- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:38.1-38.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了骑兵冲锋后左右阵位的调整,以及从左侧冲锋时能清晰展现投掷技巧的情形,并强调保持均等间隔对公正评判骑术优劣至关重要。
ἐπελάσαντες ἐν τάξει αὖ ἵστανται ἐπὶ δεξιᾷ τοῦ βήματος, καθάπερ οἱ ἄλλοι ἐν ἀριστερᾷ, καὶ οἱ δύο ἱππῆς διέχοντες ἀπὸ τοῦ κέρως τῆς προβολῆς τὸ ἴσον ἵστανται, καὶ αὖ οἱ μεταξὺ αὐτοῖν τε τούτοιν καὶ τῆς πάσης τάξεως ἐκθέοντες ἐς τὸν αὐτὸν τρόπον ἐξακοντίζουσιν ἐς τοὺς παριππεύοντας. ἔνθα δὴ ὅ τι περ κράτιστον τῶν ἱππέων ἐς τόνδε τὸν ἀκροβολισμὸν ἐπιλέγονται.1
完成冲锋的人再次整队立于检阅台右侧,正如其余人立于左侧一样;那两名骑兵亦与防御阵线的翼侧保持等距而立。再次,从这两人与全阵之间冲出的人,以同样的方式向策马经过者投掷标枪。正是在此处,骑兵中最优秀的人选被挑选出来进行这场游击投掷。
οἱ μέν γε ἀπὸ τῶν δεξιῶν [τοῦ βήματος] ἀρχόμενοι οὐδὲν ἄλλο ἢ τὸ συνεχὲς τῆς ἀκροβολίσεως καὶ τὸ ἐπάλληλον τοῦ κτύπου παρέχονται· οὐδὲ γὰρ ἄλλου τινὸς θέαν παρέχουσι τοῖς ἐπὶ τοῦ βήματος ὁρῶσιν, ἅτε ἀποστρόφου ἀπʼ αὐτῶν τῆς δεξιᾶς τῶν ἱππέων ἐν τῇ τοιᾷδε ἐπελάσει γιγνομένης.
从检阅台右侧出发的人,所展现的无非是投掷的连续与撞击声的连绵;因为在这样的冲锋中,骑兵的右侧背向检阅台上的观看者,因而无法为他们提供任何其他景观。
ὁπότε δὲ ἐκ τῶν ἀριστερῶν ἐπελαύνοιεν, τότε δὴ πᾶς ὁ ἀκροβολισμὸς ἀρίδηλος γίγνεται, καὶ τῶν θυρεῶν ἡ προβολή, καὶ ἡ ἐκ τῆς ἀριστερᾶς χειρὸς ἐς τὴν δεξιὰν ὕφεσις τῶν ἀκοντίων ὀξεῖα, καὶ ἡ δεξιὰ ὅπως αὐτὰ ὑπολαβοῦσα καὶ ὑπὲρ τῆς κεφαλῆς περιενεγκοῦσα ὥσπερ ἐν τροχοῦ περιδινήσει ὁμοῦ μὲν ἐξηκόντισεν,2 ὁμοῦ δὲ ὑπέλαβεν τὸ λειφθέν, καὶ τοῦτο αὖ ὑπερενεγκοῦσα ἐξηκόντισεν. ἥ τε καθέδρα ἡ ἐπὶ τοῦ ἵππου αὐτοῦ τοῦ ἱππέως ἀεὶ εὐσχήμων καὶ ὀρθὴ ἐν τῷ ἀκροβολισμῷ σῴζεται, καὶ ταύτῃ μᾶλλον, ὅτι ἐπελαυνόντων3 ὁρᾶται καὶ τῶν ὅπλων ἡ λαμπρότης καὶ τῶν ἵππων ἡ ὠκύτης τε καὶ τὸ ἐν ταῖς ἐπιστροφαῖς εὐκαμπές καὶ ὅπως ἐν ἴσοις τοῖς διαστήμασιν αἱ ἐπελάσεις γίγνονται τῶν ἱππέων.
