- 底本
- Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0085.tlg006.humanitext-grc1:195-278
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
埃勒克特拉通过墓前的头发和足迹确信了奥雷斯特斯的归来,随后两姐弟戏剧性地重逢并确认了彼此的身份。奥雷斯特斯进而透露了阿波罗的神谕,该神谕要求他必须为父报仇,不然将面临悲惨的命运。
εἴθ᾽ εἶχε φωνὴν εὔφρον᾽ ἀγγέλου δίκην,
但愿这头发能像使者一样拥有一切善意的声音,
ὅπως δίφροντις οὖσα μὴ ᾽κινυσσόμην,1
这样我就不会因双重的心思而饱受煎熬,
ἀλλ᾽ εὖ ᾽σαφήνει τόνδ᾽ ἀποπτύσαι πλόκον,
而是它能清楚地告诫我,要么吐弃这缕头发,
εἴπερ γ᾽ ἀπ᾽ ἐχθροῦ κρατὸς ἦν τετμημένος,
如果它确实是从仇敌的头上剪下的,
ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ
要么,如果它是同胞的,它便能与我共同哀悼,
ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.
作为这墓冢的装饰和对父亲的尊崇。
ἀλλ᾽ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,
但我们呼求那知晓一切的神明,
οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην
祂们知道我们像水手一般
στροβούμεθ᾽· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,
在怎样的风暴中颠簸;但若注定要获得拯救,
σμικροῦ γένοιτ᾽ ἂν σπέρματος μέγας πυθμήν.
哪怕是一颗微小的种子,也能长成巨大的树干。
καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,
确实,这里有足迹,第二件证据,
ποδῶν ὅμοιοι τοῖς τ᾽ ἐμοῖσιν ἐμφερεῖς2—
与我自己的足迹相似且相符——
καὶ γὰρ δύ᾽ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,
因为这里确实有两双脚的轮廓,
αὐτοῦ τ᾽ ἐκείνου καὶ συνεμπόρου τινός—
他自己的,以及某个同伴的——
πτέρναι τενόντων θ᾽ ὑπογραφαὶ μετρούμεναι
脚后跟和腱的轮廓,经测量,
εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.
与我自己的足迹完全重合。
πάρεστι δ᾽ ὠδὶς καὶ φρενῶν καταφθορά.
这里有产痛般的焦虑和心灵的狂乱。
εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους
奥雷斯特斯:为余下的事情祈祷吧,向神明宣告那能带来圆满的
εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.
祈愿,使一切顺利。
ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;
埃勒克特拉:因为现在,我凭着神明的恩赐得到了什么呢?
εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι.
奥雷斯特斯:你已经见到了你久已祈求的人。
καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;
埃勒克特拉:那么你可知道,在凡人中我一直在呼唤着谁?
σύνοιδ᾽ Ὀρέστην πολλά σ᾽ ἐκπαγλουμένην.
奥雷斯特斯:我知道你一直在为奥雷斯特斯而极度焦虑。
καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;
埃勒克特拉:那么,我又是如何得到了我的祈愿呢?
ὅδ᾽ εἰμί· μὴ μάτευ᾽ ἐμοῦ μᾶλλον φίλον.
奥雷斯特斯:我就是他;不要寻找比我更亲爱的人了。
ἀλλ᾽ ἦ δόλον τιν᾽, ὦ ξέν᾽, ἀμφί μοι πλέκεις;
埃勒克特拉:但是,陌生人,你是不是在向我编织某种诡计?
αὐτὸς καθ᾽ αὑτοῦ τἄρα μηχανορραφῶ.
奥雷斯特斯:若真如此,那我就是在自掘坟墓了。
ἀλλ᾽ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις.
埃勒克特拉:不,你只是想嘲笑我的痛苦。
κἀν τοῖς ἐμοῖς ἄρ᾽, εἴπερ ἔν γε τοῖσι σοῖς.
