- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg003.humanitext-grc2:4-6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出吕西亚斯的第三项美德是词句与事理上的双重明晰,继而阐述其兼顾简练与明畅的功力,以及他在法庭辩论所必需的紧凑圆润文体上的开创性成就。
τρίτην ἀρετὴν ἀποφαίνομαι περὶ τὸν ἄνδρα τὴν σαφήνειαν οὐ μόνον τὴν ἐν τοῖς ὀνόμασιν, ἀλλὰ καὶ τὴν ἐν τοῖς πράγμασιν· ἔστι γάρ τις καὶ πραγματικὴ σαφήνεια οὐ πολλοῖς γνώριμος. τεκμαίρομαι δέ, ὅτι τῆς μὲν Θουκυδίδου λέξεως καὶ Δημοσθένους, οἳ δεινότατοι πράγματα ἐξειπεῖν ἐγένοντο, πολλὰ δυσείκαστά ἐστιν ἡμῖν καὶ ἀσαφῆ καὶ δεόμενα ἐξηγητῶν. ἡ δὲ Λυσίου λέξις ἅπασά ἐστι φανερὰ καὶ σαφὴς καὶ τῷ πάνυ πόρρω δοκοῦντι πολιτικῶν ἀφεστάναι λόγων. καὶ εἰ μὲν διʼ ἀσθένειαν δυνάμεως ἐγίνετο τὸ σαφές, οὐκ ἄξιον ἦν αὐτὸ ἀγαπᾶν, νῦν δὲ ὁ πλοῦτος τῶν κυρίων ὀνομάτων ἐκ πολλῆς αὐτῷ περιουσίας ἀποδείκνυται ταύτην τὴν ἀρετήν. ὥστε καὶ τὴν σαφήνειαν αὐτοῦ ζηλοῦν ἄξιον. καὶ μὴν τό γε βραχέως ἐκφέρειν τὰ νοήματα μετὰ τοῦ σαφῶς, χαλεποῦ πράγματος ὄντος φύσει τοῦ συναγαγεῖν ἄμφω ταῦτα καὶ κεράσαι μετρίως,1 ᾗ μάλιστα οὐδενὸς ἧττον τῶν ἄλλων ἀποδείκνυται Λυσίας, ὅς γε οὐδὲν τοῖς διὰ χειρὸς ἔχουσι τὸν ἄνδρα οὔτε ἀκαιρολογίας οὔτε ἀσαφείας δόξειεν ἂν λαβεῖν. τούτου δὲ αἴτιον, ὅτι οὐ τοῖς ὀνόμασι δουλεύει τὰ πράγματα παρʼ αὐτῷ, τοῖς δὲ πράγμασιν ἀκολουθεῖ τὰ ὀνόματα, τὸν δὲ κόσμον οὐκ ἐν τῷ διαλλάττειν τὸν ἰδιώτην, ἀλλʼ ἐν τῷ μιμήσασθαι λαμβάνει.
我认为此人的第三项美德乃是明晰,不仅在词句上,而且在事理上;因为确有一种并不为众人所深知的事理明晰性。我之所以如此断定,是因为修昔底德与德摩斯梯尼虽是最擅陈述事理之人,但在他们的措辞中,对我们而言却有许多地方晦涩难测且需要解读者注疏。而吕西亚斯的文体则全篇明了透彻,即便对看似与政治演说相距甚远的人而言也是如此。假使这种明晰是因力量匮乏所致,本不足以令人称悦;但如今,其本义词汇的丰富却证明,这一美德源于其充足的底气。因此,他的明晰亦值得效仿。此外,兼顾明晰而简短地传达思想——将此两者结合并适度调和本就非易事——在这点上吕西亚斯表现得尤为不逊于任何人,任何手持其作品的人都会觉得他既不带丝毫冗赘,也不存半分晦涩。其原因在于,在他那里事理不曾屈从于词句,而是词句顺应事理,并且他不是通过背离寻常平民的用语,而是通过模仿平民之语来获得修饰。
καὶ οὐκ ἐπὶ μὲν τῆς ἑρμηνείας τοιοῦτός ἐστιν, ἐν δὲ τοῖς πράγμασιν ἄκαιρός τις καὶ μακρός, συνέστραπται δὲ εἴ τις καὶ ἄλλος καὶ πεπύκνωται τοῖς νοήμασι, καὶ τοσούτου δεῖ τῶν οὐκ ἀναγκαίων τι λέγειν, ὥστε2 καὶ πολλὰ καὶ τῶν χρησίμων ἂν δόξειε παραλιπεῖν, οὐ μὰ Δία ἀσθενείᾳ εὑρέσεως αὐτὸ ποιῶν, ἀλλὰ συμμετρήσει τοῦ χρόνου, πρὸς ὃν ἔδει γενέσθαι τοὺς λόγους. βραχύς γε μὴν οὗτος, ὡς μὲν ἰδιώτῃ δηλῶσαι βουλομένῳ τὰ πράγματα ἀποχρῶν, ὡς δὲ ῥήτορι περιουσίαν δυνάμεως ἐνδείξασθαι ζητοῦντι οὐχ ἱκανός. μιμητέον δὴ καὶ τὴν βραχύτητα τὴν Λυσίου· μετριωτέρα γὰρ οὐκ ἂν εὑρεθείη παρʼ ἑτέρῳ ῥήτορι.