然而每当他们从左侧冲锋时,整个游击投掷便清晰可见:长盾的前推,标枪从左手向右手的敏捷递送,以及右手如何接住标枪、如同轮子飞旋般在头顶上方回旋、一边掷出一支的同时又接住剩余的一支、将其再次旋过头顶掷出。此外,骑兵本人在马背上的坐姿在投掷过程中始终保持端庄挺拔;之所以更加如此,乃是因为当他们冲锋时,人们既能看到装备的光彩、战马的迅捷与回旋时的灵活性,又能看到骑兵的冲锋是如何在均等间隔下进行的。
αἱ μέν γε ἐπὶ μέγα διαλιποῦσαι αὐτῷ τούτῳ τὸ συνεχὲς τοῦ ἀκροβολισμοῦ ἀφανίζουσιν, αἱ δὲ ἄγαν ἐπάλληλοι τῇ ἀκριβείᾳ τῆς θεωρίας ἐμποδὼν ἵστανται τὸ δίκαιον αὐτῆς ἀφαιρούμεναι· τόν τε γὰρ ἀγαθὸν ἱππέα ἐγγὺς αὐτῷ ἐπελαύνων ὁ κακὸς ἤδη ἠφάνισεν, καὶ τοῦ κακοῦ ἄλλος αὖ ἀγαθὸς εὐσχημόνως ἐπιφερόμενος τὴν ἀπρέπειαν συνεσκίασεν.
因为间隔过大的冲锋恰恰因此破坏了投掷的连贯性,而过于密集的冲锋则妨碍了观察的精确度,剥夺了其评判的公允;盖因拙劣的骑手在优秀的骑手身旁紧随冲锋,便已将后者掩蔽;而另一名优秀骑手以优雅的姿态冲上前去,又反过来掩盖了拙劣者的失态。
ἀλλὰ χρὴ τοῦ συνεχοῦς σῳζομένου τόν τε ἔπαινον τῷ ἀγαθῷ σῷον εἶναι καὶ πρέποντα, καὶ τῷ κακῷ τὸ ὀφειλόμενον ὄνειδος ἀποδίδοσθαι.
然而必须做到的是,在保持连续性的同时,使赞誉完好且适宜地给予优秀者,并将应得的责备归于拙劣者。
- 38.1ὅ τι περ κράτιστον τῶν ἱππέων ἐς τόνδε τὸν ἀκροβολισμὸν ἐπιλέγονται
关系词从句“ὅ τι περ κράτιστον”(凡是最优秀者)为中性单数,但在意义上指代复数骑兵,属于集合意义主语,因而与被动态复数动词“ἐπιλέγονται”搭配,构成依意配合(schema ad sensum)。虽然理论上亦可将“ἐπιλέγονται”视为泛指人称作主语的间接中动态(“他们挑选出……”),但在客观记述语境中取被动态解更为自然。
- 38.3καὶ ἡ δεξιὰ ὅπως αὐτὰ ὑπολαβοῦσα καὶ ὑπὲρ τῆς κεφαλῆς περιενεγκοῦσα ὥσπερ ἐν τροχοῦ περιδινήσει ὁμοῦ μὲν ἐξηκόντισεν, ὁμοῦ δὲ ὑπέλαβεν τὸ λειφθέν, καὶ τοῦτο αὖ ὑπερενεγκοῦσα ἐξηκόντισεν
该结构位于由主动词“ἀρίδηλος γίγνεται”(变得显而易见)所统辖的主语序列(“πᾶς ὁ ἀκροβολισμὸς ... καὶ τῶν θυρεῶν ἡ προβολή, καὶ ἡ ... ὕφεσις ...”)末尾。名词“ἡ δεξιά”(右手)置于句首呈主格,随后接间接疑问从句“ὅπως ... ἐξηκόντισεν ...”(右手如何……掷出)。在句法上,这属于原本作为从句主语的成分被前置先取(prolepsis),或是名词与表示动作方式的“ὅπως”从句构成的同格松散并列。
- 38.3ἐπελαυνόντων
在“ὅτι ἐπελαυνόντων ὁρᾶται...”中,“ἐπελαυνόντων”为省略了逻辑主语“αὐτῶν”(指代骑兵)的属格独立结构(genitive absolute),表时间或伴随状况(“在他们冲锋时”)。尽管其后紧接着一系列定语性质的属格名词短语(如“τῶν ὅπλων”),但在句法上它充当修饰主句动词“ὁρᾶται”(被看见)的状语成分。
