← 阿利安

战术

§28.1-28.6

纵队与横队行军及对应敌情的警戒队形

阐述了行军的两种基本形式——纵队行军与横队行军的定义与区别,并说明根据敌患方向设置单面至四面防卫及多重方阵的行军编队。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

ἐκεῖνο χρὴ ἐνθυμεῖσθαι, ὅτι ἣ μέν τις ἐπαγωγὴ ἐν ταῖς πορείαις ἣ δὲ1 παραγωγὴ καλεῖται.

应当记住这一点,即在行军中,一种被称为纵队行军,另一种被称为横队行军。

§28.2

καὶ ἐπαγωγὴ μέν ἐστιν, ἐπειδὰν τάγμα τάγματι ἐπʼ εὐθὺ ἕπηται, οἷον ἡγουμένης τετραρχίας αἱ λοιπαὶ τετραρχίαι ταύτῃ ἐπιτεταγμέναι πορεύωνται, ἢ αὖ ξεναγίας ἡγουμένης αἱ λοιπαὶ ξεναγίαι ἕπωνται, ἑνί τε λόγῳ, ἐπειδὰν τοῦ προηγουμένου τάγματος τοῖς οὐραγοῖς οἱ τοῦ ἐφεξῆς τάγματος ἡγεμόνες συνάπτωσιν.

所谓纵队行军,是指各部队成直线相继跟进,例如一个特特拉基亚领头而其余特特拉基亚排在其后行军,或者一个克塞纳吉亚领头而其余克塞纳吉亚跟随,简而言之,就是后随部队的前导与前行部队的后尾相接。

§28.3

παραγωγὴ δʼ ἐστίν, ἐπειδὰν ἡ φάλαγξ πᾶσα πορεύηται τοὺς ἡγεμόνας ἤτοι ἐκ τῶν εὐωνύμων ἢ ἐκ τῶν δεξιῶν ποιησαμένη.2 κἂν μὲν ἐκ τῶν εὐωνύμων ποιήσηται, εὐώνυμος παραγωγὴ καλεῖται, ἂν δὲ ἐκ τῶν δεξιῶν, δεξιά.

而所谓横队行军,是指整个方阵在行军时将前锋长官置于左翼或右翼。若置于左翼,则称为左横队行军;若置于右翼,则称为右横队行军。

§28.4

ὅπως δʼ ἂν ἡ πορεία γίγνηται, εἴτε κατʼ ἐπαγωγὴν εἴτʼ ἐν παραγωγῇ, ἤτοι ἐν μονοπλεύρῳ τῷ τάγματι ἡ στρατιὰ βαδιεῖται, ἢ ἐν διπλεύρῳ ἢ ἐν τριπλεύρῳ ἢ ἐν τετραπλεύρῳ· μονοπλεύρῳ μέν, ἐπειδὰν ἕνα τόπον ὕποπτον ἔχῃ ὁ στρατηγός· διπλεύρῳ δέ, ἐπειδὰν δύο· τριπλεύρῳ δέ, ἐπειδὰν τρεῖς· τετραπλεύρῳ δέ, ἐπειδὰν πάντοθεν οἱ πολέμιοι ἐπιστήσεσθαι πιθανοὶ δοκῶσι.3 καὶ μὴν ποτὲ μὲν ἐν μονοφαλαγγίᾳ ἡ πορεία γίγνεται, ποτὲ δὲ ἐν διφαλαγγίᾳ, καὶ ὡσαύτως ἐν τριφαλαγγίᾳ τε καὶ τετραφαλαγγίᾳ. καὶ ταῦτα οὐ χαλεπὸν συμβάλλειν ἀπὸ τῶν πρόσθεν τάξεων.

但不论行军如何进行,无论是纵队还是横队,军队或是以单面阵形前进,或是以双面、三面或四面阵形前进。单面阵形是在将领认为只有一个方向有险情时采用;双面阵形用于两处;三面阵形用于三处;四面阵形则是在敌人似乎有可能从四面八方来袭时采用。此外,行军有时以单重方阵进行,有时以双重方阵进行,同样也可以以三重及四重方阵进行。而这些阵势从前面所述的各种序列中并不难推知。

语法注3 条
  1. 28.1ἣ μέν τις ... ἣ δέ

    虽然带有关系代词的形式(带有粗气符和重音),但此处充当指示代词(相当于 ἡ μέν ... ἡ δέ),表示相关的“一种……另一种……”。

  2. 28.3τοὺς ἡγεμόνας ἤτοι ἐκ τῶν εὐωνύμων ἢ ἐκ τῶν δεξιῶν ποιησαμένη

    分词 ποιησαμένη 以 τοὺς ἡγεμόνας 为直接宾语,并带有介词短语 ἐκ τῶν εὐωνύμων ἢ ἐκ τῶν δεξιῶν 作为述语性补足成分,意为“将前导长官安排在左翼或右翼”。

  3. 28.5ἐπιστήσεσθαι πιθανοὶ δοκῶσι

    人称构文,取代了带对格加不定式的非人称构文(δοκῇ πιθανὸν εἶναι τοὺς πολεμίους ἐπιστήσεσθαι)。主语 οἱ πολέμιοι 直接充当主动词 δοκῶσι 及述语形容词 πιθανοί 的主格主语,后接将来时不定式 ἐπιστήσεσθαι,意为“敌人看来有可能袭来”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:28.1-28.6