- 底本
- Aristotle. Aristotelis De arte poetica liber. Kassel, Rudolf, editor. Oxford, UK: Clarendon Press, 1965 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg034.humanitext-grc2:21.1-21.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
亚里士多德将名词分为简单名词和复合名词,定义了包括四种隐喻在内的八种词类。他阐述了隐喻在诗性语言中的应用法则,并概述了阳性、阴性和中性名词尾音的音韵学规则。
ὀνόματος δὲ εἴδη τὸ μὲν ἁπλοῦν, ἁπλοῦν δὲ λέγω ὃ μὴ ἐκ σημαινόντων σύγκειται, οἷον γῆ, τὸ δὲ διπλοῦν·
名词的类型包括:一方面是简单名词——我所说的简单是指非由有意义的部分所组成的名词,例如“地”(γῆ)——,另一方面是复合名词。
τούτου δὲ τὸ μὲν ἐκ σημαίνοντος καὶ ἀσήμου,1 πλὴν οὐκ ἐν τῷ ὀνόματι σημαίνοντος καὶ ἀσήμου, τὸ δὲ ἐκ σημαινόντων σύγκειται.
在复合名词中,一种是由一个有意义的部分和一个无意义的部分组成——除了在名词内部该部分并不作为独立的有意义部分之外——,另一种则是完全由有意义的部分组成。
εἴη δ’ ἂν καὶ τριπλοῦν καὶ τετραπλοῦν ὄνομα καὶ πολλαπλοῦν, οἷον τὰ πολλὰ τῶν Μασσαλιωτῶν, Ἑρμοκαϊκόξανθος...
此外,也可能存在三重、四重或多重名词,例如马萨利亚人的许多词汇,例如“赫尔莫凯科克桑托斯”(Ἑρμοκαϊκόξανθος)……
ἅπαν δὲ ὄνομά ἐστιν ἢ κύριον ἢ γλῶττα ἢ μεταφορὰ ἢ κόσμος ἢ πεποιημένον ἢ ἐπεκτεταμένον ἢ ὑφῃρημένον ἢ ἐξηλλαγμένον.
每一个名词要么是常用词,要么是外来词,要么是隐喻,要么是装饰词,要么是新造词,要么是延长词,要么是缩短词,要么是变体词。
λέγω δὲ κύριον μὲν ᾧ χρῶνται ἕκαστοι, γλῶτταν δὲ ᾧ ἕτεροι· ὥστε φανερὸν ὅτι καὶ γλῶτταν καὶ κύριον εἶναι δυνατὸν τὸ αὐτό, μὴ τοῖς αὐτοῖς δέ· τὸ γὰρ σίγυνον Κυπρίοις μὲν κύριον, ἡμῖν δὲ γλῶττα.
我所说的常用词,是指各人日常所使用的词。外来词是指其他人所使用的词;因此显而易见,同一个词既可以是外来词也可以是常用词,只是对于不同的人群而言。因为“西格农”(σίγυνον)这个词对塞浦路斯人来说是常用词,但对我们来说却是外来词。
μεταφορὰ δέ ἐστιν ὀνόματος ἀλλοτρίου ἐπιφορὰ ἢ ἀπὸ τοῦ γένους ἐπὶ εἶδος ἢ ἀπὸ τοῦ εἴδους ἐπὶ τὸ γένος ἢ ἀπὸ τοῦ εἴδους ἐπὶ εἶδος ἢ κατὰ τὸ ἀνάλογον.
隐喻是指将一个不属于本义的名词进行转用,或者是从属到种,或者是从种到属,或者是从种到种,或者是依据类推(比例)关系。
λέγω δὲ ἀπὸ γένους μὲν ἐπὶ εἶδος οἷον νηῦς δέ μοι ἥδ’ ἕστηκεν·
我所说的从属到种,例如: “我的船在这里静止(ἕστηκεν)。”
τὸ γὰρ ὁρμεῖν ἐστιν ἑστάναι τι. ἀπ’ εἴδους δὲ ἐπὶ γένος ἦ δὴ μυρί’ Ὀδυσσεὺς ἐσθλὰ ἔοργεν· τὸ γὰρ μυρίον πολύ ἐστιν, ᾧ νῦν ἀντὶ τοῦ πολλοῦ κέχρηται.
因为“停泊”是“静止(站立)”的一种。从种到属,例如: “奥德修斯确实立下了万(μυρί’)般伟业。” 因为“万”是“多”的一种,在此被用来代替“多”。
ἀπ’ εἴδους δὲ ἐπὶ εἶδος οἷον χαλκῷ ἀπὸ ψυχὴν ἀρύσας καὶ τεμὼν ταναήκεϊ χαλκῷ· ἐνταῦθα γὰρ τὸ μὲν ἀρύσαι ταμεῖν, τὸ δὲ ταμεῖν ἀρύσαι εἴρηκεν· ἄμφω γὰρ ἀφελεῖν τί ἐστιν.
