← 亚里士多德

雅典政制

§45-46

议事会司法权力的限制与行政监督职责

概述了议事会在司法裁判和提议预审权上的限制,以及其管理海军舰船设备和公共建筑的职责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§45

​XLV. ἡ δὲ βουλὴ πρότερον μὲν ἦν κυρία καὶ χρήμασιν ζημιῶσαι καὶ δῆσαι καὶ ἀποκτεῖναι. καὶ Λυσίμαχον αὐτῆς ἀγαγούσης ὡς τὸν δήμιον καθήμενον ἤδη μέλλοντα ἀποθνῄσκειν Εὐμηλίδης ὁ Ἀλωπεκῆθεν ἀφείλετο, οὐ φάσκων δεῖν ἄνευ δικαστηρίου γνώσεως οὐδένα τῶν πολιτῶν ἀποθνῄσκειν· καὶ κρίσεως ἐν δικαστηρίῳ γενομένης ὁ μὲν Λυσίμαχος ἀπέφυγεν καὶ ἐπωνυμίαν ἔσχεν ὁ ἀπὸ τοῦ τυπάνου,1 ὁ δὲ δῆμος ἀφείλετο τῆς βουλῆς τὸ θανατοῦν καὶ δεῖν καὶ χρήμασιν ζημιοῦν, καὶ νόμον ἔθετο, ἄν τινος ἀδικεῖν ἡ βουλὴ καταγνῷ2 ἢ ζημιώσῃ, τὰς καταγνώσεις καὶ τὰς ἐπιζημιώσεις εἰσάγειν τοὺς θεσμοθέτας εἰς τὸ δικαστήριον, καὶ ὅ τι ἂν οἱ δικασταὶ ψηφίσωνται, τοῦτο κύριον εἶναι. κρίνει δὲ | τὰς ἀρχὰς ἡ βουλὴ τὰς πλείστας, καὶ μάλισθ’ ὅσαι χρήματα διαχειρίζουσιν· οὐ κυρία δ’ ἡ κρίσις, ἀλλ’ ἐφέσιμος εἰς τὸ δικαστήριον. ἔξεστι δὲ καὶ τοῖς ἰδιώταις εἰσαγγέλλειν ἣν ἂν βούλωνται τῶν ἀρχῶν μὴ χρῆσθαι τοῖς νόμοις· ἔφεσις δὲ καὶ τούτοις ἐστὶν εἰς τὸ δικαστήριον ἐὰν αὐτῶν ἡ βουλὴ καταγνῷ. δοκιμάζει δὲ καὶ τοὺς βουλευτὰς τοὺς τὸν ὕστερον ἐνιαυτὸν βουλεύσοντας καὶ τοὺς ἐννέα ἄρχοντας. καὶ πρότερον μὲν ἦν ἀποδοκιμάσαι κυρία, νῦν δὲ τούτοις ἔφεσίς ἐστιν εἰς τὸ δικαστήριον. τούτων μὲν οὖν ἄκυρός ἐστιν ἡ βουλή·3 προβουλεύει δ’ εἰς τὸν δῆμον, καὶ οὐκ ἔξεστιν οὐδὲν ἀπροβούλευτον οὐδ’ ὅ τι ἂν μὴ προγράψωσιν οἱ πρυτάνεις ψηφίσασθαι τῷ δήμῳ· κατ’ αὐτὰ γὰρ ταῦτα ἔνοχός ἐστιν ὁ νικήσας γραφῇ παρανόμων.

​XLV. 议事会先前有权处以罚款、监禁和死刑。当议事会把吕西马科斯押送给刽子手、而他已坐定即将被处死时,阿洛佩克区的尤梅利德斯救下了他,声称没有任何公民可以在没有法庭判决的情况下被处死;后经法庭审理,吕西马科斯被宣告无罪,并得到了“逃脱刑杖者”的称号,而民众则剥夺了议事会处死、监禁和罚款的权力,并制定法律规定:如果议事会判定某人有罪或处以罚款,立法官们应将判定和罚款案提交法庭,凡裁判员投票决定的事即为最终有效。 议事会审理大多数官员,尤其是掌管钱财的官员;但其判决不是最终的,而是可以上诉至法庭。普通公民也可以就其希望的任何不遵守法律的官员提出指控(eisangelia);如果议事会判定这些官员有罪,他们同样有权上诉至法庭。 它还审查下一年度将任职的议事会成员以及九名执政官。先前它有权予以否决,但现在这些人有权上诉至法庭。因此,议事会在这些事务上没有最终决定权;但它为公民大会准备预案,公民大会不得对未经预审或主席团未公布于日程的事项进行表决;因为提案获通过者正会因此理由而被控犯有违宪提案罪。

