← 亚里士多德

形而上学

§2.1

真理探求的难易与对原因的认识

亚里士多德指出,关于真理的探求就整体而言是容易的,但就部分而言是困难的,并强调了前人学说的主动价值与继承的重要意义。他进一步论证道,认识原因即是认识真理,而永恒事物的原理是最真实的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

ἡ περὶ τῆς ἀληθείας θεωρία τῇ μὲν χαλεπὴ τῇ δὲ ῥᾳδία. σημεῖον δὲ τὸ μήτʼ ἀξίως μηδένα δύνασθαι θιγεῖν αὐτῆς μήτε πάντας ἀποτυγχάνειν, ἀλλʼ ἕκαστον λέγειν τι περὶ τῆς φύσεως, καὶ καθʼ ἕνα μὲν ἢ μηθὲν ἢ μικρὸν ἐπιβάλλειν αὐτῇ,1 ἐκ πάντων δὲ συναθροιζομένων γίγνεσθαί τι μέγεθος· ὥστʼ εἴπερ ἔοικεν ἔχειν καθάπερ τυγχάνομεν παροιμιαζόμενοι, τίς ἂν θύρας ἁμάρτοι; ταύτῃ μὲν ἂν εἴη ῥᾳδία, τὸ δʼ ὅλον τι ἔχειν καὶ μέρος μὴ δύνασθαι δηλοῖ τὸ χαλεπὸν αὐτῆς. ἴσως δὲ καὶ τῆς χαλεπότητος οὔσης κατὰ δύο τρόπους, οὐκ ἐν τοῖς πράγμασιν ἀλλʼ ἐν ἡμῖν τὸ αἴτιον αὐτῆς· ὥσπερ γὰρ τὰ τῶν νυκτερίδων ὄμματα πρὸς τὸ φέγγος ἔχει τὸ μεθʼ ἡμέραν, οὕτω καὶ τῆς ἡμετέρας ψυχῆς ὁ νοῦς πρὸς τὰ τῇ φύσει φανερώτατα πάντων. οὐ μόνον δὲ χάριν ἔχειν δίκαιον τούτοις ὧν ἄν τις κοινώσαιτο ταῖς δόξαις,2 ἀλλὰ καὶ τοῖς ἐπιπολαιότερον ἀποφηναμένοις· καὶ γὰρ οὗτοι συνεβάλοντό τι· τὴν γὰρ ἕξιν προήσκησαν ἡμῶν· εἰ μὲν γὰρ Τιμόθεος μὴ ἐγένετο, πολλὴν ἂν μελοποιίαν οὐκ εἴχομεν· εἰ δὲ μὴ Φρῦνις, Τιμόθεος οὐκ ἂν ἐγένετο. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν περὶ τῆς ἀληθείας ἀποφηναμένων· παρὰ μὲν γὰρ ἐνίων παρειλήφαμέν τινας δόξας, οἱ δὲ τοῦ γενέσθαι τούτους αἴτιοι γεγόνασιν. ὀρθῶς δʼ ἔχει καὶ τὸ καλεῖσθαι τὴν φιλοσοφίαν ἐπιστήμην τῆς ἀληθείας. θεωρητικῆς μὲν γὰρ τέλος ἀλήθεια πρακτικῆς δʼ ἔργον· καὶ γὰρ ἂν τὸ πῶς ἔχει σκοπῶσιν,3 οὐ τὸ ἀΐδιον ἀλλʼ ὃ πρός τι καὶ νῦν θεωροῦσιν οἱ πρακτικοί. οὐκ ἴσμεν δὲ τὸ ἀληθὲς ἄνευ τῆς αἰτίας· ἕκαστον δὲ μάλιστα αὐτὸ τῶν ἄλλων καθʼ ὃ καὶ τοῖς ἄλλοις ὑπάρχει τὸ συνώνυμον4 (οἷον τὸ πῦρ θερμότατον· καὶ γὰρ τοῖς ἄλλοις τὸ αἴτιον τοῦτο τῆς θερμότητος)· ὥστε καὶ ἀληθέστατον τὸ τοῖς ὑστέροις αἴτιον τοῦ ἀληθέσιν εἶναι. διὸ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς ἀναγκαῖον ἀεὶ εἶναι ἀληθεστάτας (οὐ γάρ ποτε ἀληθεῖς, οὐδʼ ἐκείναις αἴτιόν τί ἐστι τοῦ εἶναι, ἀλλʼ ἐκεῖναι τοῖς ἄλλοις), ὥσθʼ ἕκαστον ὡς ἔχει τοῦ εἶναι, οὕτω καὶ τῆς ἀληθείας.