从种到种,例如: “用青铜汲取(ἀρύσας)生命”以及 “用长刃的青铜切开(τεμών)”因为在这里,他用“汲取”表示“切开”,用“切开”表示“汲取”;因为两者都是“夺取(去除)”的一种。
τὸ δὲ ἀνάλογον λέγω, ὅταν ὁμοίως ἔχῃ τὸ δεύτερον πρὸς τὸ πρῶτον καὶ τὸ τέταρτον πρὸς τὸ τρίτον· ἐρεῖ γὰρ ἀντὶ τοῦ δευτέρου τὸ τέταρτον ἢ ἀντὶ τοῦ τετάρτου τὸ δεύτερον.
我所说的类推,是指第二项对第一项的关系,与第四项对第三项的关系相同;这时可以用第四项代替第二项,或者用第二项代替第四项。
καὶ ἐνίοτε προστιθέασιν ἀνθ’ οὗ λέγει2 πρὸς ὅ ἐστι. λέγω δὲ οἷον ὁμοίως ἔχει φιάλη πρὸς Διόνυσον καὶ ἀσπὶς πρὸς Ἄρη· ἐρεῖ τοίνυν τὴν φιάλην ἀσπίδα Διονύσου καὶ τὴν ἀσπίδα φιάλην Ἄρεως.
有时人们也会在被代替的词之后,加上与之相关的项。我的意思是,例如,杯子之于狄奥尼索斯,犹如盾牌之于阿瑞斯;因此,人们会把杯子称为“狄奥尼索斯的盾牌”,而把盾牌称为“阿瑞斯的杯子”。
ἢ ὃ γῆρας πρὸς βίον, καὶ ἑσπέρα πρὸς ἡμέραν· ἐρεῖ τοίνυν τὴν ἑσπέραν γῆρας ἡμέρας ἢ ὥσπερ Ἐμπεδοκλῆς, καὶ τὸ γῆρας ἑσπέραν βίου ἢ δυσμὰς βίου.
或者如老年之于生命,犹如黄昏之于一日;因此,人们会把黄昏称为“一日的老年”,或者像恩培多克勒那样,把老年称为“生命的黄昏”或“生命的落日”。
ἐνίοις δ’ οὐκ ἔστιν ὄνομα κείμενον τῶν ἀνάλογον, ἀλλ’ οὐδὲν ἧττον ὁμοίως λεχθήσεται· οἷον τὸ τὸν καρπὸν μὲν ἀφιέναι σπείρειν, τὸ δὲ τὴν φλόγα ἀπὸ τοῦ ἡλίου ἀνώνυμον· ἀλλ’ ὁμοίως ἔχει τοῦτο πρὸς τὸν ἥλιον καὶ τὸ σπείρειν πρὸς τὸν καρπόν, διὸ εἴρηται σπείρων θεοκτίσταν φλόγα.
在某些类推关系中,可能没有现成的名词,但尽管如此,它们仍会以相似的方式被表达。例如,把种子播撒出去叫做“播种”(σπείρειν),但太阳播撒光芒却没有现成的名字;然而这一行为之于太阳,犹如播种之于种子,因此有如下诗句: “播撒着(σπείρων)神创的烈焰。”
ἔστι δὲ τῷ τρόπῳ τούτῳ τῆς μεταφορᾶς χρῆσθαι καὶ ἄλλως, προσαγορεύσαντα τὸ ἀλλότριον ἀποφῆσαι τῶν οἰκείων τι, οἷον εἰ τὴν ἀσπίδα εἴποι φιάλην μὴ Ἄρεως ἀλλ’ ἄοινον...
这种隐喻的方法也可以用另一种方式来使用,即在应用了本不属于其的名字后,再否定其原有的某些属性;例如,如果不把盾牌称为“阿瑞斯的杯子”,而是称其为“无酒的杯子”……
πεποιημένον δ’ ἐστὶν ὃ ὅλως μὴ καλούμενον ὑπὸ τινῶν αὐτὸς τίθεται ὁ ποιητής, δοκεῖ γὰρ ἔνια εἶναι τοιαῦτα, οἷον τὰ κέρατα ἔρνυγας καὶ τὸν ἱερέα ἀρητῆρα.