奥雷斯特斯:如果我嘲笑你的痛苦,那我也同样在嘲笑我自己的痛苦。
ὡς ὄντ᾽ Ὀρέστην τἄρ᾽ ἐγώ σε προὐννέπω;
埃勒克特拉:那么,我真的可以称呼你为奥雷斯特斯吗?
αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ·
奥雷斯特斯:你亲眼看着我,却认不出我来;
κουρὰν δ᾽ ἰδοῦσα τήνδε κηδείου τριχὸς
但当你看到这缕剪下的哀悼发丝,
ἰχνοσκοποῦσά τ᾽ ἐν στίβοισι τοῖς ἐμοῖς
并在我留下的脚印中测量追踪时,
ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ.
你却兴奋不已,以为看到了我。
σκέψαι κόμῃ προσθεῖσα βόστρυχον τριχὸς
看看,把这缕头发贴在头发上,
σαυτῆς ἀδελφοῦ σύμμετρον3 τῷ σῷ κάρᾳ.
这是你亲兄弟的,与你自己的头发完全相配。
ἰδοῦ δ᾽ ὕφασμα τοῦτο, σῆς ἔργον χερός,
再看看这件织物,这是你双手的作品,
σπάθης τε πληγὰς ἠδὲ θήρειον γραφήν.
还有那筬打的痕迹和野兽的图案。
ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ᾽κπλαγῇς φρένας·
镇定下来,不要让你的心灵因狂喜而惊慌;
τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς.
因为我知道我们最亲的人对我们而言是残酷的仇敌。
ὦ φίλτατον μέλημα δώμασιν πατρός,
埃勒克特拉:哦,父亲宫室最珍贵的关切,
δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,
那令人流泪的救赎之种的希望,
ἀλκῇ πεποιθὼς δῶμ᾽ ἀνακτήσει πατρός.
凭着你的力量,你将夺回父亲的家园。
ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον4
哦,令人欣喜的容颜,对我而言
ἐμοί· προσαυδᾶν δ᾽ ἔστ᾽ ἀναγκαίως ἔχον
承载着四种分量;因为我不得不呼唤你
πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει
为父亲,而我对母亲的爱(她理所当然地被憎恨)
στέργηθρον· ἡ δὲ πανδίκως ἐχθαίρεται·
也转向了你,
καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου·
还有我那被无情献祭的姐姐的爱,
πιστὸς δ᾽ ἀδελφὸς ἦσθ᾽, ἐμοὶ σέβας φέρων·
你曾是我忠实的兄弟,为我带来尊严。
μόνον Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ
愿力量与正义,与第三位、
πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι.
万神之尊的宙斯一道,与你同在。
Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ·
奥雷斯特斯:宙斯啊,宙斯,请做这些事情的见证人;
ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός,
看看那失去了老鹰父亲的孤幼,
θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασι
父亲死在可怕的毒蛇那缠绕盘旋的
δεινῆς ἐχίδνης. τοὺς δ᾽ ἀπωρφανισμένους
躯体中。而这些沦为孤儿的孩子们,
νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελεῖς
饥饿正折磨着他们;因为他们还没有长大
θήραν πατρῴαν προσφέρειν σκηνήμασιν.
到能够将父亲捕获的猎物带回巢中。
οὕτω δὲ κἀμὲ τήνδε τ᾽, Ἠλέκτραν λέγω,
同样,你也可以看到我和这女孩——我指的是埃勒克特拉——
ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,
失去了父亲的后代,
ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.
我们两人都承受着同样的放逐,流离失所。
καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα
如果你毁灭了这些曾向你献祭
πατρὸς νεοσσοὺς τούσδ᾽ ἀποφθείρας πόθενἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;
并极其尊崇你的父亲的幼雏,你又从何处获得来自同样双手的丰盛祭礼?
οὔτ᾽ αἰετοῦ γένεθλ᾽ ἀποφθείρας, πάλινπέμπειν ἔχοις ἂν σήματ᾽ εὐπιθῆ βροτοῖς·
如果你毁灭了老鹰的后代,你将无法再向凡人发送令人信服的启示;
οὔτ᾽ ἀρχικός σοι πᾶς ὅδ᾽ αὐανθεὶς πυθμὴν
同样,这整个王室的根基一旦枯萎,
βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.
