← 亚里士多德

诗学

§22.1-22.20

文体的优点与词汇调配及悲剧论总结

亚里士多德探讨了诗歌文体的优点在于明晰与脱俗之间的平衡,这需要通过合理混合常用词、隐喻和其他非常用词语来实现。最后,他总结了关于悲剧和行动模仿的讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

λέξεως δὲ ἀρετὴ σαφῆ καὶ μὴ ταπεινὴν εἶναι.1

文体的优点在于明晰而不流于鄙俗。

§22.2

σαφεστάτη μὲν οὖν ἐστιν ἡ ἐκ τῶν κυρίων ὀνομάτων, ἀλλὰ ταπεινή· παράδειγμα δὲ ἡ Κλεοφῶντος ποίησις καὶ ἡ Σθενέλου.

因此,由常用词组成的文体最明晰,但慢鄙俗;克勒奥丰和斯塞内洛斯的诗歌就是例子。

§22.3

σεμνὴ δὲ καὶ ἐξαλλάττουσα τὸ ἰδιωτικὸν ἡ τοῖς ξενικοῖς κεχρημένη· ξενικὸν δὲ λέγω γλῶτταν καὶ μεταφορὰν καὶ ἐπέκτασιν καὶ πᾶν τὸ παρὰ τὸ κύριον.

另一方面,使用外来词语的文体是庄重而脱俗的。我所说的外来词语是指外来词、隐喻、延长词以及一切不同于常用词的词。

§22.4

ἀλλ’ ἄν τις ἅπαντα τοιαῦτα ποιήσῃ, ἢ αἴνιγμα ἔσται ἢ βαρβαρισμός· ἂν μὲν οὖν ἐκ μεταφορῶν, αἴνιγμα, ἐὰν δὲ ἐκ γλωττῶν, βαρβαρισμός.

然而,如果有人完全用这类词语进行创作,其结果不是谜语,就是蛮语;如果由隐喻组成,就是谜语;如果由外来词组成,就是蛮语。

§22.5

αἰνίγματός τε γὰρ ἰδέα αὕτη ἐστί, τὸ λέγοντα ὑπάρχοντα ἀδύνατα συνάψαι·2 κατὰ μὲν οὖν τὴν τῶν ἄλλων ὀνομάτων σύνθεσιν οὐχ οἷόν τε τοῦτο ποιῆσαι, κατὰ δὲ τὴν μεταφορῶν ἐνδέχεται, οἷον ἄνδρ’ εἶδον πυρὶ χαλκὸν ἐπ’ ἀνέρι κολλήσαντα, καὶ τὰ τοιαῦτα.

因为谜语的特征就在于:在叙述真实事物的同时,将不可能的组合连结在一起。通过其他词的组合无法做到这一点,但通过隐喻的组合却可以做到,例如: “我看见一个男子用火将青铜粘在另一个男子身上,”以及诸如此类的诗句。

§22.6

τὰ δὲ ἐκ τῶν γλωττῶν βαρβαρισμός.

而完全由外来词组成的则是蛮语。

§22.7

δεῖ ἄρα κεκρᾶσθαί πως τούτοις· τὸ μὲν γὰρ τὸ μὴ ἰδιωτικὸν ποιήσει μηδὲ ταπεινόν, οἷον ἡ γλῶττα καὶ ἡ μεταφορὰ καὶ ὁ κόσμος καὶ τἆλλα τὰ εἰρημένα εἴδη, τὸ δὲ κύριον τὴν σαφήνειαν.

因此,这些词语必须以某种方式混合在一起。因为一方(外来词语之类)能使语言不流于俗套和卑俗——例如外来词、隐喻、修饰语以及其他提到的种类——,而常用词则能保证明晰性。

§22.8

οὐκ ἐλάχιστον δὲ μέρος συμβάλλεται εἰς τὸ σαφὲς τῆς λέξεως καὶ μὴ ἰδιωτικὸν αἱ ἐπεκτάσεις καὶ ἀποκοπαὶ καὶ ἐξαλλαγαὶ τῶν ὀνομάτων· διὰ μὲν γὰρ τὸ ἄλλως ἔχειν ἢ ὡς τὸ κύριον παρὰ τὸ εἰωθὸς γιγνόμενον τὸ μὴ ἰδιωτικὸν ποιήσει, διὰ δὲ τὸ κοινωνεῖν τοῦ εἰωθότος τὸ σαφὲς ἔσται.