新造词是指根本没有被任何人使用、由诗人自己创造的词。显然存在一些这样的词,例如,把角称为“埃尔尼格斯”(ἔρνυγας),把祭司称为“阿雷特尔”(ἀρητῆρα)。
ἐπεκτεταμένον δέ ἐστιν ἢ ἀφῃρημένον, τὸ μὲν ἐὰν φωνήεντι μακροτέρῳ κεχρημένον ᾖ τοῦ οἰκείου ἢ συλλαβῇ ἐμβεβλημένῃ, τὸ δὲ ἂν ἀφῃρημένον τι ᾖ αὐτοῦ, ἐπεκτεταμένον μὲν οἷον τὸ πόλεως πόληος καὶ τὸ Πηλείδου Πηληιάδεω, ἀφῃρημένον δὲ οἷον τὸ κρῖ καὶ τὸ δῶ καὶ μία γίνεται ἀμφοτέρων ὄψ.
延长词或缩短词:前者是指使用比原本更长的元音,或插入了一个音节;后者是指从中去掉了某些部分。延长词的例子如用“波利奥斯”(πόληος)代替“波利奥斯”(πόλεως),或用“佩莱伊阿德奥”(Πηληιάδεω)代替“佩雷伊杜”(Πηλείδου);缩短词的例子如“克里”(κρῖ)、“多”(δῶ),以及: “两人的视线(ὄψ)合而为一(μία)。”
ἐξηλλαγμένον δ’ ἐστὶν ὅταν τοῦ ὀνομαζομένου τὸ μὲν καταλείπῃ τὸ δὲ ποιῇ, οἷον τὸ δεξιτερὸν κατὰ μαζόν ἀντὶ τοῦ δεξιόν.
变体词是指在所命名的词中,诗人保留一部分,同时又创造另一部分,例如: “在右侧(δεξιτερὸν)的乳房上”代替“右侧”(δεξιόν)。
αὐτῶν δὲ τῶν ὀνομάτων τὰ μὲν ἄρρενα τὰ δὲ θήλεα τὰ δὲ μεταξύ, ἄρρενα μὲν ὅσα τελευτᾷ εἰς τὸ Ν καὶ Ρ καὶ Σ καὶ ὅσα ἐκ τούτου3 σύγκειται (ταῦτα δ’ ἐστὶν δύο, Ψ καὶ Ξ), θήλεα δὲ ὅσα ἐκ τῶν φωνηέντων εἴς τε τὰ ἀεὶ μακρά, οἷον εἰς Η καὶ Ω, καὶ τῶν ἐπεκτεινομένων εἰς Α·
在这些名词本身之中,有些是阳性,有些是阴性,有些是中性。阳性名词是所有以 Ν、Ρ、𝚺结尾,以及由它(𝚺)所合成的词(这些是两个:Ψ 和 Ξ);阴性名词是由元音变化而来、且以常长元音结尾的词,例如以 Η 和 Ω 结尾,以及在可延长的元音中以 Α 结尾的词。
ὥστε ἴσα συμβαίνει πλήθει εἰς ὅσα τὰ ἄρρενα καὶ τὰ θήλεα· τὸ γὰρ Ψ καὶ τὸ Ξ σύνθετά ἐστιν.
因此,阳性名词和阴性名词所结束的尾音数量是相等的;因为 𝚲 和 𝚵 是复合而成的。
εἰς δὲ ἄφωνον οὐδὲν ὄνομα τελευτᾷ, οὐδὲ εἰς φωνῆεν βραχύ.
此外,没有任何名词以无音(阻碍音)结尾,也没有任何名词以短元音结尾。
εἰς δὲ τὸ Ι τρία μόνον, μέλι κόμμι πέπερι. εἰς δὲ τὸ Υ πέντε. τὰ δὲ μεταξὺ εἰς ταῦτα καὶ Ν καὶ Σ.
以 Ι 结尾的仅有三个(μέλι, κόμμι, πέπερι);以 Υ 结尾的有五个。而中性名词则以这些元音以及 Ν、𝚺 结尾。
- 1457aσημαινόντος καὶ ἀσήμου
属格短语 σημαινόντος καὶ ἀσήμου 承接前句中省略的介词 ἐκ。接在 πλὴν οὐκ 之后的修饰语说明,虽然在结构上分为有意义和无意义的部分,但在该复合词的内部,它们并不作为独立的成分发挥其语义功能。
- 1457b15ἀνθ’ οὗ λέγει
关系代词 οὗ 融合了先行词,并受前置词 ἀντί(写为 ἀνθ’)的支配呈现属格。整体意为“代替他[本来]所说(指代)的事物”,即在隐喻中被替换掉的本义词。
- 1458a10ἐκ τούτου
单数指示代词 τούτου 指代前文提到的无变化中性字母名 Σ。因此其含义为“由该字母(即 S)合成的字母”,具体指向其后括弧中所说的双辅音 Ψ 和 Ξ。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
