← 哈利卡纳苏斯的狄奥尼修斯

论迪纳科斯

§11#1

依生平年代对伪托公诉演说的辨伪

作者列举了伪托于代纳尔科斯名下的公诉演说,并依据演说内部的纪年证据与他所推定的生平年代(幼年、青年时期或晚年流亡哈尔基斯时期)的不合,论证了这些演说的伪作性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11#1

ψευδεπίγραφοι δημόσιοι. κατὰ Θεοδώρου εὐθυντικός· ἥκιστα μέν, ὦ ἄνδρες. πρεσβύτερός ἐστι τῆς Δεινάρχου ἡλικίας. εἴρηται γὰρ ἐπὶ Θεοφίλου ἢ Θεμιστοκλέους ἄρχοντος μετὰ Θέελλον ἄρχοντα ἐνιαυτῷ τρίτῳ ἢ τετάρτῳ, ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίνεται φανερόν, οὔπω πέμπτον καὶ δέκατον, ὡς ἐδείξαμεν, ἔτος ἔχοντος αὐτοῦ. κατὰ Κηρύκων· εἰ μὲν ὁ πατήρ, ὦ ἄνδρες. οὗτος ὁ ἀγὼν εἴρηται ἐπʼ ἄρχοντος Εὐβούλου ἢ Λυκίσκου τοῦ μετʼ Εὔβουλον, οὔπω εἰκοστὸν ἔτος ἔχοντος αὐτοῦ ὁ μὲν γὰρ λόγος περί τινος ἀποψηφισθέντος γέγονεν ἐπʼ Ἀρχίου τοῦ μετὰ Θεμιστοκλέα. δῆλον δʼ ἕκαστον τῶν εἰρημένων ἐξ αὐτοῦ τοῦ λόγου γίγνεται. κατὰ Μοσχίωνος, ἀπογραψαμένου αὐτὸν Νικοδίκου· τῶν ἀποψηφισαμένων, ὦ ἄνδρες, τουτουὶ Μοσχίωνος συμβαλών. καὶ οὗτος ὁ λόγος κατὰ τοὺς αὐτοὺς χρόνους τῷ προτέρῳ εἴρηται. δηλοῦται δʼ ἔκ τε αὐτῆς τῆς ἀρχῆς τοῦ λόγου καὶ τῶν ἑξῆς. κατὰ Μενεκλέους ἀπαγωγῆς· ὦ ἄνδρες δικασταί, καὶ τῶν νόμων καθʼ οὕς. καὶ οὗτος εἴρηται παιδὸς ὄντος ἔτι Δεινάρχου. ὁ μὲν γὰρ κρινόμενός ἐστι Μενεκλῆς ὁ τὴν ἱέρειαν Νῖνον ἑλών, ὁ δὲ κατηγορῶν υἱὸς τῆς Νίνου. ἔστι δὲ ταῦτα πρεσβύτερα τῆς Δεινάρχου ἀκμῆς. ὁ μὲν γὰρ Δημοσθένους περὶ τοῦ ὀνόματος λόγος, ἐν ᾧ τούτων μέμνηται, κατὰ Θέελλον ἢ Ἀπολλόδωρον ἄρχοντα τετέλεσται, ὡς ἐν τοῖς περὶ Δημοσθένους δεδηλώκαμεν. εἰ δʼ ὡς τεθνηκότος ἤδη τοῦ Μενεκλέους ὁ Δημοσθένης ἐκεῖ μέμνηται λέγων·1 ἑωρᾶτε γὰρ πάντες αὐτὸν χρώμενον, ἕως ἔζη, Μενεκλεῖ, παλαιὸς λόγος τίς ἐστιν. ὅτι δὲ οὗτος ὁ Μενεκλῆς, ἐν αὐτῷ λόγῳ δεδήλωκεν ὁ κατηγορῶν. διαδικασία Ἀθμονεῦσι περὶ τῆς μυρρίνης καὶ τῆς μίλακος· εὔχομαι δὴ τῇ Δήμητρι καὶ τῇ Κόρῃ. πρεσβύτερός ἐστι τῆς Δεινάρχου ἀκμῆς. εἴρηται γὰρ ἐπὶ Νικομάχου ἄρχοντος, ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίγνεται δῆλον, ἓν πρὸς τοῖς εἴκοσιν ἔτος τοῦ ῥήτορος ἔχοντος. οἱ μὲν οὖν πρεσβύτεροι τῆς ἀκμῆς αὐτοῦ φερόμενοι ψευδεπίγραφοι λόγοι εἰσὶν οἵδε. μετὰ δὲ τὴν ἐξ Ἀθηνῶν εἰς Χαλκίδα ἀναχώρησιν οἵδε· διαδικασία τῆς ἱερείας τῆς Δήμητρος πρὸς τὸν ἱεροφάντην· πολλῶν καὶ παραδόξων, ὦ ἄνδρες δικασταί. οὗτος ὁ λόγος ἤδη πεφευγότος αὐτοῦ εἴρηται, ὡς ἐξ αὐτοῦ γίγνεται φανερόν. μέμνηται γὰρ ἐν αὐτῷ ὁ λέγων τῆς κατασχούσης ὀλιγαρχίας. κατὰ Τιμοκράτους εἰσαγγελτικὸς δήμου καταλύσεως· ἔργα ποιεῖς. οὗτος καὶ ἀπʼ αὐτῆς τῆς ἐπιγραφῆς ἐστι δῆλος ψευδεπίγραφος ὤν.2 κατὰ Σπουδίου· καὶ ἐν τῷ δήμῳ κατηγορήσειν ὑπεσχόμην. μετὰ τὴν κατάλυσιν τῆς ὀλιγαρχίας εἴρηται καὶ οὗτος ἤδη Δεινάρχου φεύγοντος, ὡς ἐξ αὐτοῦ μάλιστα τοῦ λόγου γίγνεται φανερόν. διαδικασία Εὑδανέμων πρὸς Κήρυκας ὑπὲρ τοῦ κανῶς· οὐδαμῶς τοιαῦτα πράγματα. καὶ οὗτος κατὰ τοὺς αὐτοὺς χρόνους εἴρηται, πεφευγότος ἤδη τοῦ ῥήτορος, ὡς ἐν αὐτῷ τῷ λόγῳ πάλιν δηλοῦται.

