← 阿利安

战术

§16.1-16.14

骑兵主要阵型的特征与纵深的性质

阐述了骑兵主要阵型(菱形、楔形、正方形/长方形)的特点、优势及各民族的使用历史,重点分析了根据马匹体长设计的行列比例,以及骑兵无法如步兵般通过纵深产生推进压力的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

τῶν δὲ δὴ ἱππέων ποικίλαι καὶ πολυειδεῖς αἱ τάξεις, αἳ μὲν τετράγωνοι, αἳ δὲ ἑτερομήκεις, αἳ δὲ ῥομβοειδεῖς, αἳ δὲ ἐς ἔμβολον συνηγμέναι.

骑兵的阵型确实丰富多彩且形式繁多:有些呈正方形,有些呈长方形,有些呈菱形,有些则汇聚为楔形。

§16.2

ἀγαθαὶ δὲ σύμπασαι αὗται αἱ τάξεις ἐν καιρῷ τασσόμεναι, καὶ μίαν οὐκ ἄν τις ἐπιλεξάμενος αὐτῶν προκρίνειεν τῶν ἄλλων, ὅτι ἐν ἄλλῳ χωρίῳ καὶ πρὸς ἄλλους πολεμίους καὶ ἐν καιρῷ ἄλλῳ εὕροι ἂν τῆς προκριθείσης ἄλλην ὠφελιμωτέραν.

所有这些阵型若在恰当的时机排布,皆各有其长处;没有人能够单独挑出其中一种而判定其优于其他阵型,因为在不同的地点、面对不同的敌人、在不同的时机,人们都会发现另一种阵型比先前选定的更为实用。

§16.3

τῇ μὲν δὴ ῥομβοειδεῖ τάξει τὸ πολὺ Θεσσαλοὶ ἐχρήσαντο, καὶ Ἰάσων, ὡς λόγος, ὁ Θεσσαλὸς τὸ σχῆμα τοῦτο πρῶτος ἐξεῦρεν, ἐμοὶ δὲ δοκεῖν,1 προεξευρημένῳ πολλῷ χρησάμενος ἀπʼ αὐτοῦ ηὐδοκίμησεν. καὶ ἔστιν ἐς πᾶσάν τε μεταβολὴν ἁρμοδιώτατον καὶ πρὸς τὸ ἥκιστα κατὰ νώτου ἢ πλαγίους ἁλίσκεσθαι ἀσφαλέστατον.

菱形阵主要为色萨利人所采用;依传闻所言,色萨利人伊阿宋最早发明了这种形态,但依我之见,他不过是采用了早已被发明出来的阵型,并由此赢得了声誉。这种阵型最适于进行各种变向,且最不易被敌军从后方或侧翼袭破,因而是最安全的。

§16.5

κατὰ μὲν γὰρ τὰς γωνίας τοῦ ῥόμβου τοὺς ἡγεμόνας τεταγμένους ἔχει, ἐπὶ μὲν τῆς ἔμπροσθεν τὸν ἴλαρχον, ἐπὶ δὲ τῆς δεξιᾶς καὶ εὐωνύμου τοὺς καλουμένους πλαγιοφύλακας, ἐπὶ δὲ τῆς ὑπολοίπου τὸν οὐραγόν, κατὰ δὲ τὰς πλευρὰς τοῦ ῥόμβου τοὺς ἀρίστους τῶν ἱππέων.

因为在菱形的各角上都部署有指挥官:前角布置有连队指挥官,左右两角布置有所谓的侧翼护卫官,剩余的后角布置有后卫指挥官,而菱形的各边则布置有最精锐的骑兵。

§16.6

ταῖς δὲ δὴ ἐμβολοειδέσι τάξεσι Σκύθας κεχρῆσθαι μάλιστα ἀκούομεν, καὶ Θρᾷκας, ἀπὸ Σκυθῶν μαθόντας. Φίλιππος δὲ ὁ Μακεδὼν καὶ Μακεδόνας ταύτῃ τῇ τάξει χρῆσθαι ἐπήσκησεν.

至于楔形阵,我们听说主要是斯基泰人使用,还有向斯基泰人学习的色雷斯人;而马其顿的腓力也训练马其顿人采用这种阵型。

§16.7

ὠφέλιμος δὲ καὶ αὕτη δοκεῖ ἡ τάξις, ὅτι ἐν κύκλῳ οἱ ἡγεμόνες τεταγμένοι εἰσί, καὶ τὸ μέτωπον ἐς ὀξὺ ἀπολῆγον εὐπετῶς πᾶσαν τάξιν πολεμίαν διακόπτειν παρέχει, καὶ τὰς ἐπιστροφάς τε καὶ ἀναστροφὰς ὀξείας ποιεῖσθαι δίδωσιν.

