← 哈利卡纳苏斯的狄奥尼修斯

论迪纳科斯

§11#2

逐篇考辨归于其名下的伪托公诉演说

哈利卡纳苏斯的狄奥尼修斯逐一辨析了数篇归于代纳尔科斯名下的公诉演说(包括《阿提卡演说》《埃托利亚演说》、为狄菲洛斯、赫耳米亚斯与梅内赛克莫斯所作演说、关于哈尔帕罗斯、《提洛演说》及针对德摩斯梯尼的演说),依据年代背景、作者文风以及历史情理判定它们皆为伪托之作。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11#2

Ἀττικός· πάντων ἦσαν ὁμοίως. καὶ οὗτος εἴρηται ἐν ἐκείνοις τοῖς χρόνοις, ὡς καὶ ἐν αὐτῷ τῷ λόγῳ φανερὸν γίγνεται. Αἰτωλικός· καὶ ἡμεῖς, ὦ ἄνδρες Αἰτωλοί, πρέσβεις. οὗτος καθεστώσης τῆς ὀλιγαρχίας ὑπὸ τῶν Ἀθήνηθεν φυγάδων εἴρηται δεομένων τοὺς Αἰτωλοὺς αὑτοῖς βοηθεῖν, ἐπεὶ καὶ ὁ Κάσσανδρος αὐτοῖς ἐλευθέροις οὖσιν ἐπεχείρει, ὡς ἐν αὐτῷ τῷ λόγῳ γίγνεται τοῦτο δῆλον. οὔκουν εἰκὸς φίλον ὄντα τὸν Δείναρχον τῶν τὴν ὀλιγαρχίαν καταστησάντων τοῖς καταλύειν ἐπιχειροῦσιν συναγωνίζεσθαι, οὐδʼ αὐτοὺς Ἀθή νηθε λόγους † καταλαμβάνειν οἷόν τʼ ἐστί. Διφίλῳ δημηγορικός, αἰτοῦντι δωρεάς· διὰ τὸ μὴ ῥᾴδιον εἶναι. τοῦτον ἐπείσθην ὑπὸ Δημοσθένους γεγράφθαι τὸν λόγον, ὅτι τὰς δωρεὰς ἔγραψεν αὐτῷ Δημοσθένης, ὡς Δείναρχος ἐν τῷ κατὰ Δημοσθένους λόγῳ δεδήλωκε, καὶ ὅτι ἐπὶ τέλει τοῦ λόγου ὁ Δίφιλος Δημοσθένην παρακαλεῖ συνήγορον. ἀπίθανον δὲ οἶμαι εἶναι τὰς μὲν τιμὰς οὕτω γράφειν εὐνοοῦντα τῷ Διφίλῳ τὸν Δημοσθένην, λόγον δὲ παρὰ Δεινάρχου λαβόντα περιιδεῖν. Ἑρμίᾳ ἐμπορίου ἐπιμελητῇ περὶ τῶν κατηγορηθέντων ἀπολογία· δέομαι ὑμῶν, ὦ ἄνδρες. ἀπʼ αὐτοῦ τοῦ χαρακτῆρος εὕροι τις ἂν οὐκ ὄντα τὸν λόγον Δεινάρχου (ὑδαρής τε γὰρ καὶ ἀσθενὴς καὶ ψυχρός ἐστιν), ἀλλὰ μᾶλλον αὐτὸν ἄν τις θείη Δημοκλείδου ἢ Μενεσαίχμου ἢ τῶν ἄλλων τῶν τοιούτων τινός. ἀφαιροῦμαι δὲ καὶ τοὺς ὑπὲρ Μενεσαίχμου λόγους ἀμφοτέρους αὐτοῦ, ὧν ὃ μέν ἐστιν περὶ τῆς Δήλου θυσίας· ἱκετεύομεν ὑμᾶς καί· ὃ δὲ πρὸς Περικλέα καὶ Δημοκράτην, οὗ ἡ ἀρχή· νομίζομεν, ὦ ἄνδρες διά τε τὸν χαρακτῆρα (ὑδαρὴς γὰρ καὶ κεχυμένος καὶ ψυχρός) καὶ ὅτι ὁ λέγων αὐτούς, ὢν οὔτε ἄδοξος καὶ μετὰ Λυκοῦργον τὴν διοίκησιν τῶν δημοσίων χρημάτων παραλαβών, ἐξητασμένος δὲ πολλάκις αὐτός, ὡς ἐν τοῖς λόγοις περὶ ἁπάντων μηνύει, καὶ ἐν ἰδίοις καὶ ἐν δημοσίοις ἀγῶσιν οὐκ ἂν ἦν ἀδύνατος, ὥστε Δεινάρχῳ λογογράφῳ χρῆσθαι.1 ὑπὲρ τοῦ μὴ ἐκδοῦναι Ἅρπαλον Ἀλεξάνδρῳ οὐκ ἄξιον ἄρα θαυμάζειν. οὐδʼ οὗτος ὁ λόγος ἐμφαίνει τὸν Δεινάρχου χαρακτῆρα. εἰ γὰρ κἂν μηδὲν ἄλλο,2 τό γʼ οὖν ἠλίθιον καὶ σοφιστικὸν εὕροι τις ἂν ἐν αὐτῷ πολύ, τὸ πλεῖστον ἀπέχον τῶν Δεινάρχου χαρακτήρων. Δηλιακός· Ἀπόλλωνος καὶ Ῥοιοῦς τῆς Σταφύλου. οὗτος οὐ τοῦ ῥήτορος ἀλλʼ ἑτέρου τινὸς συγγραφέως ἐστί. δηλοῖ δʼ ἐκ τοῦ τρόπου καὶ τοῦ χαρακτῆρος ἀρχαϊκὸς ὢν καὶ περιτρέχων τὴν τοπικὴν Δήλου καὶ Λέρου ἱστορίαν. κατὰ Δημοσθένους παρανόμων· εἰώθατε, ὦ ἄνδρες. οὗτος ἐν τοῖς Περγαμηνοῖς πίναξι φέρεται ὡς Καλλικράτους. ἐγὼ δʼ, εἰ μὲν ἐκείνου ἐστίν, οὐκ οἶδα (οὐδὲ γὰρ ἐνέτυχον τῶν Καλλικράτους οὐδενί,) ὅτι δὲ πάμπολυ τῶν Δεινάρχου λόγων ἀφέστηκεν, εὐτελής τε ὢν καὶ κενὸς καὶ οὐκ ἀπέχων ἰδιωτικῆς φλυαρίας, πείθομαι.