伪托的公诉演说。 针对塞奥多罗斯的账目审计演说: 诸位,绝非如此。 此演说早于代纳尔科斯的年龄。因为它是在塞奥菲洛斯或地米斯托克勒斯担任执政官时发表的,即特厄洛斯担任执政官之后的第三年或第四年,正如从演说本身显而易见的那样,而当时正如我们所证明的,他尚未满十五岁。针对刻律克斯家族的演说: 诸位,如果父亲。 这场诉讼是在埃乌布罗斯或继埃乌布罗斯之后的吕基斯科斯担任执政官时发表的,当时他尚未满二十岁;因为该演说是关于某人在地米斯托克勒斯之后的阿尔基亚斯任内被投票剥夺公民权之事。所谈及的每一件事都由演说本身得以明了。针对被尼科狄科斯登记财产申报的莫斯基翁的演说: 诸位,与那些投票剥夺这位莫斯基翁公民权的人相遇。 这篇演说也是在与前一篇相同的时期发表的。这一点无论是从演说开端本身还是从后续部分都得以表明。通过现行犯押送程序针对梅内克勒斯的演说: 审判员诸位,以及依据的法律。 这篇也是在代纳尔科斯尚为孩童时发表的。因为受审者是定罪女祭司尼诺斯的梅内克勒斯,而起诉人是尼诺斯的儿子。这些事情早于代纳尔科斯的鼎盛期。因为德摩斯梯尼提及这些事的《论名义》演说,正如我们在论德摩斯梯尼的著述中所阐明的那样,是在特厄洛斯或阿波罗多洛斯担任执政官时期完成的。而如果德摩斯梯尼在彼处将梅内克勒斯作为已死之人提及并说道: “因为你们所有人都看到他在〔梅内克勒斯〕在世时一直与梅内克勒斯往来”,那么这篇演说确实相当古老。而此人正是那个梅内克勒斯,起诉人在演说本身中已经阐明。阿特莫纽斯区民关于香桃木与菝葜的权益裁决: 我向德墨忒尔和科瑞祈愿。 此演说早于代纳尔科斯的鼎盛期。因为它是在尼科马科斯担任执政官时发表的,正如从演说本身得以明了的那样,当时该演说家年仅二十一岁。以上这些便是在他鼎盛期之前流传的伪托演说。而从雅典退隐至哈尔基斯之后的演说则是以下几篇:德墨忒尔女祭司与启圣祭司之间的权益裁决: 审判员诸位,许多离奇之事。 这篇演说是他在已经流亡之后发表的,正如从作品本身显而易见;因为说话人在其中提及了曾掌控权力的寡头政权。因颠覆民主政体针对提摩克拉特斯的弹劾演说: 你在做事情。 这篇演说甚至单从标题本身就显然是伪托的。针对斯普狄亚斯的演说: 我也曾许诺在公民大会上起诉。 这篇也是在寡头政体被推翻之后、代纳尔科斯已经在流亡时发表的,正如从演说本身极其明显地表现出的那样。埃乌达内莫斯家族与刻律克斯家族关于礼篮的权益裁决: 绝无此类事情。 这篇也是在同一时期、演说家已经在流亡时发表的,正如在演说本身中再次阐明的那样。

语法注2 条
  1. 11εἰ δʼ ὡς τεθνηκότος ἤδη τοῦ Μενεκλέους ὁ Δημοσθένης ἐκεῖ μέμνηται λέγων

    在 εἰ 从句中,ὡς τεθνηκότος ἤδη τοῦ Μενεκλέους 是带有连词 ὡς 的属格独立结构,表示“梅内克勒斯作为已死之人”这一视角。整个条件句连接直陈式主句 παλαιὸς λόγος τίς ἐστιν,表达逻辑推论。

  2. 11οὗτος καὶ ἀπʼ αὐτῆς τῆς ἐπιγραφῆς ἐστι δῆλος ψευδεπίγραφος ὤν.

    此处使用了 δῆλός ἐστι 搭配分词(ὤν)的人称构式。它替代了无人称表达(δῆλόν ἐστιν ὅτι...),而将主语 οὗτος(这篇演说)置于主格位置,意为“该演说甚至单从标题本身便显然是伪托的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg009.humanitext-grc2:11#1