此外,词的延长、缩短和变体对于文体的明晰与不流于俗套也有着不小的贡献。因为通过与常用形式不同并脱离常规,它们能够使语言不俗;而通过共享常规习惯,它们又能确保明晰。

§22.9

ὥστε οὐκ ὀρθῶς ψέγουσιν οἱ ἐπιτιμῶντες τῷ τοιούτῳ τρόπῳ τῆς διαλέκτου καὶ διακωμῳδοῦντες τὸν ποιητήν, οἷον Εὐκλείδης ὁ ἀρχαῖος, ὡς ῥᾴδιον ὂν ποιεῖν3 εἴ τις δώσει ἐκτείνειν ἐφ’ ὁπόσον βούλεται, ἰαμβοποιήσας ἐν αὐτῇ τῇ λέξει Ἐπιχάρην εἶδον Μαραθῶνάδε βαδίζοντα, καὶ οὐκ † ἂν γεράμενος † τὸν ἐκείνου ἐλλέβορον.

因此,那些指责这类谈吐方式并嘲讽诗人的人是不正确的。例如,古人尤克里德斯曾说,如果允许人们随意延长词语,那么作诗就很容易了。他用这种风格创作了一首双音步诗: “我看见埃皮哈雷斯步行前往马拉松,”以及: “不能……他的藜芦。”

§22.10

τὸ μὲν οὖν φαίνεσθαί πως χρώμενον τούτῳ τῷ τρόπῳ γελοῖον· τὸ δὲ μέτρον κοινὸν ἁπάντων ἐστὶ τῶν μερῶν·

如果让人觉得是以某种方式[极端地]使用这种手法,那自然是可笑的;但是,适度是所有这些成分共同的尺度。

§22.11

καὶ γὰρ μεταφοραῖς καὶ γλώτταις καὶ τοῖς ἄλλοις εἴδεσι χρώμενος ἀπρεπῶς καὶ ἐπίτηδες ἐπὶ τὰ γελοῖα τὸ αὐτὸ ἂν ἀπεργάσαιτο.

因为,如果一个人不恰当地、并故意为了达到可笑效果而使用隐喻、外来词和其他种类,也会产生同样的结果。

§22.12

τὸ δὲ ἁρμόττον ὅσον διαφέρει ἐπὶ τῶν ἐπῶν θεωρείσθω ἐντιθεμένων τῶν ὀνομάτων εἰς τὸ μέτρον.

然而,在叙事诗中,只要将这些词纳入韵律,就能看出适当的使用有多么大的不同。

§22.13

καὶ ἐπὶ τῆς γλώττης δὲ καὶ ἐπὶ τῶν μεταφορῶν καὶ ἐπὶ τῶν ἄλλων ἰδεῶν μετατιθεὶς ἄν τις τὰ κύρια ὀνόματα κατίδοι ὅτι ἀληθῆ λέγομεν· οἷον τὸ αὐτὸ ποιήσαντος ἰαμβεῖον Αἰσχύλου καὶ Εὐριπίδου, ἓν δὲ μόνον ὄνομα μεταθέντος, ἀντὶ κυρίου εἰωθότος γλῶτταν, τὸ μὲν φαίνεται καλὸν τὸ δ’ εὐτελές. Αἰσχύλος μὲν γὰρ ἐν τῷ Φιλοκτήτῃ ἐποίησε "φαγέδαιναν ἥ μου σάρκας ἐσθίει ποδός," ὁ δὲ ἀντὶ τοῦ ἐσθίει τὸ θοινᾶται μετέθηκεν. καὶ "νῦν δέ μ’ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἀεικής," εἴ τις λέγοι τὰ κύρια μετατιθεὶς "νῦν δέ μ’ ἐὼν μικρός τε καὶ ἀσθενικὸς καὶ ἀειδής·" καὶ "δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν," "δίφρον μοχθηρὸν καταθεὶς μικράν τε τράπεζαν·" καὶ τὸ ἠιόνες βοόωσιν, ἠιόνες κράζουσιν.

如果有人把常用词代入到外来词、隐喻以及其他形式中,就会看出我们所说的是真理。例如,埃斯库罗斯和欧里庇得斯创作了同一行双音步诗,但欧里庇得斯只换了一个词,用外来词代替了常用的习惯词,结果一个显得高雅,另一个则显得平庸。埃斯库罗斯在《菲洛克特特斯》中写道: “侵蚀(esthiei)我脚肉的溃疡,”而欧里庇得斯则把“侵蚀”换成了“贪食”(thoinatai)。此外,“而今一个矮小(oligos)、无用且丑陋的人,”如果有人代之以常用词而说: “而今一个瘦小(mikros)、虚弱且难看的人。” 以及: “放下卑微的凳子和简陋(oligēn)的桌子,” “放下破旧的凳子和小(mikran)桌子。” 以及: “海岸在咆哮(boōsin),” “海岸在嚎叫(krazousin)。”

§22.14

ἔτι δὲ Ἀριφράδης τοὺς τραγῳδοὺς ἐκωμῴδει ὅτι ἃ οὐδεὶς ἂν εἴπειεν ἐν τῇ διαλέκτῳ τούτοις χρῶνται, οἷον τὸ δωμάτων ἄπο ἀλλὰ μὴ ἀπὸ δωμάτων, καὶ τὸ σέθεν καὶ τὸ ἐγὼ δέ νιν καὶ τὸ Ἀχιλλέως πέρι ἀλλὰ μὴ περὶ Ἀχιλλέως, καὶ ὅσα ἄλλα τοιαῦτα.

此外,阿里弗拉德斯曾嘲笑悲剧诗人,因为他们使用人们在日常谈话中绝不会说的话,例如“自房屋”(dōmatōn apo)而不是“自房屋”(apo dōmatōn),还有“你的”(sethen)、“我他”(egō de nin)以及围绕阿基琉斯(Achilleōs peri)而不是围绕阿基琉斯(peri Achilleōs),以及其他所有诸如此类的话。

§22.15

διὰ γὰρ τὸ μὴ εἶναι ἐν τοῖς κυρίοις ποιεῖ τὸ μὴ ἰδιωτικὸν ἐν τῇ λέξει ἅπαντα τὰ τοιαῦτα· ἐκεῖνος δὲ τοῦτο ἠγνόει.

因为所有这些词语都不在常用词之列,这才使得文体脱俗;但他却不懂得这一点。

§22.16

ἔστιν δὲ μέγα μὲν τὸ ἑκάστῳ τῶν εἰρημένων πρεπόντως χρῆσθαι, καὶ διπλοῖς ὀνόμασι καὶ γλώτταις, πολὺ δὲ μέγιστον τὸ μεταφορικὸν εἶναι.

能得体地使用前面提到的每一种词语(包括双重词和外来词)固然是一件大事,但最伟大的事情莫过于善于使用隐喻。

§22.17

μόνον γὰρ τοῦτο οὔτε παρ’ ἄλλου ἔστι λαβεῖν εὐφυΐας τε σημεῖόν ἐστι· τὸ γὰρ εὖ μεταφέρειν τὸ τὸ ὅμοιον θεωρεῖν ἐστιν.4

因为唯有这一项是无法向他人学习的,它是天赋的标志。因为善于使用隐喻,就是能够看出相似之处。

§22.18

τῶν δ’ ὀνομάτων τὰ μὲν διπλᾶ μάλιστα ἁρμόττει τοῖς διθυράμβοις, αἱ δὲ γλῶτται τοῖς ἡρωικοῖς, αἱ δὲ μεταφοραὶ τοῖς ἰαμβείοις.

