- 底本
- Aristotle. Aristotelis Politica. Ross, William David, editor. Oxford: Clarendon Press, 1957 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:6.1321a
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-30
阐述民主与寡头政体在维护手段上的根本区别,根据兵种(骑兵、重装步兵、轻装兵等)分布提出相应的城邦防卫体制,并建议寡头政体通过附加公共奉仕的官职来安抚平民。
τὰς μὲν οὖν δημοκρατίας ὅλως ἡ πολυανθρωπία σῴζει (τοῦτο1 γὰρ ἀντίκειται πρὸς τὸ δίκαιον τὸ κατὰ τὴν ἀξίαν)· τὴν δʼ ὀλιγαρχίαν δῆλον ὅτι τοὐναντίον ἀπὸ τῆς εὐταξίας δεῖ τυγχάνειν τῆς σωτηρίας. ἐπεὶ δὲ τέτταρα μὲν ἔστι μέρη μάλιστα τοῦ πλήθους, γεωργικὸν βαναυσικὸν ἀγοραῖον θητικόν, τέτταρα δὲ τὰ χρήσιμα πρὸς πόλεμον, ἱππικὸν ὁπλιτικὸν ψιλὸν ναυτικόν, ὅπου μὲν συμβέβηκε τὴν χώραν εἶναι ἱππάσιμον, ἐνταῦθα μὲν εὐφυῶς ἔχει2 κατασκευάζειν τὴν ὀλιγαρχίαν ἰσχυράν (ἡ γὰρ σωτηρία τοῖς οἰκοῦσι διὰ ταύτης ἐστὶ τῆς δυνάμεως, αἱ δʼ ἱπποτροφίαι τῶν μακρὰς οὐσίας κεκτημένων εἰσίν), ὅπου δʼ ὁπλῖτιν, τὴν ἐχομένην ὀλιγαρχίαν (τὸ γὰρ ὁπλιτικὸν τῶν εὐπόρων ἐστὶ μᾶλλον ἢ τῶν ἀπόρων), ἡ δὲ ψιλὴ δύναμις καὶ ναυτικὴ δημοκρατικὴ πάμπαν. νῦν μὲν οὖν ὅπου τοιοῦτον πολὺ πλῆθος ἔστιν, ὅταν διαστῶσι, πολλάκις ἀγωνίζονται χεῖρον· δεῖ δὲ πρὸς τοῦτο φάρμακον παρὰ τῶν πολεμικῶν λαμβάνειν στρατηγῶν, οἳ συνδυάζουσι πρὸς τὴν ἱππικὴν δύναμιν καὶ τὴν ὁπλιτικὴν τὴν ἁρμόττουσαν τῶν ψιλῶν. ταύτῃ δʼ ἐπικρατοῦσιν ἐν ταῖς διαστάσεσιν οἱ δῆμοι τῶν εὐπόρων· ψιλοὶ γὰρ ὄντες πρὸς ἱππικὴν καὶ ὁπλιτικὴν ἀγωνίζονται ῥᾳδίως. τὸ μὲν οὖν ἐκ τούτων καθιστάναι ταύτην τὴν δύναμιν ἐφʼ ἑαυτούς3 ἐστι καθιστάναι, δεῖ δὲ διῃρημένης τῆς ἡλικίας, καὶ τῶν μὲν ὄντων πρεσβυτέρων τῶν δὲ νέων, ἔτι μὲν ὄντας νέους τοὺς αὐτῶν υἱεῖς διδάσκεσθαι τὰς κούφας καὶ τὰς ψιλὰς ἐργασίας, ἐκκεκριμένους δὲ ἐκ παίδων ἀθλητὰς εἶναι αὐτοὺς τῶν ἔργων· τὴν δὲ μετάδοσιν γίνεσθαι τῷ πλήθει τοῦ πολιτεύματος ἤτοι καθάπερ εἴρηται πρότερον, τοῖς τὸ τίμημα κτωμένοις, ἢ καθάπερ Θηβαίοις, ἀποσχομένοις χρόνον τινὰ τῶν βαναύσων ἔργων, ἢ καθάπερ ἐν Μασσαλίᾳ κρίσιν ποιουμένους4 τῶν ἀξίων τῶν ἐν τῷ πολιτεύματι καὶ τῶν ἔξωθεν. ἔτι δὲ καὶ ταῖς ἀρχαῖς ταῖς κυριωτάταις, ἃς δεῖ τοὺς ἐν τῇ πολιτείᾳ κατέχειν, δεῖ προσκεῖσθαι λειτουργίας, ἵνʼ ἑκὼν ὁ δῆμος μὴ μετέχῃ καὶ συγγνώμην ἔχῃ τοῖς ἄρχουσιν ὡς μισθὸν πολὺν διδοῦσι τῆς ἀρχῆς. ἁρμόττει δὲ θυσίας τε εἰσιόντας ποιεῖσθαι μεγαλοπρεπεῖς καὶ κατασκευάζειν τι τῶν κοινῶν, ἵνα τῶν περὶ τὰς ἑστιάσεις μετέχων ὁ δῆμος καὶ τὴν πόλιν ὁρῶν κοσμουμένην τὰ μὲν ἀναθήμασι τὰ δὲ οἰκοδομήμασιν ἄσμενος ὁρᾷ μένουσαν τὴν πολιτείαν· συμβήσεται δὲ καὶ τοῖς γνωρίμοις εἶναι μνημεῖα τῆς δαπάνης. ἀλλὰ τοῦτο νῦν οἱ περὶ τὰς ὀλιγαρχίας οὐ ποιοῦσιν, ἀλλὰ τοὐναντίον· τὰ λήμματα γὰρ ζητοῦσιν οὐχ ἧττον ἢ τὴν τιμήν. διόπερ εὖ ἔχει λέγειν ταύτας εἶναι δημοκρατίας μικράς.