《阿提卡演说》: “对所有人皆是如此。” 这篇也是在那些时期发表的,正如在演说本身中也显而易见的那样。《埃托利亚演说》: “埃托利亚诸位,我们作为使节也是如此。” 这是在寡头政体确立时,由来自雅典的流亡者所发表的,他们请求埃托利亚人施以援手,因为卡桑德也正在向处于自由状态的他们发起进攻,正如在演说本身中阐明了这一点。因此,代纳尔科斯作为确立寡头政体者的朋友,不可能与企图颠覆该政体的人并肩作战,他们也不可能从雅典获取演说。《为要求奖赏的狄菲洛斯所作的公众演说》: “由于并非易事。” 我确信这篇演说是德摩斯梯尼所撰写的,因为正如代纳尔科斯在《针对德摩斯梯尼的演说》中所表明的那样,是德摩斯梯尼为他提出了奖赏议案,而且在演说末尾狄菲洛斯邀请德摩斯梯尼作为辩护人。我认为,对狄菲洛斯怀有好意以至如此提议荣誉的德摩斯梯尼,会坐视他从代纳尔科斯那里获取演说,这是难以置信的。《市场监察官赫耳米亚斯就所受指控的辩护词》: “诸位,我恳求你们。” 单从文风本身便可发现此演说并非出自代纳尔科斯(因为它寡淡、软弱且缺乏生机),人们倒不如将其归于德摩克利得斯、梅内赛克莫斯或此类其他人。为梅内赛克莫斯辩护的两篇演说我也从他名下剥离,其中一篇是关于提洛岛祭祀的: “我们恳求你们,并且”另一篇则是针对珀里克勒斯与德摩克拉特斯的,其开头是: “诸位,我们认为”这既是因为其文风(因为寡淡、松散且乏味),也是因为演说的发表者并非无名之辈,他在吕库戈斯之后接管了公款管理,正如在演说中就各项事宜所透露的那样,他本人在私人和公诉争端中多次经受检验,绝不会无能到去雇佣代纳尔科斯作为演说撰写人的地步。《关于不将哈尔帕罗斯引渡给亚历山大》: “因此不足为奇。” 这篇演说同样未能体现代纳尔科斯的风格。因为纵无其他,人们至少能在其中发现大量愚蠢而诡辩的说辞,这与代纳尔科斯的特征相距最远。《提洛演说》: “阿波罗与斯塔菲洛斯之女罗伊奥。” 这篇不是出自这位演说家,而是出自另一位散文作家。从体裁和文风来看就表明了这一点,因其风格古朴,且详述了提洛岛与勒罗斯岛的本土历史。《因非法提案针对德摩斯梯尼的演说》: “诸位,你们素来习惯。” 这篇在帕加马图录中被归于卡利克拉特斯名下。它是否出自其手我不得而知(因为我未曾读过卡利克拉特斯的任何作品),但我确信它与代纳尔科斯的演说截然不同,它既粗劣又空洞,无异于外行人的胡言乱语。

语法注2 条
  1. 11οὐκ ἂν ἦν ἀδύνατος, ὥστε Δεινάρχῳ λογογράφῳ χρῆσθαι

    ἄν 与未完成过去时直陈式 ἦν 连用,构成与过去事实相反的虚拟语气归结从句(“他本不可能无能……”)。其后接由 ὥστε 引导的不定式从句,表示结果或程度:“以至于去雇佣代纳尔科斯作为演说撰写人”。

  2. 11εἰ γὰρ κἂν μηδὲν ἄλλο

    短语 κἂν μηδὲν ἄλλο 源自 καὶ ἐὰν μηδὲν ἄλλο(即使没有别的)的惯用省略表达。在此处与前面的 εἰ 重叠构成让步条件,并与后文的 τό γʼ οὖν ... εὕροι τις ἄν(至少人们能发现……)相呼应,表示限定性的让步:“即便没有其他,至少……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg009.humanitext-grc2:11#2