就无法在宰牛献祭的日子里协助你的祭坛。
κόμιζ᾽, ἀπὸ σμικροῦ δ᾽ ἂν ἄρειας μέγαν
救救我们,从微小之中你可以重新建立起伟大的
δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.
家族,虽然它现在看起来已经彻底衰落。
ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,
歌队:孩子们啊,父亲炉灶的救星们,
σιγᾶθ᾽, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,
请保持安静,孩子们,免得有人听见,
γλώσσης χάριν δὲ πάντ᾽ ἀπαγγείλῃ τάδε
顺口把这一切全报告给
πρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμ᾽ ἐγώ ποτε
那些当权者;愿我有一天能看到他们
θανόντας ἐν κηκῖδι πισσήρει φλογός.
惨死在燃烧着的松脂火焰中。
οὔτοι προδώσει Λοξίου μεγασθενὴς
奥雷斯特斯:洛克西亚斯强大的神谕绝不会背弃我,
χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,
祂命令我经历这场危险,
κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους
并在我温热的肝脏下,大声发出严寒灾厄的
ἄτας ὑφ᾽ ἧπαρ θερμὸν ἐξαυδώμενος,5εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους·
预警,如果我不去追讨杀害我父亲的凶手;
τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,
祂命令我以同样的方式杀死他们,
ἀποχρημάτοισι ζημίαις ταυρούμενον·
因失去家产而像公牛一般狂怒;
αὐτὸν δ᾽ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε
祂声明我必须以我宝贵的生命
τίσειν μ᾽ ἔχοντα πολλὰ δυστερπῆ κακά.
来偿还这一切,并将承受许多令人痛苦的灾祸。
τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα
因为,来自地下的、愤怒的亡灵之怨恨……
- 195–196εἴθ᾽ εἶχε φωνὴν... ὅπως... μὴ ᾽κινυσσόμην
使用过去直说法语气表示无法实现的愿望(εἴθ᾽ εἶχε),后接表示过去目的或结果未实现的 ὅπως 从句。这是一种反事实条件结构:‘若它拥有声音,我现在便不至于因双重的心思而饱受煎熬。’
- 206ποδῶν ὅμοιοι τοῖς τ᾽ ἐμοῖσιν ἐμφερεῖς
形容词 ὅμοιοι 与 ἐμφερεῖς 并置。属格 ποδῶν 作为限定属格(‘在脚的方面相似’),或者取决于足迹本身,而与格 τοῖς ἐμοῖσιν 则指向比较的对象(‘与我自己的相符’)。
- 229–230βόστρυχον τριχὸς … σύμμετρον
此处的抄本顺序传统上存在倒置,通常将第229行重构于第230行之后。形容词 σύμμετρον(‘相配的、对称的’)修饰剪痕(τομῇ)或发束(βόστρυχον),并与与格 τῷ σῷ κάρᾳ(‘与你自己的头部/头发’)形成对比。
- 238–243ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον
埃勒克特拉对奥雷斯特斯的称呼,表达了原本属于其他家庭成员(父亲、母亲、被献祭的姐姐以及兄弟自身)的爱(μοίρας,即‘份额’)如今都凝聚在他一人身上。在句法上,起初的呼格/主格结构在中途转向了伴随动词 ῥέπει(‘偏向’)的主格与宾格混合结构。
- 271–272κἀξορθιάζων πολλά... ἐξαυδώμενος
能动分词 ἐξορθιάζων(‘高声警告’)与中动分词 ἐξαυδώμενος(‘大声宣告/呼喊’)的并置。这一描绘非常生动,展现了阿波罗(或其神谕)将严寒的灾厄直刺向奥雷斯特斯‘温热的肝脏’(即激情与生命的居所)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — patch 2 处
- 2026-11-24 AI校阅 — 译文 1 处
- 2026-09-21 AI校阅 — 原文 1 处
