← 阿利安

战术

§29.1-29.10

双重方阵的各种阵形与包抄条件

定义了方阵与双重方阵的各种阵形(双面、对向、异面、同面、楔形、中空楔形、长方阵与正方阵),论述了两翼包抄与单翼包抄的关系及实现条件,并提及辎重队须由长官统领。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

ἔτι δὲ ἀμφίστομος μὲν φάλαγξ καλεῖται ἡ τοὺς ἡμίσεας τῶν ἐν τοῖς λόχοις ἀνδρῶν ἀπεστραμμένους ἀπὸ σφῶν ἔχουσα, ὡς ἀντινώτους εἶναι·1

此外,方阵若将各队半数人员互相背向布置,致使背靠背相对,则称为双面方阵。

§29.2

διφαλαγγία δὲ ἀμφίστομος, ἥτις ἐν τῇ πορείᾳ τοὺς ἡγεμόνας ἔχει ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖς τεταγμένους, τοὺς μὲν ἐν δεξιᾷ παραγωγῇ, τοὺς δὲ ἐν εὐωνύμῳ, τοὺς δὲ οὐραγοὺς ἔσω τεταγμένους· ἀντίστομος δὲ διφαλαγγία, ἣ τοὺς μὲν ἡγεμόνας ἔχει μέσους τεταγμένους, τοὺς οὐραγοὺς ἔξω τετραμμένους ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖς.

双面双重方阵是指在行军中,将长官们以横队行军置于两侧外方,一组置于右横队行军,一组置于左横队行军,而将后卫长官置于内侧;而对向双重方阵则是将长官们置于中央,将后卫长官以横队行军分别朝向两侧外方。

§29.3

ἑτερόστομος δὲ φάλαγξ ἐστὶν ἡ τὸ μὲν ἡγούμενον ἥμισυ ἐν τῇ πορείᾳ ἔχουσα ἐν εὐωνύμῳ παραγωγῇ, τοῦτʼ ἔστι τοὺς ἡγεμόνας ἐξ εὐωνύμου, τοῦ δὲ λοιποῦ ἡμίσεος τῆς φάλαγγος τοὺς ἡγεμόνας ἐν δεξιᾷ παραγωγῇ.2 ὁμοιόστομος δʼ ἐν τῇ πορείᾳ διφαλαγγία ἐστίν, ἥτις τοὺς ἡγεμόνας ἑκατέρας τῆς φάλαγγος ἐκ τῶν αὐτῶν μερῶν ἔχει τεταγμένους, ἢ ἐκ τῶν δεξιῶν ἢ ἐκ τῶν εὐωνύμων ἑκατέρας τῆς φάλαγγος.

异面方阵是指在行军中,先行的半数采取左横队行军,即长官们处于左侧,而方阵其余半数的长官则处于右横队行军。行军中的同面双重方阵,则是将各方阵的长官置于同一侧,即各方阵均处于右侧或均处于左侧。

§29.5

ὅταν δὲ ἡ ἀμφίστομος διφαλαγγία τὰ μὲν ἡγούμενα πέρατα συνάψῃ, τὰ δὲ ἑπόμενα διαστήσῃ, τὸ τοιοῦτον ἔμβολον καλεῖται.

当双面双重方阵将前端相合而将后端张开时,此类阵形被称为楔形阵。

§29.6

ἐπὰν δὲ ἡ ἀντίστομος διφαλαγγία τὰ μὲν ἑπόμενα πέρατα συνάψῃ, τὰ δὲ ἡγούμενα διαστήσῃ, τὸ τοιόνδε κοιλέμβολον καλεῖται.

而当对向双重方阵将后端相合而将前端张开时,此类阵形被称为中空楔形阵。

§29.7

πλαίσιον δὲ ὀνομάζεται ὁπόταν πρὸς πάσας τὰς πλευρὰς παρατάξηταί τις ἐν ἑτερομήκει σχήματι· πλινθίον δέ, ὅταν ἐν τετραγώνῳ σχήματι ταὐτὸ τοῦτο πράξῃ, ὅπερ Ξενοφῶν ὁ τοῦ Γρύλλου πλαίσιον ἰσόπλευρον καλεῖ. καὶ ὑπερφαλάγγησιν μὲν ὀνομάζουσι τὴν καθʼ ἑκάτερον τὸ πέρας τῆς φάλαγγος ὑπεροχὴν ὑπὲρ τοὺς πολεμίους, ὑπερκέρασιν δὲ τὴν καθʼ ἓν ὁπότερον οὖν κέρας.

当在所有侧面均布防、呈长方形时,被称为长方防阵;以正方形实施同一布防时,被称为正方防阵,格律罗斯之子色诺芬称之为等边长方阵。人们还将方阵在两端均超出并压制敌人的态势称为双翼包抄,而仅在其中任一单翼超出的态势称为单翼包抄。

§29.9

καὶ τῇ μὲν ὑπερφαλαγγήσει ἡ ὑπερκέρασις ἑπομένη ἐστίν, ἀνάπαλιν δὲ οὔ.

单翼包抄必然伴随于双翼包抄之中,反之则不然。

§29.10

οὕτω τοι κέρᾳ μὲν ὁποτέρῳ οὖν ὑπερέχειν καὶ ἐλάσσους κατὰ πλῆθος δυνατόν, καὶ ἐν ἴσῳ βάθει φυλάσσοντας τὴν πᾶσαν τάξιν· ὑπερφαλαγγῆσαι δὲ ἐν ἴσῳ τῷ πλήθει ἢ καὶ μείονι, μὴ ἐπὶ λεπτὸν ἐπεκτείναντα,3 οὐχ οἷόν τε. αἱ δὲ τῶν σκευοφόρων ἀγωγαὶ σὺν ἡγεμόνι γιγνέσθων.

因此,即使人数较少,即便全阵保持均等的纵深,要在任一单翼超出敌方也是可能的;但在兵力相当甚至更少的情况下,若不将阵线稀薄地拉伸开来,要在两翼同时包抄超越是绝不可能的。另外,辎重队的行进应当配有指挥长官。

语法注3 条
  1. 29.1ὡς ἀντινώτους εἶναι

    连词 ὡς 搭配不定式表示结果(相当于 ὥστε 搭配不定式),意为“以致彼此背靠背”。

  2. 29.3τοῦ δὲ λοιποῦ ἡμίσεος τῆς φάλαγγος τοὺς ἡγεμόνας ἐν δεξιᾷ παραγωγῇ

    此句承接前文的分词结构 τὸ μὲν ἡγούμενον ἥμισυ ... ἔχουσα,后半句省略了分词 ἔχουσα。属格 τοῦ δὲ λοιποῦ ἡμίσεος τῆς φάλαγγος 修饰宾格 τοὺς ἡγεμόνας,作为领属/部分属格,整体句架为“使方阵其余半数的长官处于右横队行军之中”。

  3. 29.10μὴ ἐπὶ λεπτὸν ἐπεκτείναντα

    在无人称句式 οὐχ οἷόν τε [ἐστίν](“是不可能的”)之后,不定式 ὑπερφαλαγγῆσαι 的逻辑主语(泛指的主体)取宾格,分词 ἐπεκτείναντα 相应地采用阳性单数宾格与之保持一致。ἐπὶ λεπτὸν 作为副词性短语,意为“单薄地延伸/展开”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:29.1-29.10