← 亚里士多德

政治学

§6.1321b

城邦必需官职的分类与基础职能

在结束关于如何组织民主和寡头政体的讨论后,作者开始讨论官职的划分,区分了城邦存在所必需的官职和为了良好秩序与美化所设立的官职。他具体阐述了市场、城市、乡村监督、财务接收和档案记录等若干基础官职,最后引入了极具挑战性的执行与拘留官职。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1321b

πῶς μὲν οὖν χρὴ καθιστάναι τὰς δημοκρατίας καὶ τὰς ὀλιγαρχίας, διωρίσθω τὸν τρόπον τοῦτον. ἀκόλουθον δὲ τοῖς εἰρημένοις ἐστὶ τὸ διῃρῆσθαι1 καλῶς τὰ περὶ τὰς ἀρχάς, πόσαι καὶ τίνες καὶ τίνων, καθάπερ εἴρηται καὶ πρότερον. τῶν μὲν γὰρ ἀναγκαίων ἀρχῶν χωρὶς ἀδύνατον εἶναι πόλιν, τῶν δὲ πρὸς εὐταξίαν καὶ κόσμον ἀδύνατον οἰκεῖσθαι καλῶς. ἔτι δʼ ἀναγκαῖον ἐν μὲν ταῖς μικραῖς ἐλάττους εἶναι τὰς ἀρχάς, ἐν δὲ ταῖς μεγάλαις πλείους, ὥσπερ τυγχάνει πρότερον εἰρημένον· ποίας οὖν ἁρμόττει συνάγειν καὶ ποίας χωρίζειν, δεῖ μὴ λανθάνειν. πρώτη μὲν οὖν ἐπιμέλεια τῶν ἀναγκαίων ἡ περὶ τὴν ἀγοράν, ἐφʼ ᾗ δεῖ τινα ἀρχὴν εἶναι τὴν ἐφορῶσαν περί τε τὰ συμβόλαια καὶ τὴν εὐκοσμίαν· σχεδὸν γὰρ ἀναγκαῖον πάσαις ταῖς πόλεσι τὰ μὲν ὠνεῖσθαι τὰ δὲ πωλεῖν2 πρὸς τὴν ἀλλήλων ἀναγκαίαν χρείαν, καὶ τοῦτʼ ἐστὶν ὑπογυιότατον πρὸς αὐτάρκειαν, διʼ ἣν δοκοῦσιν εἰς μίαν πολιτείαν συνελθεῖν. ἑτέρα δὲ ἐπιμέλεια ταύτης ἐχομένη καὶ σύνεγγυς ἡ τῶν περὶ τὸ ἄστυ δημοσίων καὶ ἰδίων, ὅπως εὐκοσμία ᾖ, καὶ τῶν πιπτόντων οἰκοδομημάτων καὶ ὁδῶν σωτηρία καὶ διόρθωσις, καὶ τῶν ὁρίων τῶν πρὸς ἀλλήλους, ὅπως ἀνεγκλήτως ἔχωσιν, καὶ ὅσα τούτοις ἄλλα τῆς ἐπιμελείας ὁμοιότροπα. καλοῦσι δʼ ἀστυνομίαν οἱ πλεῖστοι τὴν τοιαύτην ἀρχήν, ἔχει δὲ μόρια πλείω τὸν ἀριθμόν, ὧν ἑτέρους ἐφʼ ἕτερα καθιστᾶσιν3 ἐν ταῖς πολυανθρωποτέραις πόλεσιν, οἷον τειχοποιοὺς καὶ κρηνῶν ἐπιμελητὰς καὶ λιμένων φύλακας. ἄλλη δʼ ἀναγκαία τε καὶ παραπλησία ταύτῃ· περὶ τῶν αὐτῶν μὲν γάρ, ἀλλὰ περὶ τὴν χώραν ἐστὶ καὶ περὶ τὰ ἔξω τοῦ ἄστεως· καλοῦσι δὲ τοὺς ἄρχοντας τούτους οἱ μὲν ἀγρονόμους οἱ δʼ ὑλωρούς. αὗται μὲν οὖν ἐπιμέλειαί εἰσι τούτων τρεῖς, ἄλλη δʼ ἀρχὴ πρὸς ἣν αἱ πρόσοδοι τῶν κοινῶν ἀναφέρονται, παρʼ ὧν φυλαττόντων μερίζονται πρὸς ἑκάστην διοίκησιν· καλοῦσι δʼ ἀποδέκτας τούτους καὶ ταμίας. ἑτέρα δʼ ἀρχὴ πρὸς ἣν ἀναγράφεσθαι δεῖ4 τά τε ἴδια συμβόλαια καὶ τὰς κρίσεις τὰς ἐκ τῶν δικαστηρίων· παρὰ δὲ τοῖς αὐτοῖς τούτοις καὶ τὰς γραφὰς τῶν δικῶν γίνεσθαι δεῖ καὶ τὰς εἰσαγωγάς. ἐνιαχοῦ μὲν οὖν μερίζουσι καὶ ταύτην εἰς πλείους, ἔστι δʼ οὗ μία κυρία τούτων πάντων· καλοῦνται δὲ ἱερομνήμονες καὶ ἐπιστάται καὶ μνήμονες καὶ τούτοις ἄλλα ὀνόματα σύνεγγυς. μετὰ δὲ ταύτην ἐχομένη μὲν ἀναγκαιοτάτη δὲ σχεδὸν καὶ χαλεπωτάτη τῶν ἀρχῶν ἐστιν ἡ περὶ τὰς πράξεις τῶν καταδικασθέντων καὶ τῶν προτιθεμένων κατὰ τὰς ἐγγραφὰς καὶ περὶ τὰς φυλακὰς τῶν σωμάτων.

