← 亚里士多德

尼各马可伦理学

§2.6#2

德性作为中庸的定义与本身即恶的行为

作者明确了德性是一种在情感和行为中避开过度与不足、选择相对于我们的中庸的品质,并总结了德性的定义,同时指出某些本身就是邪恶的行为与情感并不存在中庸。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6#2

οἷον καὶ φοβηθῆναι καὶ θαρρῆσαι καὶ ἐπιθυμῆσαι καὶ ὀργισθῆναι καὶ ἐλεῆσαι καὶ ὅλως ἡσθῆναι καὶ λυπηθῆναι ἔστι καὶ μᾶλλον καὶ ἧττον, καὶ ἀμφότερα οὐκ εὖ· τὸ δʼ ὅτε δεῖ καὶ ἐφʼ οἷς καὶ πρὸς οὓς καὶ οὗ ἕνεκα καὶ ὡς δεῖ,1 μέσον τε καὶ ἄριστον, ὅπερ ἐστὶ τῆς ἀρετῆς. ὁμοίως δὲ καὶ περὶ τὰς πράξεις ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις καὶ τὸ μέσον. ἡ δʼ ἀρετὴ περὶ πάθη καὶ πράξεις ἐστίν, ἐν οἷς ἡ μὲν ὑπερβολὴ ἁμαρτάνεται καὶ ἡ ἔλλειψις, τὸ δὲ μέσον ἐπαινεῖται καὶ κατορθοῦται· ταῦτα δʼ ἄμφω τῆς ἀρετῆς.2 μεσότης τις ἄρα ἐστὶν ἡ ἀρετή, στοχαστική γε οὖσα τοῦ μέσου. ἔτι τὸ μὲν ἁμαρτάνειν πολλαχῶς ἔστιν (τὸ γὰρ κακὸν τοῦ ἀπείρου, ὡς οἱ Πυθαγόρειοι εἴκαζον, τὸ δʼ ἀγαθὸν τοῦ πεπερασμένου), τὸ δὲ κατορθοῦν μοναχῶς (διὸ καὶ τὸ μὲν ῥᾴδιον τὸ δὲ χαλεπόν, ῥᾴδιον μὲν τὸ ἀποτυχεῖν τοῦ σκοποῦ, χαλεπὸν δὲ τὸ ἐπιτυχεῖν)· καὶ διὰ ταῦτʼ οὖν τῆς μὲν κακίας ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις, τῆς δʼ ἀρετῆς ἡ μεσότης· "ἐσθλοὶ μὲν γὰρ ἁπλῶς, παντοδαπῶς δὲ κακοί." ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετική, ἐν μεσότητι οὖσα τῇ πρὸς ἡμᾶς, ὡρισμένῃ λόγῳ καὶ ᾧ ἂν ὁ φρόνιμος ὁρίσειεν.3 μεσότης δὲ δύο κακιῶν, τῆς μὲν καθʼ ὑπερβολὴν τῆς δὲ κατʼ ἔλλειψιν· καὶ ἔτι τῷ τὰς μὲν ἐλλείπειν τὰς δʼ ὑπερβάλλειν τοῦ δέοντος ἔν τε τοῖς πάθεσι καὶ ἐν ταῖς πράξεσι, τὴν δʼ ἀρετὴν τὸ μέσον καὶ εὑρίσκειν καὶ αἱρεῖσθαι. διὸ κατὰ μὲν τὴν οὐσίαν καὶ τὸν λόγον τὸν τὸ τί ἦν εἶναι4 λέγοντα μεσότης ἐστὶν ἡ ἀρετή, κατὰ δὲ τὸ ἄριστον καὶ τὸ εὖ ἀκρότης.5 οὐ πᾶσα δʼ ἐπιδέχεται πρᾶξις οὐδὲ πᾶν πάθος τὴν μεσότητα· ἔνια γὰρ εὐθὺς ὠνόμασται συνειλημμένα μετὰ τῆς φαυλότητος, οἷον ἐπιχαιρεκακία ἀναισχυντία φθόνος, καὶ ἐπὶ τῶν πράξεων μοιχεία κλοπὴ ἀνδροφονία· πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα λέγεται τῷ αὐτὰ φαῦλα εἶναι, ἀλλʼ οὐχ αἱ ὑπερβολαὶ αὐτῶν οὐδʼ αἱ ἐλλείψεις. οὐκ ἔστιν οὖν οὐδέποτε περὶ αὐτὰ κατορθοῦν, ἀλλʼ ἀεὶ ἁμαρτάνειν· οὐδʼ ἔστι τὸ εὖ ἢ μὴ εὖ περὶ τὰ τοιαῦτα ἐν τῷ ἣν δεῖ καὶ ὅτε καὶ ὡς μοιχεύειν, ἀλλʼ ἁπλῶς τὸ ποιεῖν ὁτιοῦν τούτων ἁμαρτάνειν ἐστίν. ὅμοιον οὖν τὸ ἀξιοῦν καὶ περὶ τὸ ἀδικεῖν καὶ δειλαίνειν καὶ ἀκολασταίνειν εἶναι μεσότητα καὶ ὑπερβολὴν καὶ ἔλλειψιν· ἔσται γὰρ οὕτω γε ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης καὶ ὑπερβολῆς ὑπερβολὴ καὶ ἔλλειψις ἐλλείψεως. ὥσπερ δὲ σωφροσύνης καὶ ἀνδρείας οὐκ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις διὰ τὸ τὸ μέσον εἶναί πως ἄκρον, οὕτως οὐδʼ ἐκείνων μεσότης οὐδʼ ὑπερβολὴ καὶ ἔλλειψις, ἀλλʼ ὡς ἂν πράττηται ἁμαρτάνεται· ὅλως γὰρ οὔθʼ ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης ἔστιν, οὔτε μεσότητος ὑπερβολὴ καὶ ἔλλειψις.

