- 底本
- Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0085.tlg006.humanitext-grc1:279-398
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
奥雷斯特斯详细述说了神谕所警告的惨烈疾病与狂乱惩罚,从而坚定了复仇的决心。随后,奥雷斯特斯、埃勒克特拉与歌队在阿伽门农墓前开始了大交替歌,祈求正义的实现并哀悼父亲。
βροτοῖς πιφαύσκων εἶπε, τὰς δ᾽ αἰνῶν νόσους,1
神谕向凡人昭示了这些,并详细说明了病痛,
σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις
那些用野蛮的颌骨侵袭肉体、
λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν·
吞噬原有健康体质的苔癣病;
λευκὰς δὲ κόρσας τῇδ᾽ ἐπαντέλλειν νόσῳ·
并宣称,伴随这种病症,太阳穴上会生出白发。
ἄλλας τ᾽ ἐφώνει προσβολὰς Ἐρινύων
祂还提到了复仇女神的其他袭击,
ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας·
这些袭击是由父亲的血债所引发的;
τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος2ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,
因为,由家族中倒下的祈求者所带来的冥府之暗箭,
καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος
以及狂乱和夜间无端的恐惧,
ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντ᾽ ὀφρὺνκινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως
动摇并惊扰着那个在黑暗中清晰看见幻影、抖动双眉的人,
χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.
并用青铜铸造的鞭子摧残其肉体,将其驱逐出城。
καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος
对于这样的人,他们不得分享大酒杯,
εἶναι3 μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,
也不得分享热爱奠酒的祭礼,
βωμῶν τ᾽ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς
父亲那看不见的愤怒将他们阻隔在祭坛之外;
μῆνιν· δέχεσθαι ⟨δ᾽⟩ οὔτε συλλύειν τινά.
任何人不得接纳他们,也不得与他们同住。
πάντων δ᾽ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ
他们被所有人唾弃,没有朋友,随着时间的推移,
κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.
在毁灭一切的命运中,凄惨地干枯而死。
τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι;
这样的神谕,难道值得信任吗?
κεἰ μὴ πέποιθα, τοὔργον ἔστ᾽ ἐργαστέον.
即使我不信任,这件事情也必须去做。
πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,
因为许多强烈的渴望汇聚在一起:
θεοῦ τ᾽ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,
神明的命令,对父亲的巨大哀恸,
καὶ πρὸς πιέζει χρημάτων ἀχηνία,
此外,财产的匮乏也压迫着我,
τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,
使得我们最享有盛誉的公民、
Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,
曾以辉煌的心志毁灭特洛伊的人们,
δυοῖν γυναικοῖν ὧδ᾽ ὑπηκόους πέλειν.
如今竟要如此顺从于两个女人。
θήλεια γὰρ φρήν· εἰ δὲ μή, τάχ᾽ εἴσεται.
因为他的心志是属于女人的;如果不是,他很快就会知道。
ἀλλ᾽ ὦ μεγάλαι Μοῖραι, Διόθεν
歌队:但是,伟大的命运女神啊,奉宙斯之命,
τῇδε τελευτᾶν,
请让这件事情在正义所归的一方
ᾗ τὸ δίκαιον μεταβαίνει.
结束吧。
ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ
以敌意之言报
γλῶσσα τελείσθω· τοὐφειλόμενον
敌意之言;要求清偿债务的
πράσσουσα Δίκη μέγ᾽ ἀυτεῖ·
正义女神大声疾呼:
ἀντὶ δὲ πληγῆς φονίας φονίαν
以血腥之击报血腥
πληγὴν τινέτω. δράσαντι παθεῖν,
之击。“作恶者必受报应”,
τριγέρων μῦθος τάδε φωνεῖ.
三代相传的古老谚语如是说。
ὦ πάτερ αἰνοπαθές, τί σοι
奥雷斯特斯:父亲啊,不幸的父亲,我该对你
φάμενος ἢ τί ῥέξας
说些什么,或做些什么,
τύχοιμ᾽ ἂν ἕκαθεν οὐρίσας,
才能成功地从远处送去顺风,
ἔνθα σ᾽ ἔχουσιν εὐναί;
到你安息的墓穴所在?
σκότῳ φάος ἀντίμοιρον·
黑暗之中,光明是否拥有同等的份额?
