- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg003.humanitext-grc2:7-9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了吕西亚斯文体中的几大美德,赞扬其将事件直观呈现在感官面前的逼真生动性、在思想、措辞及浑朴精妙的布局中展现的人格塑造力,以及契合说话者、听众与具体论题的高度适宜性。
ἔχει δὲ καὶ τὴν ἐνάργειαν πολλὴν ἡ Λυσίου λέξις. αὕτη δʼ ἐστὶ δύναμίς τις ὑπὸ τὰς αἰσθήσεις ἄγουσα τὰ λεγόμενα, γίγνεται δʼ ἐκ τῆς τῶν παρακολουθούντων λήψεως. ὁ δὴ προσέχων τὴν διάνοιαν τοῖς Λυσίου λόγοις οὐχ οὕτως ἔσται σκαιὸς ἢ δυσάρεστος ἢ βραδὺς τὸν νοῦν, ὃς οὐχ ὑπολήψεται1 γινόμενα τὰ δηλούμενα ὁρᾶν. καὶ ὥσπερ παροῦσιν οἷς ἂν ὁ ῥήτωρ εἰσάγῃ προσώποις ὁμιλεῖν. ἐπιζητήσει τε οὐθέν, οἷον εἰκὸς τοὺς μὲν ἂν δρᾶσαι,2 τοὺς δὲ παθεῖν, τοὺς δὲ διανοηθῆναι, τοὺς δὲ εἰπεῖν. κράτιστος γὰρ δὴ πάντων ἐγένετο ῥητόρων φύσιν ἀνθρώπων κατοπτεῦσαι καὶ τὰ προσήκοντα ἑκάστοις ἀποδοῦναι πάθη τε καὶ ἤθη καὶ ἔργα.
吕西亚斯的文体还具有极强的生动逼真(明晰直观)。这是一种将所述之事呈现在感官面前的能力,产生于对随附情状的把握。因此,凡专心于吕西亚斯演说的人,绝不至于迟钝、挑剔或心智笨拙到不会自以为亲眼看见所陈述之事正在发生,且仿佛与演说家所引介的人物当面交谈一般。对于某等人所当行、某等人所当受、某等人所当思以及某等人所当言之事,他也绝不会觉得有所遗漏。因为在洞察人性并将适宜的情感、品格和行为赋予各人方面,他确是所有演说家中最卓越的。
ἀποδίδωμί τε οὖν αὐτῷ καὶ τὴν εὐπρεπεστάτην ἀρετήν, καλουμένην δὲ ὑπὸ πολλῶν ἠθοποιΐαν. ἁπλῶς γὰρ οὐδὲν εὑρεῖν δύναμαι παρὰ τῷ ῥήτορι τούτῳ πρόσωπον οὔτε ἀνηθοποίητον οὔτε ἄψυχον. τριῶν τε ὄντων, ἐν οἷς καὶ περὶ ἃ τὴν ἀρετὴν εἶναι ταύτην συμβέβηκε, διανοίας τε καὶ λέξεως καὶ τρίτης τῆς συνθέσεως, ἐν ἅπασι τούτοις αὐτὸν ἀποφαίνομαι κατορθοῦν. οὐ γὰρ διανοουμένους μόνον ὑποτίθεται χρηστὰ καὶ ἐπιεικῆ καὶ μέτρια τοὺς λέγοντας, ὥστε εἰκόνας εἶναι δοκεῖν τῶν ἠθῶν τοὺς λόγους, ἀλλὰ καὶ τὴν λέξιν ἀποδίδωσι τοῖς ἤθεσιν οἰκείαν, ᾗ πέφυκεν αὐτὰ ἑαυτῶν κράτιστα δηλοῦσθαι, τὴν σαφῆ καὶ κυρίαν καὶ κοινὴν καὶ πᾶσιν ἀνθρώποις συνηθεστάτην· ὁ γὰρ ὄγκος καὶ τὸ ξένον καὶ τὸ ἐξ ἐπιτηδεύσεως ἅπαν ἀνηθοποίητον. καὶ συντίθησί γε αὐτὴν ἀφελῶς πάνυ καὶ ἁπλῶς, ὁρῶν ὅτι οὐκ ἐν τῇ περιόδῳ καὶ τοῖς ῥυθμοῖς, ἀλλʼ ἐν τῇ διαλελυμένῃ λέξει γίνεται τὸ ἦθος. καθόλου δέ, ἵνα καὶ περὶ ταύτης εἴπω τῆς ἀρετῆς, οὐκ οἶδʼ εἴ τις ἄλλος ῥητόρων τῶν γε τῇ ὁμοίᾳ κατασκευῇ χρησαμένων τοῦ λόγου εἴτε ἥδιον συνέθηκεν εἴτε πιθανώτερον. δοκεῖ μὲν γὰρ ἀποίητός τις εἶναι καὶ ἀτεχνίτευτος ὁ τῆς ἁρμονίας αὐτοῦ χαρακτὴρ καὶ οὐ θαυμάσαιμʼ ἄν, εἰ πᾶσι μὲν τοῖς ἰδιώταις, οὐκ ὀλίγοις δὲ καὶ τῶν φιλολόγων, ὅσοι μὴ μεγάλας ἔχουσι τριβὰς περὶ λόγους, τοιαύτην τινὰ παράσχοι δόξαν, ὅτι ἀνεπιτηδεύτως καὶ οὐ κατὰ τέχνην, αὐτομάτως δέ πως καὶ ὡς ἔτυχε σύγκειται. ἔστι δὲ παντὸς μᾶλλον ἔργου τεχνικοῦ κατεσκευασμένος.3 πεποίηται γὰρ αὐτῷ τοῦτο τὸ ἀποίητον καὶ δέδεται τὸ λελυμένον καὶ ἐν αὐτῷ τῷ μὴ δοκεῖν δεινῶς κατεσκευάσθαι τὸ δεινὸν ἔχει. τὴν ἀλήθειαν οὖν τις ἐπιτηδεύων καὶ φύσεως μιμητὴς γίνεσθαι βουλόμενος οὐκ ἂν ἁμαρτάνοι τῇ Λυσίου συνθέσει χρώμενος· ἑτέραν γὰρ οὐκ ἂν εὕροι ταύτης ἀληθεστέραν.
因此,我也将那最合宜的美德归于他,这项美德被众人称为塑造性格。简而言之,我在此演说家笔下全然找不到任何未加性格刻画或缺乏生气的角色。既然这项美德所依存并关涉的要素有三,即思想、措辞以及第三项词句布局,我断言他在所有这些方面皆卓有成效。因为他不仅将演说者预设为心存善良、公允与节制之思,从而使言论看似品格的写照,而且还赋予各个品格以切合的措辞——即清晰、本义、通俗且最为众人所熟习的语言——性格借此最能展现其自身原本的模样;盖因宏大庄严、生僻奇异以及一切矫揉造作皆有损于性格的塑造。他在布局措辞时极为朴质自然,深知性格并非产生于周期句与音步节奏之中,而是形成于疏散流畅的文风里。总括而言,谈及此项美德,在运用类似言辞结构的演说家中,我不知是否还有其他演说家编排得比他更悦耳或更具说服力。因为他的音律组织特征看似未经雕琢、全无技法,设若在所有外行以及不少在言辞上缺乏深厚磨砺的文人看来,产生了一种以为此文乃未经修饰、不合规矩、全凭自发且偶然而成的印象,我亦丝毫不以为怪。然而,其构造之精巧实超越任何技艺之作。因为在他那里,这种浑朴自然实乃精心营构,散淡之体实乃严密纽结,其高妙恰在于看似全无高妙构造的表象之中。因此,凡崇尚真理并意欲成为自然之摹仿者的人,若采用吕西亚斯的词句布局,必不致谬误;因为他绝无法找到比这更为真切的布局了。
