- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:37.1-37.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节详述骑兵策马掠过龟甲阵时的投枪演练,包括对出其不意冲出的拦截骑兵的应对方式,以及难度极高的凯尔特式转身后向投枪动作(佩特里诺斯)的技巧要领。
καὶ χρὴ τοσαῦτα φέρειν ἀκόντια, ὡς διὰ πάσης τῆς προβολῆς ἐξακοντίζειν παριππεύοντα. καὶ τοῦ τε ἀκροβολισμοῦ τὸ συνεχὲς καὶ τοῦ κτύπου τὸ ἀνέκλειπτον ὥσπερ τι ἄλλο1 ἐκπληκτικὸν φαίνεται.
并且必须携带有如此之多的标枪,以便在策马经过防御阵线全程时都能不断投掷。而游击投掷的连续不断与撞击声的连绵不绝,显得非同寻常地令人惊叹。
μεταξὺ δὲ δὴ τοῦ τε δεξιοῦ κέρως τῆς τάξεως καὶ τῆς προβολῆς τοῖν δυοῖν ἱππέοιν ἐκ τοῦ ἀφανοῦς ἱππῆς ἐκθέουσι, προϊππεύοντες μὲν τῆς οἰκείας τάξεως, ἀκοντίζοντες δὲ ἐς τοὺς παριππεύοντας. καὶ τούτοις ἐπʼ ἀσπίδα2 ἡ ἔγκλισις γίγνεται, καὶ ταύτῃ ἀφρακτότεροι παριππεύουσιν. ἔνθα δὴ καὶ μάλιστα ἀγαθοῦ δεῖ ἱππέως, ὡς ὁμοῦ μὲν ἐξακοντίζειν δυνατός τε γίγνηται ἐς τοὺς ἐπελαύνοντας, ὁμοῦ δὲ σκέπειν τὴν δεξιὰν πλευρὰν τῇ προβολῇ τοῦ ὅπλου.
在阵型的右翼与那两名骑兵的前哨之间,骑兵们出其不意地冲将出来,在己方阵列前方疾驰,并向策马经过的骑兵投掷标枪。对于他们而言,转折是向着持盾之侧进行的,因而他们策马经过时暴露得更多。在此处,确实最需要一名精湛的骑兵,以便他既能向冲锋而来的骑兵投掷标枪,同时又能借助盾牌的前举遮护自己的右肋。
καὶ ἐν μὲν τῇ παρελάσει ὁ κατὰ δεξιὰν ἐπιστροφὴν ἀκοντισμὸς ἀναγκαῖος αὐτῷ γίγνεται, ἐν δὲ τῇ παντελεῖ ἐπιστροφῇ ὁ πέτρινος δὴ ὀνομαζόμενος τῇ Κελτῶν φωνῇ, ὅς ἐστι πάντων χαλεπώτατος.
在策马疾驰而过时,向右回旋中的投掷对他而言成为必需;而在完全回转之时,在凯尔特语中被称为“佩特里诺斯”的投掷则成为必需,这是所有动作中最艰难的。
χρὴ γὰρ ἐπιστραφέντα, ὅρη δύναμις μἁ??ʼθακαῖν ταῖν πλευραῖν,3 ἐς τὸ κατʼ οὐρὰν τοῦ ἵππου ὡς ἔνι μάλιστα εὐθὺ ἐς τοὐπίσω ἀκοντίσαι, καὶ τοῦτο δράσαντα ὀξέως αὖ ἐπιστρέψαντα κατὰ νώτου βαλεῖν τὸ ὅπλον, ὅτι τὰ γυμνὰ οὕτω γε παραδίδοται τοῖς πολεμίοις, εἰ ἄνευ προβολῆς ἐπιστρέψειεν. ὁμοῦ δὲ ἥ τε ἐπέλασις ἤδη ἀποπαύεται καὶ οἱ πρόσθεν
因为他必须在回转之际,使两肋尽可能柔软扭转,朝向马尾方向尽可能笔直向后投掷,并在完成此举后迅速再次转体将盾牌甩向背后;因为若是没有盾牌遮护而转身,身体不设防的部位便会如此暴露给敌人。与此同时,冲锋此刻已告终结,前方之人
- 37.1ὥσπερ τι ἄλλο
意为“不亚于任何其他事物”或“极其、分外”的比较习惯用语。字面上为“正如其他某物那样”,但在句中用于强调程度极高。
- 37.2ἐπʼ ἀσπίδα
古希腊军事术语中的固定表达,意为“向左”(字面为“向着盾牌一侧”,盾持于左臂),与指代右侧(持矛之手)的 ἐπὶ δόρυ 相对。此处与前一节所叙述的向右转折(ἐπὶ τὰ δεξιά)形成对比。
- 37.5ὅρη δύναμις μἁ??ʼθακαῖν ταῖν πλευραῖν
手抄本文字讹误之处。学界通常校订为 ὅση δύναμις μαλακαῖν ταῖν πλευραῖν(双数属格或方式与格),理解为“将两肋尽可能柔软地弯折/扭转”。其中 ὅση δύναμις 作副词性宾格,意为“竭尽所能地、尽可能地”。