χάριτες δ᾽ ὁμοίως
然而,同样地,
κέκληνται γόος εὐκλεὴς
墓前的荣耀哀悼,被称作
προσθοδόμοις Ἀτρείδαις.
献给前代阿特雷斯家族的恩惠。
τέκνον, φρόνημα τοῦ
歌队:孩子啊,死者的意识
θανόντος οὐ δαμάζει
不会被烈火的猛烈
πυρὸς [ἡ] μαλερὰ γνάθος,
颌骨所征服,
φαίνει δ᾽ ὕστερον ὀργάς·
祂会在日后显露其愤怒;
ὀτοτύζεται δ᾽ ὁ θνῄσκων,
逝者被哀悼,
ἀναφαίνεται δ᾽ ὁ βλάπτων.
伤害者被揭发。
πατέρων τε καὶ τεκόντων
对父亲和双亲的公正哀悼,
γόος ἔνδικος ματεύει
一旦被彻底激发起,
τἄποιν᾽ ἀμφιλαφὴς ταραχθείς.
就会寻找充分的报复。
κλῦθί νυν, ὦ πάτερ, ἐν μέρει
埃勒克特拉:现在,父亲啊,请轮流倾听我们
πολυδάκρυτα πένθη.
泪水盈眶的哀痛。
δίπαις τοί σ᾽ ἐπιτύμβιος
你的两个孩子在墓前唱起
θρῆνος ἀναστενάζει.
哀歌,为你悲叹。
τάφος δ᾽ ἱκέτας δέδεκται
墓冢接纳了祈求者
φυγάδας θ᾽ ὁμοίως.
与流亡者,两者并无二致。
τί τῶνδ᾽ εὖ, τί δ᾽ ἄτερ κακῶν;
这一切中有什么是好的,有什么是免于灾祸的?
οὐκ ἀτρίακτος ἄτα;
我们的毁灭难道不是无法克服的吗?
ἀλλ᾽ ἔτ᾽ ἂν ἐκ τῶνδε θεὸς χρῄζων
歌队:然而,如果神明愿意,祂仍能从这些灾祸中
θείη κελάδους εὐφθογγοτέρους·
带来更悦耳的歌声;
ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων
代替墓前的哀歌,
παιὰν μελάθροις ἐν βασιλείοις
王宫里重新调配的
νεοκρᾶτα φίλον κομίσειεν.
亲切祝歌将迎来重归的友人。
εἰ γὰρ ὑπ᾽ Ἰλίῳ
奥雷斯特斯:父亲啊,如果你在特洛伊城下,
πρός τινος Λυκίων, πάτερ,
被某个吕基亚人
δορίτμητος κατηναρίσθης,
用长枪刺死,
λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι
在殿堂里留下荣耀,
τέκνων τ᾽ ἐν κελεύθοις
为你孩子们的道路
ἐπιστρεπτὸν αἰῶ
开创令人瞩目的生涯,
κτίσας πολύχωστον ἂν εἶχες4
你本可在海外之地拥有一座
τάφον διαποντίου γᾶς
高高隆起的坟墓,
δώμασιν εὐφόρητον.
这对你的家族来说是容易承受的。
φίλος φίλοισι τοῖς
歌队:在那里,作为那些荣耀死去之人的
ἐκεῖ καλῶς θανοῦσι
挚友,你将在地下
κατὰ χθονὸς ἐμπρέπωνσεμνότιμος ἀνάκτωρ,
显赫地成为尊贵的君王,
πρόπολός τε τῶν μεγίστων
成为地下最伟大的
χθονίων ἐκεῖ τυράννων·
统治者们的使臣;
βασιλεὺς γὰρ ἦν, ὄφρ᾽ ἔζη,
因为他活着的时候曾是国王,
μόριμον λάχος πιπλάντων
用他的双手和降服凡人的权杖
χειροῖν πεισιβρότῳ τε βάκτρῳ.
统治着那些履行自己命运份额的人。
μηδ᾽ ὑπὸ Τρωίας
埃勒克特拉:但是,父亲啊,我并不希望你
τείχεσι φθίμενος, πάτερ,
倒在特洛伊城墙下,
μετ᾽ ἄλλῳ δουρικμῆτι λαῷ
与其他死于枪下的军队一同
παρὰ Σκαμάνδρου πόρον τεθάφθαι,
埋葬在斯卡曼德罗斯河畔。
πάρος δ᾽ οἱ κτανόντες
宁愿那些杀死你的人
νιν οὕτως δαμῆναι
像这样先被制服,
⟨φίλοις⟩ θανατηφόρον αἶσαν
而我们能从远处听到
πρόσω τινὰ πυνθάνεσθαι
他们致命的命运,
τῶνδε πόνων ἄπειρον.