他不仅在辞令表达上如此,在处理事理时也绝无不合时宜与冗长拖沓之弊,反而在思想上比任何人都更为紧凑密集;他绝不谈论多余之事,以至于甚至显得省略了许多有益的细节——对宙斯起誓,他这样做绝非出于构思之贫乏,而是为了适应演说所需契合的时限。固然,这一〔时限〕颇为短暂,对于意在陈明事理的平民而言已然充足,但对于寻求展现雄辩威力的演说家而言却不甚足够。然而吕西亚斯的简练仍当效仿;因为在其他演说家那里,找不出比这更具分寸的简练。
μετὰ ταύτας ἀρετὴν εὑρίσκω παρὰ Λυσίᾳ πάνυ θαυμαστήν, ἧς Θεόφραστος μέν φησιν ἄρξαι Θρασύμαχον, ἐγὼ δʼ ἡγοῦμαι Λυσίαν· καὶ γὰρ τοῖς χρόνοις οὗτος ἐκείνου προέχειν ἔμοιγε δοκεῖ (λέγω δʼ ὡς ἐν ἀκμῇ κοινῇ βίου γενομένων ἀμφοῖν), καὶ εἰ μὴ τοῦτο δοθείη, τῷ γέ τοι περὶ τοὺς ἀληθινοὺς ἀγῶνας ἐκείνου μᾶλλον τετρῖφθαι.3 οὐ μέντοι διαβεβαιοῦμαί γε, ὁπότερος ἦρξε τῆς ἀρετῆς ταύτης, κατὰ τὸ παρόν, ἀλλʼ ὅτι Λυσίας μᾶλλον ἐν αὐτῇ διήνεγκεν, τοῦτο θαρρῶν ἂν ἀποφηναίμην. τίς δʼ ἐστὶν ἥν φημι ἀρετήν; ἡ συστρέφουσα τὰ νοήματα καὶ στρογγύλως ἐκφέρουσα λέξις, οἰκεία πάνυ καὶ ἀναγκαία τοῖς δικανικοῖς λόγοις καὶ παντὶ ἀληθεῖ ἀγῶνι. ταύτην ὀλίγοι μὲν ἐμιμήσαντο, Δημοσθένης δὲ καὶ ὑπερεβάλετο πλὴν οὐχ οὕτως γε λευκῶς οὐδὲ ἀφελῶς ὥσπερ Λυσίας χρησάμενος αὐτῇ, ἀλλὰ περιέργως καὶ πικρῶς· λεγέσθω γάρ, ὡς ἐμοὶ φαίνεται. ὑπὲρ ὧν κατὰ τὸν οἰκεῖον διαλέξομαι καιρόν.
在这些美德之后,我在吕西亚斯身上还发现了一项令人极尽惊叹的美德,泰奥弗拉斯托斯声称此项始于特拉叙马科斯,而我则认为是吕西亚斯;因为在我看来,在时代上吕西亚斯更早于那人(我指的是设定两者皆在同一人生盛年时期);即便不承认这一点,至少吕西亚斯凭借在真实的诉讼斗争中比那人经历过更多的锤炼〔而占先〕。不过目前我并不武断认定两人中究竟是谁开启了这项美德,但我敢于断言吕西亚斯在此项上成就更为卓越。我所指的美德究竟为何?即凝聚思想并以圆熟凝练的方式表达出来的措辞,这对于法庭演说以及一切真实的言语较量都极为妥帖且不可或缺。模仿此道者寥寥无几,而德摩斯梯尼甚至超越了他,只是德摩斯梯尼并未如吕西亚斯那样明畅素朴地运用它,而是以极其精工刻意且凌厉辛辣的笔致为之——因为话当按我所见的那样说出来。关于这些,我将在适当时机予以论述。
- 4χαλεποῦ πράγματος ὄντος φύσει τοῦ συναγαγεῖν ἄμφω ταῦτα καὶ κεράσαι μετρίως
在此独立属格结构中,冠词带不定式短语 τοῦ συναγαγεῖν ἄμφω ταῦτα καὶ κεράσαι μετρίως 作逻辑主语,而 χαλεποῦ πράγματος ὄντος 则作为表语部分倒装置于主语之前。
- 5τοσούτου δεῖ τῶν οὐκ ἀναγκαίων τι λέγειν, ὥστε
短语 τοσούτου δεῖ 加不定式为固定惯用句式,意为“绝非/远未达到(做某事)的地步”。分离属格 τοσούτου 与无人称动词 δεῖ 连用,并与后文引出结果/程度的 ὥστε 从句呼应。
- 6τῷ γέ τοι περὶ τοὺς ἀληθινοὺς ἀγῶνας ἐκείνου μᾶλλον τετρῖφθαι
中性与格的冠词带完成时不定式 τῷ ... τετρῖφθαι 用作原因或视点与格,承接上文的“先于(προέχειν)”,表明即使年代上的优先性不被认可,吕西亚斯在真实法庭辩论中更受锤炼这一事实构成了其优先地位的依据。