例如,害怕、胆壮、欲望、发怒、怜悯,以及通常所说的感到快乐和痛苦,都可以是过多或过少的,而这两者都不是好的;但在应当的时候、对应当的事物、对应当的人、为了应当的目的、以应当的方式(去感受这些),这就是中庸和最善,这正是德性的特征。同样,在行为中也有过度、不足和中庸。而德性是关于感情和行为的,在这些方面,过度和不足都会犯错,而中庸则受到称赞并获得成功;这两者都属于德性的特征。因此,德性是一种中庸,它确实是指向中庸的。再者,犯错可以有多种方式(因为恶属于无限,正如毕达哥拉斯学派所推测的那样,而善则属于有限),但成功却只有一种方式(因此,一者容易,另一者困难:错过目标容易,击中目标困难);因此,由于这些原因,过度和不足属于恶德,而中庸则属于德性;“因为人变好只有一种方式,变坏却有千百种。”因此,德性是一种伴随选择的品质,处于相对于我们的中庸之中,这种中庸是由逻各斯(理性)所规定的,也就是思虑者所规定的那样。它是两种恶德之间的中庸,一种是过度的恶德,另一种是不足的恶德;并且,因为在感情和行为中,恶德或者落后于或者超过了应当的限度,而德性则既寻找并选择那中间。因此,根据其实质和说明其本质的定义而言,德性是一种中庸;但根据最善和良好的状态而言,它是一个顶点。但并非每种行为和每种感情都接受中庸;因为有些事物一经命名就与卑劣相联系,例如幸灾乐祸、无耻、嫉妒,在行为中则如通奸、偷窃、谋杀;因为所有这些以及此类事物之所以被称为坏,是因为它们自身就是坏的,而不是因为它们的过度或不足。因此,在这些事情上决不可能有做对的时候,而只能是犯错。关于此类事情,好与不好也并不取决于:是否与应当与之通奸的妇女、在应当的时间、以应当的方式通奸,而是只要做其中任何一件事,就是犯错。因此,认为在不义、怯懦和放纵中也存在着中庸、过度和不足,这是同样荒谬的;因为这样一来,就会存在过度的中庸、不足的中庸,以及过度的过度和不足的不足。正如节制和勇敢没有过度和不足,因为那中间在某种意义上也就是顶点;同样,在那些行为中也没有中庸、过度和不足,而是无论怎样做都是犯错;因为一般说来,既没有过度和不足的中庸,也没有中庸的过度和不足。

语法注5 条
  1. 1106b21τὸ δʼ ὅτε δεῖ καὶ ἐφʼ οἷς καὶ πρὸς οὓς καὶ οὗ ἕνεκα καὶ ὡς δεῖ

    中性单数冠词 τὸ 将前面提到的一系列关于情感的不定式(如 φοβηθῆναι 等)在特定适宜条件下的体验名词化。

  2. 1106b26ταῦτα δʼ ἄμφω τῆς ἀρετῆς

    τῆς ἀρετῆς 是所有或特征属格(省略了 ἐστί),意为“属于德性的特征”或“归于德性”。

  3. 1107a1ᾧ ἂν ὁ φρόνιμος ὁρίσειεν

    ᾧ 是与格关系代词,或受其先行词 λόγῳ 的同化,或作为工具与格。ἂν ... ὁρίσειεν 是潜在祈愿式,意为“思虑者将用以规定(它的那个逻各斯)”。

  4. 1107a6τὸ τί ἦν εἶναι

    τὸ τί ἦν εἶναι 是亚里士多德哲学中的术语,意为“本质”(字面意思是“那过去曾是其所是者”)。

  5. 1107a8κατὰ δὲ τὸ ἄριστον καὶ τὸ εὖ ἀκρότης

    与前文 κατὰ μὲν τὴν οὐσίαν ... μεσότης 相对应,表明就其本质定义而言德性是“中庸”,但就其价值或优异程度而言则是“顶点”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:2.6#2