对这些苦难一无所知。
ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,
歌队:孩子啊,你所说的话比黄金更贵重,
μεγάλης δὲ τύχης καὶ ὑπερβορέου
比伟大的幸福和极北之地的福乐
μείζονα φωνεῖς· δύνασαι γάρ.
更为美好;因为你能够这样期盼。
ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης
但是,双重鞭挞的声音已经传来:
δοῦπος ἱκνεῖται· τῶν μὲν ἀρωγοὶ
一方的辅助者
κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων
已经在地下,而统治者们
χέρες οὐχ ὅσιαι στυγερῶν τούτων,
那些可憎之人的双手是不洁的。
†πᾶσι δὲ μᾶλλον γεγένηται.
这件事对所有人来说都变得更加痛苦。
τοῦτο διαμπερὲς οὖς
奥雷斯特斯:这声音直穿我的耳朵,
ἵκεθ᾽ ἅπερ τι βέλος.
宛如一支利箭。
Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων
宙斯啊,宙斯,从地下送来
ὑστερόποινον ἄταν
迟到的惩罚,
βροτῶν τλάμονι καὶ πανούργῳ
惩治凡人狂妄不法的手,
χειρί, τοκεῦσι δ᾽ ὅμως τελεῖται.
但这也将在父母身上得到践行。
ἐφυμνῆσαι γένοιτό μοι πυκάεντ᾽
歌队:愿我能对那个
ὀλολυγμὸν ἀνδρὸς
被击倒的男人和那个
θεινομένου, γυναικός τ᾽
走向毁灭的女人
ὀλλυμένας· τί γὰρ κεύθω φρενὸς οἷον ἔμπας
发出高亢而响亮的欢呼;因为我何必隐藏那在心头
ποτᾶται; πάροιθεν δὲ πρῴρας
飘荡的心绪?而在我的船首前
δριμὺς ἄηται κραδίας
吹拂着辛辣的愤怒
θυμὸς ἔγκοτον στύγος.
和心中仇恨的怨念。
καὶ πότ᾽ ἂν ἀμφιθαλὴς
埃勒克特拉:宙斯何时才能
Ζεὺς ἐπὶ χεῖρα βάλοι,
降下神手,
φεῦ φεῦ, κάρανα δαΐξας;
斩碎他们的头颅?
πιστὰ γένοιτο χώρᾳ.
愿信任重回这片土地。
δίκαν δ᾽ ἐξ ἀδίκων ἀπαιτῶ.
我向不义者讨回正义。
- 279τὰς δ᾽ αἰνῶν νόσους
分词 αἰνῶν 意为“详细述说”或“宣告”,修饰前文的动词 εἶπε(说)。名词短语 τὰς νόσους(疾病)作为 εἶπε 或 αἰνῶν 的直接宾语。
- 285τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος
句中的主格主语是 τὸ σκοτεινὸν βέλος(暗黑之箭)以及后文的 λύσσα(狂乱)和 φόβος(恐惧),它们构成了指向 §289 中动词 κινεῖ, ταράσσει(动摇,惊扰)的长距离倒置与分隔结构。
- 291καὶ τοῖς τοιούτοις... εἶναι
τοῖς τοιούτοις 是指代“此类人”(未行复仇之人)的与格。不定式 εἶναι 属于阿波罗神谕的间接引语,延续了对其法令和警告内容的叙述。
- 345εἰ γὰρ ὑπ᾽ Ἰλίῳ... κατηναρίσθης, ... ἂν εἶχες
一个表示与过去事实相反的虚拟条件句(条件从句用 εἰ 搭配直陈式过去时,主句用 ἂν 搭配直陈式过去时)。表达了对过去未实现之事的遗憾:“若你当年死在特洛伊城下,你本会拥有一座荣耀的坟墓。”
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — patch 1 处
- 2026-11-24 AI校阅 — 译文 1 处
- 2026-09-21 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
