- 底本
- Aristotle. Aristotelis Ethica Nicomachea. Bywater, Ingram, editor. Oxford: Clarendon Press, 1894.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:2.6#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
为了定义德性是什么样的品质,作者解释了任何事物的“德性”都使其自身处于良好状态并使其功能得以很好发挥的特性。接着,通过与算术中项及技术实践的对比,阐明了在情感和行为(伦理德性的领域)中“相对于我们的中庸”这一概念。
δεῖ δὲ μὴ μόνον οὕτως εἰπεῖν, ὅτι ἕξις, ἀλλὰ καὶ ποία τις. ῥητέον οὖν ὅτι πᾶσα ἀρετή, οὗ ἂν ᾖ ἀρετή,1 αὐτό τε εὖ ἔχον ἀποτελεῖ καὶ τὸ ἔργον αὐτοῦ εὖ ἀποδίδωσιν, οἷον ἡ τοῦ ὀφθαλμοῦ ἀρετὴ τόν τε ὀφθαλμὸν σπουδαῖον ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ· τῇ γὰρ τοῦ ὀφθαλμοῦ ἀρετῇ εὖ ὁρῶμεν. ὁμοίως ἡ τοῦ ἵππου ἀρετὴ ἵππον τε σπουδαῖον ποιεῖ καὶ ἀγαθὸν δραμεῖν2 καὶ ἐνεγκεῖν τὸν ἐπιβάτην καὶ μεῖναι τοὺς πολεμίους. εἰ δὴ τοῦτʼ ἐπὶ πάντων οὕτως ἔχει, καὶ ἡ τοῦ ἀνθρώπου ἀρετὴ εἴη ἂν ἡ ἕξις ἀφʼ ἧς ἀγαθὸς ἄνθρωπος γίνεται καὶ ἀφʼ ἧς εὖ τὸ ἑαυτοῦ ἔργον ἀποδώσει. πῶς δὲ τοῦτʼ ἔσται, ἤδη μὲν εἰρήκαμεν, ἔτι δὲ καὶ ὧδʼ ἔσται φανερόν, ἐὰν θεωρήσωμεν ποία τίς ἐστιν ἡ φύσις αὐτῆς. ἐν παντὶ δὴ συνεχεῖ καὶ διαιρετῷ ἔστι λαβεῖν τὸ μὲν πλεῖον τὸ δʼ ἔλαττον τὸ δʼ ἴσον, καὶ ταῦτα ἢ κατʼ αὐτὸ τὸ πρᾶγμα ἢ πρὸς ἡμᾶς· τὸ δʼ ἴσον μέσον τι ὑπερβολῆς καὶ ἐλλείψεως. λέγω δὲ τοῦ μὲν πράγματος μέσον τὸ ἴσον ἀπέχον ἀφʼ ἑκατέρου τῶν ἄκρων, ὅπερ ἐστὶν ἓν καὶ τὸ αὐτὸ πᾶσιν, πρὸς ἡμᾶς δὲ ὃ μήτε πλεονάζει μήτε ἐλλείπει· τοῦτο δʼ οὐχ ἕν, οὐδὲ ταὐτὸν πᾶσιν. οἷον εἰ τὰ δέκα πολλὰ τὰ δὲ δύο ὀλίγα, τὰ ἓξ μέσα λαμβάνουσι κατὰ τὸ πρᾶγμα· ἴσῳ γὰρ ὑπερέχει τε καὶ ὑπερέχεται· τοῦτο δὲ μέσον ἐστὶ κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν. τὸ δὲ πρὸς ἡμᾶς οὐχ οὕτω ληπτέον· οὐ γὰρ εἴ τῳ δέκα μναῖ φαγεῖν πολὺ δύο δὲ ὀλίγον, ὁ ἀλείπτης ἓξ μνᾶς προστάξει· ἔστι γὰρ ἴσως καὶ τοῦτο πολὺ τῷ ληψομένῳ ἢ ὀλίγον· Μίλωνι μὲν γὰρ ὀλίγον, τῷ δὲ ἀρχομένῳ τῶν γυμνασίων πολύ. ὁμοίως ἐπὶ δρόμου καὶ πάλης. οὕτω δὴ πᾶς ἐπιστήμων τὴν ὑπερβολὴν μὲν καὶ τὴν ἔλλειψιν φεύγει, τὸ δὲ μέσον ζητεῖ καὶ τοῦθʼ αἱρεῖται, μέσον δὲ οὐ τὸ τοῦ πράγματος ἀλλὰ τὸ πρὸς ἡμᾶς. εἰ δὴ πᾶσα ἐπιστήμη3 οὕτω τὸ ἔργον εὖ ἐπιτελεῖ, πρὸς τὸ μέσον βλέπουσα καὶ εἰς τοῦτο ἄγουσα τὰ ἔργα (ὅθεν εἰώθασιν ἐπιλέγειν τοῖς εὖ ἔχουσιν ἔργοις ὅτι οὔτʼ ἀφελεῖν ἔστιν οὔτε προσθεῖναι, ὡς τῆς μὲν ὑπερβολῆς καὶ τῆς ἐλλείψεως φθειρούσης τὸ εὖ, τῆς δὲ μεσότητος σῳζούσης, οἱ δʼ ἀγαθοὶ τεχνῖται, ὡς λέγομεν, πρὸς τοῦτο βλέποντες ἐργάζονται)· ἡ δʼ ἀρετὴ πάσης τέχνης ἀκριβεστέρα καὶ ἀμείνων ἐστὶν ὥσπερ καὶ ἡ φύσις, τοῦ μέσου ἂν εἴη στοχαστική. λέγω δὲ τὴν ἠθικήν· αὕτη γάρ ἐστι περὶ πάθη καὶ πράξεις, ἐν δὲ τούτοις ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις καὶ τὸ μέσον.