因此,关于应当如何建立民主政体和寡头政体,就以此种方式予以规定。 紧接前文的是,应当对官职的事务进行良好的划分,即官职的数量、性质和管辖范围,正如以前也曾说过的那样。因为没有必需的官职,城邦就无法存在;而没有旨在维持良好秩序和美化城邦的官职,城邦就无法得到良好的治理。此外,在小城邦中官职应当较少,而在大城邦中应当较多,正如以前所曾说过的那样。因此,哪些官职适宜合并,哪些官职适宜分开,我们不可忽略。在必需的监督职责中,第一项是关于市场的,为此必须设立某种官职来监察契约和良好的秩序。因为对于所有的城邦而言,为了彼此的必需需要,买进某些东西并卖出另一些东西几乎是不可或缺的,而这是达到自给自足最直接的途径,人们似乎正是为了自给自足才聚集到一个统一的国体中。与此相连且相近的另一项监督职责是关于城市内公共和私有事务的,以便保持良好秩序,以及对倾倒房屋和道路进行维护与修整,并维护相互之间的边界使之不生争执,以及其他所有与这些类似的监督事务。大多数人将这种官职称为‘城市行政官’,但它在数量上包含多个部门,在人口较多的城邦中,人们对不同的部门委派不同的人,例如筑墙官、泉水监管官和港口守卫官。另一个既必需又与此类似的官职是:它管理同样的事务,但针对的是乡野和城市以外的地区;对于这些官员,有人称之为‘乡野行政官’,有人称之为‘森林监管官’。这些便是关于上述事务的三项监督职责。另外还有一个官职,公共资金的收入要上报给它,由其保管并分发给各个行政部门;人们称这些人为‘接收官’和‘财务官’。另一个官职是必须登记私人契约和法庭判决的地方;同样在这些官员面前,必须进行诉讼的登记和起诉。因此,在某些地方他们也将这种官职分为几种,但在有些地方,由一个官职主管所有这些事务;它们被称为‘神圣记录官’、‘监事官’、‘记录官’以及其他与此相近的名称。 紧随此官职之后,几乎是必需的但也最难处理的一个官职,是关于执行被判决者和根据登记而公示者的刑罚,以及关于人身监禁的官职。

语法注4 条
  1. 1321b5τὸ διῃρῆσθαι

    该完成时冠词性不定式与谓语形容词 ἀκόλουθον 连用,充当主语。完成时态强调的是一种划分已经完成并得以确立的状态,而非单纯的划分动作本身。

  2. 1321b15τὰ μὲν ὠνεῖσθαι τὰ δὲ πωλεῖν

    项 τὰ μὲν ... τὰ δὲ 为中性复数宾格,分别充当不定式 ὠνεῖσθαι(买)和 πωλεῖν(卖)的直接宾语,意为“买进某些东西而卖出另一些东西”。这整个带不定式的宾格结构充当前文非人称表达 σχεδὸν γὰρ ἀναγκαῖον(因为几乎是必需的)的主语(或逻辑主语)。

  3. 1321b24ὧν ἑτέρους ἐφʼ ἕτερα καθιστᾶσιν

    关系代词属格 ὧν 的先行词是“部门(μόρια)”。此处使用分配性相关结构 ἑτέρους ... ἐφʼ ἕτερα(他人对应他事,即“将不同的人分派到不同的部门”),在语法上表达了较大城邦中职能的专业化和细分化。

  4. 1321b34πρὸς ἣν ἀναγράφεσθαι δεῖ

    关系代词 ἣν 以前文的 ἑτέρα δʼ ἀρχή(另一个官职)为先行词,受介词 πρὸς(在……那里/针对……)支配。它引导一个包含非人称动词 δεῖ 的关系从句,并以不定式短语 ἀναγράφεσθαι ...(被登记)作为其主语。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:6.1321b