关于真理的探求在某种意义上是困难的,但在另一种意义上又是容易的。其证据在于,既没有一个人能配得上地(充分地)达到它,也没有所有人完全失败,而是每个人都对自然说出了一些道理,虽然就个人而言,他们对它几乎没有或只有微小的贡献,但从所有人的累积中,却产生了一定的规模。因此,如果这正如我们在谚语中所说的那样,“谁能错过大门呢?”在这一方面,它将是容易的,但能够把握某种整体却无法把握部分,这表明了它的困难。 也许,既然这种困难存在于两个方面,其原因不在于事物,而在于我们自己。因为正如蝙蝠的眼睛对于白天的光线一样,我们灵魂的理智对于那些在本性上最显明的事物也是如此。 我们不仅应当感谢那些我们赞同其意见的人,也应当感谢那些发表了较浅薄见解的人;因为这些人也做出了一定的贡献,因为他们预先训练了我们的心智状态。 因为如果提摩太没有存在,我们不会有许多抒情诗;而如果普里尼斯没有存在,提摩太也不会出现。 对于那些对真理发表过见解的人也是如此;因为我们从一些人那里继承了某些观点,而另一些人则是使这些人得以产生的原因。 此外,将哲学称为真理的科学也是正确的。 因为理论科学的目的是真理,而实践科学的目的则是行动;因为即使实践家们考察事物的状态,他们所观察的也不是永恒的事物,而是暂时的、具有某种关系的事物。 但是,我们若不知道原因,就无法知道真理。而在其他事物中具有共同名称的性质,其自身在最高程度上拥有这一性质,并将其赋予其他事物。 (例如,火是最热的,因为火是其他事物受热的原因。) 因此,那作为后续事物真实性的原因者,自身也是最真实的。 所以,永恒存在者的原理必然始终是最真实的;(因为它们绝非仅仅在某些时候真实,它们也没有自身存在的原因,相反,它们是其他事物存在的原因,)因而,每一事物在多大程度上拥有存在,就在同等程度上拥有真理。

语法注4 条
  1. 993b1ἐπιβάλλειν αὐτῇ

    伴随与格 αὐτῇ(指代前文的 τῆς φύσεως“自然”或 τῆς ἀληθείας“真理”),在此作不及物动词使用,意为“(精神上)触及”、“理解”或“掌握”。

  2. 993b11ὧν ἄν τις κοινώσαιτο ταῖς δόξαις

    修饰先行词 τούτοις 的关系从句。中动语态的 κοινόομαι(“分享、共有”)以与格表示分享的事物(即 ταῖς δόξαις“意见”),以属格(关系代词 ὧν)表示与之分享的人。

  3. 993b22καὶ γὰρ ἂν τὸ πῶς ἔχει σκοπῶσιν

    此处的 ἂν 并非语气小词 ἄν,而是与 εἰ 结合的 ἐάν 的异体字,引导一个带有虚拟语气动词 σκοπῶσιν 的让步条件从句,意为“即使他们考察……”。

  4. 993b24ἕκαστον δὲ μάλιστα αὐτὸ τῶν ἄλλων καθʼ ὃ καὶ τοῖς ἄλλοις ὑπάρχει τὸ συνώνυμον

    此句阐述了如下原理:“使某种同名属性(共同特征)属于其他事物的原因,其自身在最高程度上拥有这一属性。” καθʼ ὃ 是带有中性单数宾格关系代词的前置词短语,意为“凭借该原因”;τοῖς ἄλλοις ὑπάρχει τὸ συνώνυμον 意为“同名事物(共同属性)属于其他事物”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 中于 2026-05-23 由 Gemini 3.5 Flash 重新翻译
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:2.1