然而,我们不仅必须这样说“德性是一种品质”,而且还必须说出它具有怎样的性质。因此我们必须说:任何事物的德性,既要使其自身处于良好状态,又要使其功能得以良好发挥。例如,眼睛的德性既使眼睛自身变得优秀,也使其功能变得优秀;因为凭借眼睛的德性,我们才能看得清楚。同样,马的德性既使马优秀,也使其善于奔跑、善于驮载骑者,并能沉着面对敌人。如果这在所有情况下都是如此,那么人的德性也就是一种品质,凭借它,人能成为好人,并能很好地发挥他自身的功能。这如何能够做到,我们已经说过,但如果我们考察德性的本性是怎样的,通过以下方式就会更加清楚。在一切连续且可分的事物中,都可以取较多、较少和相等,而这些或者是就事物自身而言,或者是相对于我们而言;相等也就是过度和不足之间的某种中项。我所说的“事物的中项”,是指与两极距离相等的东西,它对所有人来说都是唯一的且同一的;而“相对于我们的中项”,则是指既不过度也不足的东西,这既不是唯一的,对所有人来说也不是同一的。例如,如果十是多,二是少,那么在事物自身中,人们取六作为中项;因为它超过(少者)的量与被(多者)超过的量是一样的;这就是按照算术比例的中项。但相对于我们的中项不能这样来取;因为如果对某人来说吃十个米纳很多,而两个米纳很少,教练并不会因此就开出六个米纳的食谱;因为这对于将要接受它的人来说,可能依然是很多或者很少:对于米隆来说是很少,但对于刚开始锻炼的人来说则是很多。在跑步和摔跤方面也是一样。正是通过这种方式,所有的专家都避开过度和不足,而寻求中项并选择它,但这个中项不是事物自身的中项,而是相对于我们的中项。如果确实每种科学(技术)都以这种方式很好地完成其工作,即通过注视着中项并将作品引向中项(因此人们习惯于对那些状态良好的作品评价说:既不能减少什么,也不能增加什么,因为过度和不足会破坏其优良,而中庸则会保存它,而优秀的匠人们,正如我们所说,也是注视着它来工作的)——而德性比任何技术都更精确、更好,正如自然也同样如此,那么它就应当是指向中庸的。我指的是伦理德性;因为它是关于情感和行为的,而在这些方面存在着过度、不足和中庸。
- 1106a15οὗ ἂν ᾖ ἀρετή
关系代名词 οὗ 是属格,其先行词(该德性所属的事物)被省略了。它与 ἄν 及虚拟语气 ᾖ 一起构成无定关系从句,表示普遍条件:“不论它是任何事物的德性”。
- 1106a20ἀγαθὸν δραμεῖν
不定式 δραμεῖν(跑)以及随后的 ἐνεγκεῖν(驮载)和 μεῖναι(驻守),是修饰和限定形容词 ἀγαθόν 的解释性不定式(说明用法),意为“在奔跑方面是优秀的”。
- 1106b5εἰ δὴ πᾶσα ἐπιστήμη...
这是一个复杂的条件句结构,条件从句(由 εἰ δὴ... ἐπιτελεῖ 引导)与主句(ἡ δ' ἀρετὴ... ἂν εἴη στοχαστική)相呼应。尽管由于插入了长括号(ὅθεν... ἐργάζονται)而使文意有所中断,但整体的语法骨架为:“如果确实每种科学都以这种方式很好地完成其工作……那么德性也应该是指向中庸的”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