οἴομαι δὲ καὶ τὸ πρέπον ἔχειν τὴν Λυσίου λέξιν οὐθενὸς ἧττον τῶν ἀρχαίων ῥητόρων, κρατίστην ἁπασῶν ἀρετὴν καὶ τελειοτάτην, ὁρῶν αὐτὴν πρός τε τὸν λέγοντα καὶ πρὸς τοὺς ἀκούοντας καὶ πρὸς τὸ πρᾶγμα (ἐν τούτοις γὰρ δὴ καὶ πρὸς ταῦτα τὸ πρέπον) ἀρκούντως ἡρμοσμένην. καὶ γὰρ ἡλικίᾳ καὶ γένει καὶ παιδείᾳ καὶ ἐπιτηδεύματι καὶ βίῳ καὶ τοῖς ἄλλοις, ἐν οἷς διαφέρει τῶν προσώπων πρόσωπα, τὰς οἰκείας ἀποδίδωσι φωνὰς πρός τε τὸν ἀκροατὴν συμμετρεῖται τὰ λεγόμενα οἰκείως, οὐ τὸν αὐτὸν τρόπον δικαστῇ καὶ ἐκκλησιαστῇ καὶ πανηγυρίζοντι διαλεγόμενος ὄχλῳ. διαφοράς τε αὐτῷ λαμβάνει κατὰ τὰς ἰδέας τῶν πραγμάτων ἡ λέξις· ἀρχομένῳ μὲν γάρ ἐστι καθεστηκυῖα καὶ ἠθική, διηγουμένῳ δὲ πιθανὴ κἀπερίεργος, ἀποδεικνύντι δὲ στρογγύλη καὶ πυκνή, αὔξοντι δὲ καὶ παθαινομένῳ σεμνὴ καὶ ἀληθινή, ἀνακεφαλαιουμένῳ δὲ διαλελυμένη καὶ σύντομος. ληπτέον δὴ καὶ τὸ πρέπον τῆς λέξεως παρὰ Λυσίου.
我还认为,吕西亚斯的措辞在体现适宜性方面绝不逊于任何古代演说家,而适宜性乃一切美德中最为崇高、最为完满者;我见其措辞极为充分地调和于说话者、听众以及所涉事理(盖适宜性正存在于这些要素之中并与之相关)。因为他根据年龄、门第、教养、职业、生活方式以及人物彼此相异的其他诸项,赋予其妥帖的话语;同时向听者适度调整所言之辞,与陪审官、公民大会成员以及欢庆节日的群众交谈时绝不采用相同之法。此外,他的措辞亦随事理之门类而产生变化:在开篇时沉着庄重且显露德性,在叙事中令人信服且不假修饰,在论证中紧凑密集,在极力铺陈与抒发激情时严正真切,而在结语中则松弛简括。因此,措辞的适宜性亦当从吕西亚斯处求取。
- 7ὃς οὐχ ὑπολήψεται
与前面的程度副词 οὐχ οὕτως 相应,关系代名词 ὃς 起到相当于结果从句(即 ὥστε οὐ,“不至于……以至于不……”)的作用。紧随其后的两个不定式 ὁρᾶν 与 ὁμιλεῖν 并列作 ὑπολήψεται 的间接引语补足语(宾语)。
- 7οἷον εἰκὸς τοὺς μὲν ἂν δρᾶσαι
带 ἄν 的不定式 δρᾶσαι(ἄν 同样统辖并列的 παθεῖν、διανοηθῆναι 与 εἰπεῖν)是直接引语中潜势或条件句归结从句(过去时直陈式或祈愿式加 ἄν)转化为间接引语的结构,意为“诸如某等人很可能会做出、遭受、思索与说出的那种事情”。
- 8κατεσκευασμένος
阳性单数主格完成时被动分词,承接前一句的主语 ὁ τῆς ἁρμονίας αὐτοῦ χαρακτήρ(他的组合/音律特征),与系动词 ἔστι 结合构成表语。它形成对比,表明其文体虽表面上看似未经雕琢,实则比任何人工技艺之作都更为精巧构建。