§46

​XLVI. ἐπιμελεῖται δὲ καὶ τῶν πεποιημένων τριήρων καὶ τῶν σκευῶν καὶ τῶν νεωσοίκων, καὶ ποιεῖται καινὰς [δὲ] τριήρεις ἢ τετρήρεις, ὁποτέρας ἂν ὁ δῆμος χειροτονήσῃ, καὶ σκεύη ταύταις καὶ νεωσοίκους· χειροτονεῖ δ’ ἀρχιτέκτονας ὁ δῆμος ἐπὶ τὰς ναῦς. ἂν δὲ μὴ παραδῶσιν ἐξειργασμένα ταῦτα τῇ νέᾳ βουλῇ, τὴν δωρεὰν οὐκ ἔστιν αὐτοῖς λαβεῖν·4 ἐπὶ γὰρ τῆς ὕστερον βουλῆς λαμβάνουσιν. | ποιεῖται δὲ τὰς τριήρεις, δέκα ἄνδρας ἐξ αὑ[τῆς] ἑλομένη τριηροποιούς. ἐξετάζει δὲ καὶ τὰ οἰκοδομήματα τὰ δημόσια πάντα, κἄν τις ἀδικεῖν αὐτῇ δόξῃ, τῷ τε δήμῳ τοῦτον [ἀπ]οφαίνει καὶ καταγνόντος παραδίδωσι δικαστηρίῳ.

​XLVI. 它还负责监管已建成的三层桨战舰、其装备和船坞,并根据民众举手表决的决定建造新的三层桨或四层桨战舰,以及相应的装备和船坞;民众则选派舰船建造建筑师。如果他们未能将这些建造完毕的设施移交给新一届议事会,就无法获得奖赏(dorea);因为奖赏是在后一届议事会任内领取的。议事会从自身成员中选出十人作为造舰委员来建造三层桨战舰。它还检查所有公共建筑,如果认为有人犯有不正当行为,就向民众报告,并在民众判定其有罪后移交法庭。

语法注4 条
  1. 45.1ὁ ἀπὸ τοῦ τυπάνου

    意为“从刑杖下逃生者”。τύπανον(或τύμπανον)指用于笞打或处决的木架或刑杖。介词ἀπό表示从绝境中脱险,构成因吕西马科斯免于死刑而得的绰号。

  2. 45.1ἄν τινος ἀδικεῖν ἡ βουλὴ καταγνῷ

    动词καταγιγνώσκω在此采用“被告属格(τινος)+ 罪行不定式(ἀδικεῖν)”的句型(“判定某人有不正当行为”)。属格表示判决对象,不定式说明具体罪状。

  3. 45.4τούτων μὲν οὖν ἄκυρός ἐστιν ἡ βουλή

    形容词ἄκυρος(无最终决定权的)带指示代词属格τούτων(关于这些事项),作为相关/限制性属格。此句总结前述关于审查(dokimasia)与上诉的规定,明确议事会不具有最终裁决权。

  4. 46.1τὴν δωρεὰν οὐκ ἔστιν αὐτοῖς λαβεῖν

    动词ἔστιν作为非人称动词表可能性(“是可能的”),带不定式λαβεῖν和与格动作主αὐτοῖς(“对他们而言不可能领取奖赏”)。该句构成回应前述条件句(若未完成造舰移交)的主句。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(13 处,最近 2026-10-12)
  • 中于 2026-10-11 由 Gemini 3.5 Flash 重新翻译
  • 2026-10-12 与底本核对 — 原文 1 处
  • 2026-10-11 与底本核对 — 原文 12 处
urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:45-46