在词汇中,双重词最适合酒神赞歌,外来词最适合英雄史诗,而隐喻最适合双音步诗。

§22.19

καὶ ἐν μὲν τοῖς ἡρωικοῖς ἅπαντα χρήσιμα τὰ εἰρημένα, ἐν δὲ τοῖς ἰαμβείοις διὰ τὸ ὅτι μάλιστα λέξιν μιμεῖσθαι ταῦτα ἁρμόττει τῶν ὀνομάτων ὅσοις κἂν ἐν λόγοις τις χρήσαιτο·5 ἔστι δὲ τὰ τοιαῦτα τὸ κύριον καὶ μεταφορὰ καὶ κόσμος.

在英雄史诗中,所有提到的种类都是有用的;而在双音步诗中,因为它们尽可能地模仿口语,所以适合使用人们在谈话中也会使用的词汇。这类词汇包括常用词、隐喻和修饰语。

§22.20

περὶ μὲν οὖν τραγῳδίας καὶ τῆς ἐν τῷ πράττειν μιμήσεως ἔστω ἡμῖν ἱκανὰ τὰ εἰρημένα.

那么,关于悲剧以及在行动中模仿的论述,到此应该足够了。

语法注5 条
  1. 1458aσαφῆ καὶ μὴ ταπεινὴν εἶναι

    不定式 εἶναι 的表语补足语使用了宾格阴性单数形式 σαφῆ(由 σαφέα 收缩而来)和 ταπεινήν。这是因为整个句子采用了独立不定式句的形式来表达定义,相当于宾格加不定式(A.C.I.)结构,其逻辑主语“文体的优点”(λέξεως... ἀρετή)在这里被视作不定式的逻辑主语宾格。

  2. 1458a25τὸ λέγοντα ὑπάρχοντα ἀδύνατα συνάψαι

    这是冠词不定式短语 τὸ ... συνάψαι 的内部结构。分词 λέγοντα 是宾格阳性单数(指代不特定说话者,作为不定式的逻辑主语)。ὑπάρχοντα 是中性复数宾格(意为“存在的事物/事实”),作 λέγοντα 的直接宾语。ἀδύνατα 是中性复数宾格(意为“不可能的事物”),作不定式 συνάψαι 的直接宾语。全句意为“在叙述真实事物的同时将不可能的组合连结在一起”。

  3. 1458b5ὡς ῥᾴδιον ὂν ποιεῖν

    这是一个带有 ὡς 的宾格绝对结构(accusative absolute),使用了非人称表达 ῥᾴδιόν ἐστι 的分词 ὄν,用来引出尤克里德斯的主观主张:“由于作诗很容易”。动词不定式 ποιεῖν(意为“创作/写诗”)作为该非人称短语的逻辑主语。

  4. 1459a5τὸ γὰρ εὖ μεταφέρειν τὸ τὸ ὅμοιον θεωρεῖν ἐστιν

    这是一个包含双重冠词“τὸ τὸ ὅμοιον”的结构。主语是名词化的不定式短语“τὸ εὖ μεταφέρειν”(“善于使用隐喻”)。在谓语部分中,“τὸ τὸ ὅμοιον θεωρεῖν”由名词化不定式短语“τὸ ὅμοιον θεωρεῖν”(“观察相似之处”)以及在其前面的另一个冠词“τὸ”组成。因此,其结构应分析为:“是[对相似之处的观察]”。

  5. 1459a10ὅσοις κἂν ἐν λόγοις τις χρήσαιτο

    由关系代词 ὅσοις 引导的关系从句。κἄν 是 καὶ ἄν 的合音(其中 καί 起强调作用,ἄν 是语气助词)。希求法动词 χρήσαιτο(源自 χράομαι,“使用”)与 ἄν 结合,表示潜在的可能性:“即人们在日常谈话(λόγοις)中也确实会使用的[词汇]”。其先行词由主句中的部分属格 τῶν ὀνομάτων 隐含表达。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0086.tlg034.humanitext-grc2:22.1-22.20