντάττεσθαι, καὶ τῶν ἀνθρώπων ἕκαστον καὶ κοινῇ τὴν πολιτείαν. νομίζουσι δʼ οἱ μὲν τὸ τῶν πέλας ἄρχειν δεσποτικῶς μὲν γιγνόμενον μετʼ ἀδικίας τινὸς εἶναι τῆς μεγίστης, πολιτικῶς δὲ τὸ μὲν ἄδικον οὐκ ἔχειν, ἐμπόδιον δὲ ἔχειν τῇ περὶ αὐτὸν εὐημερίᾳ· τούτων δʼ ὥσπερ ἐξ ἐναντίας ἕτεροι τυγχάνουσι δοξάζοντες· μόνον γὰρ ἀνδρὸς τὸν πρακτικὸν εἶναι βίον καὶ πολιτικόν, ἐφʼ ἑκάστης γὰρ ἀρετῆς οὐκ εἶναι πράξεις μᾶλλον τοῖς ἰδιώταις ἢ τοῖς τὰ κοινὰ πράττουσι4 καὶ πολιτευομένοις.
[最善的生活是]伴随着美德的生活,而这种美德在外部资源上被供给到足以参与符合美德的行动的程度。但对于那些持异议的人,我们且在目前的探究中将他们置于一旁,如果有人恰好不信服上述说法,我们以后必须予以考察。 接下来,我们还有待说明:是个人的幸福与城邦的幸福应当被说是相同的,还是不相同的。这一点也是显而易见的。因为所有人都会同意它们是相同的。实际上,凡是在个人身上将优裕生活归于财富的人,如果整个城邦富裕,他们也会赞美这个城邦;而那些最崇尚僭主生活的人,也会说统治最多臣民的城邦是最幸福的;如果有人因美德而接纳个人,他也会说更优良的城邦更幸福。但这些已是需要考察的两个问题:其一,哪种生活更值得选择——是通过共同参与公民生活并分享城邦的生活,还是远离政治共同体的外邦人生活;其二,我们应当确立何种国制以及何种城邦状态是最好的,无论分享城邦生活是对所有人而言都值得选择,还是对某些人不然,而只对大多数人如此。既然这是政治思考和理论的课题,而不是关于个人选择什么的课题,而我们现在选择了这一考察,那么前者将是次要的,而后者则是本方法的主要课题。因此,最善的国制必然是这样一种秩序,在此秩序下,任何人都能最精进地行事并幸福地生活,这是显而易见的;但在那些一致同意伴随美德的生活最值得选择的人们中,对于政治与实践的生活是否值得选择,还是宁可选择摆脱一切外部事物的、如观照的生活(有人称之为唯一的哲学生活),依然存在争议。因为无论在过去还是现在的时代,在美德上最富抱负的人们,似乎几乎都在这两种生活之间做出选择。我所说的两种生活,即政治生活和哲学生活。而真相在哪一方,其差别绝非微不足道。因为明智者,无论是作为个人,还是作为城邦的共同体,都必然要朝着更好的目标去调整自己。一些人认为,如果以专制方式统治邻人,就伴随着某种极大的不正义,而如果以政治方式统治,虽不含不正义,却会对自己自身的安宁造成障碍;而另一些人则恰恰持有相反的观点:他们认为只有实践的和政治的生活才配称为男人的生活,因为任何一种美德的实践,在私人的个人身上,并不会比那些从事公共事务并参与政治的人身上展现得更多。
- 1323bὁ μετʼ ἀρετῆς κεχορηγημένης
该短语接续前一分句末尾的 “ὅτι βίος μὲν ἄριστος...”。阳性单数冠词 ὁ 指代 βίος(生活),在此作为该句子的主格补语以完结全句。
- 1324a2ἐάσαντας
宾格复数不定过去时主动态分词。在此隐含了未表达的宾格主语(如 ἡμᾶς,“我们”),表示在当前的探究中“且将(持异议者)置于一旁”的动作主体。
- 1324a18εἴτε πᾶσιν ὄντος αἱρετοῦ τοῦ κοινωνεῖν
由现在分词 ὄντος 构成的属格独立结构(genitive absolute)。带冠词的不定式 τοῦ κοινωνεῖν(参与城邦生活)是其逻辑主语,而 αἱρετοῦ 是其表语形容词。
- 1324a40οὐκ εἶναι πράξεις μᾶλλον τοῖς ἰδιώταις ἢ τοῖς τὰ κοινὰ πράττουσι
带有否定的比较级结构。字面意思是“(美德的)实践在私人身上,并不比在从事公共事务者身上展现得更多”,这实际上是在强调:从事公共与政治生活的人拥有更多实践美德的客观机会。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