因此,总的来说,人口众多维护了民主政体(因为这与按价值分配的正义相对立);而显而易见,相反地,寡头政体必须从良好的秩序中获得其安全。 既然平民主要有四个部分:农夫、工匠、商人和雇工,而对战争有用的军事力量也有四个部分:骑兵、重装步兵、轻装兵和海军,那么,在土地适合驰骋骑兵的地方,便具备了建立强大寡头政体的有利条件。(因为居民的安全取决于这种力量,而养马是拥有巨额财产的人的事);而在适合重装步兵的地方,则适合建立紧随其后的寡头政体(因为重装步兵主要属于富人而非穷人);相反,轻装兵和海军力量则是完全民主性的。因此,现在在存在大量此类平民的地方,一旦发生内讧,富人往往在斗争中处于劣势。但对此应当从军事将领那里采取补救办法,他们将适量的轻装兵与骑兵及重装步兵力量结合起来。平民正是通过这种方式,在内讧中压倒了富人;因为他们身为轻装兵,能轻松地对抗骑兵和重装步兵。 因此,从这些人中组建这支力量,等于组建反对他们自己的力量。相反,既然年龄有所划分,有年长者和年轻者之分,就应当在他们自己的儿子还年轻时,教导他们轻便和无重装的军事技能,并且从孩童时期就挑选出来,让他们自己成为这些技能的训练者。至于让平民分享参政权,应当像此前所说的那样,给予达到资产资格的人,或者像底比斯人那样,给予在一定时间内脱离了手工业劳动的人,或者像在马萨利亚那样,从属于该政体的人或外部的人当中选拔合适的人。此外,对于该国体的成员所应担任的最重要的官职,还应当附加公共奉仕,以便平民自愿不参与这些官职,并对统治者予以谅解,因为统治者为了官职付出了高昂的代价。而且,官员就职时应当举行隆重的祭祀,并建设一些公共设施,以便平民在参与宴席并看到城邦因奉献物和建筑物而装点起来时,乐于看到国体得以维持;这同时也为显贵者留下了他们开销的纪念碑。但目前,参与寡头政体的人并不这样做,反而相反;因为他们追求利益并不亚于追求荣誉。因此,说这些政体是微型的民主政是十分恰当的。
- 1321a1τοῦτο
接续词 γάρ 前的指示代词 τοῦτο 指代前文的“人口众多”(ἡ πολυανθρωπία)或基于数量平等的民主制分配原则,表明其与按价值进行比例分配的正义(τὸ δίκαιον τὸ κατὰ τὴν ἀξίαν)相对立。
- 1321a8εὐφυῶς ἔχει
副词 εὐφυῶς 与动词 ἔχω 结合的非人称表达,意为“天然适合于”或“具备有利的自然条件”,后接不定式 κατασκευάζειν。
- 1321a22ἐφʼ ἑαυτούς
介词短语 ἐφʼ ἑαυτούς 意为“针对他们自己”或“对他们自己不利”。指富人在其体制下若从平民中组建轻装兵力,无异于培养反对自己的敌对力量。
- 1321a30κρίσιν ποιουμένους
使用宾格分词 ποιουμένους 是为了符合前文宾格加不定式结构(τὴν δὲ μετάδοσιν γίνεσθαι)的句法要求,并与其隐含的逻辑主语(政权的掌管者或进行选拔的主体)保持一致。