这一阵型同样显得极为实用,因为指挥官们部署于外缘周边,而逐渐收拢为尖顶的正前端便于轻松穿透任何敌军阵列,并能实施敏捷的转向与反向回旋。

§16.8

αἱ γὰρ τετράγωνοι τάξεις δυσπεριάγωγοί εἰσιν· ἡ δʼ ἐς ὀξὺ προηγμένη, εἰ καὶ προϊοῦσα ἐς βάθος προχωρεῖ, ἀλλʼ αὐτῇ γε τῇ ἀρχῇ διʼ ὀλίγου ἐπιστρέφουσα τὴν πᾶσαν τάξιν εὐμαρῶς ἐξελισσομένην παρέχεται.

因为正方形阵型难以调头回旋;而前端聚为锐角的阵型,即便在向深处推进时纵深有所扩展,但仅凭尖端自身在极小半径内转向,便能让整个阵型轻松完成回转操演。

§16.9

ταῖς δὲ δὴ τετραγώνοις τάξεσι Πέρσαι μάλιστα ἐχρήσαντο, καὶ οἱ ἐν Σικελίᾳ βάρβαροι καὶ τῶν Ἑλλήνων οἱ πλεῖστοι καὶ ἱππικώτατοι·

正方形阵型主要为波斯人所采用,西西里的蛮族以及绝大多数最擅长骑术的希腊人亦采用此阵。

§16.10

εὐσύντακτός τε γὰρ ἥδε ἡ τάξις ἄλλης μᾶλλον, ἅτε καὶ κατὰ στίχον καὶ κατὰ ζυγὸν τεταγμένων, καὶ τὰς ἐπελάσεις τε καὶ ἀπελάσεις εὐμαρεστέρας παρέχεται, καὶ μόνον οὕτω πάντες οἱ ἡγεμόνες ἀθρόοι ἐμπίπτουσι τοῖς πολεμίοις.

因为这种阵型比其他阵型更容易编排整齐,毕竟骑兵是按列按排整齐排布的,它能使冲击和撤离更为顺畅,且只有这样所有指挥官才能一齐冲入敌阵。

§16.11

ἄρισται δέ εἰσιν αἱ διπλασίονα τὸν ἀριθμὸν ἐν τῷ μήκει ἤπερ ἐν τῷ βάθει ἔχουσαι·2 οἷον εἰ ἐπὶ δέκα κατὰ μέτωπον τεταγμένοι εἶεν καὶ ἐπὶ πέντε ἐς βάθος, ἢ ἐπὶ εἴκοσι μὲν κατὰ μέτωπον, ἐπὶ δέκα δʼ ἐς βάθος.

其中最好的是正面横向人数为纵深人数两倍的阵型:例如正面排布十人而纵深排布五人,或者正面排布二十人而纵深排布十人。

§16.12

αἱ γὰρ τοιαῦται τάξεις τῷ μὲν ἀριθμῷ ἑτερομήκεις εἰσί, τῷ δὲ σχήματι ἐς τετράγωνον καθίστανται. τὸ γὰρ τοῦ ἵππου μῆκος ἀπὸ κεφαλῆς ἐπʼ οὐρὰν ἐκπίμπλησι τοῦ τετραγώνου ὅ τι περ ἐς βάθος τῷ ἀριθμῷ ἐνδέον· ὥστε ἤδη τινὲς καὶ τριπλασίονα τὸν ἀριθμὸν τῶν ἐν τῷ μήκει τασσομένων ἐποίησαν πρὸς τὸ βάθος, οὕτως οἰόμενοι ἐς ἀκριβὲς τετράγωνον καταστήσειν τὸ σχῆμα, ὡς τριπλάσιον τὸ μῆκος τοῦ ἵππου ὑπὲρ τὸ πλάτος τοῦ ἀνθρώπου τὸ κατὰ τοὺς ὤμους ἐπέχον,3 ὥστε ἐννέα κατὰ μῆκος ἐν τῷ μετώπῳ τάσσοντες τρεῖς ἐν τῷ βάθει ἐπέτασσον.

因为这类阵型在人数上虽为长方形,在几何形状上却构成正方形。因为马匹从头至尾的长度填补了正方形在纵深人数上所欠缺的尺度;以至于有些人甚至已经将横向排布的人数增加到纵深人数的三倍,以为这样能使形状构成精确的正方形,理由是马匹的长度相当于人在双肩处宽度的三倍,因而在正面横向排布九人而在纵深排布三人。

§16.13

ἐπεὶ οὐδʼ ἐκεῖνο χρὴ ἀγνοεῖν, ὅτι οἱ ἐς βάθος τεταγμένοι ἱππῆς οὐ τὴν ἴσην ὠφέλειαν παρέχουσιν, ἥνπερ τὸ ἐπὶ τῶν πεζῶν βάθος· οὔτε γὰρ ἐπωθοῦσι τοὺς πρὸ σφῶν, διὰ τὸ μὴ δύνασθαι ἐπερείδειν ἵππον ἵππῳ, καθάπερ ἐκεῖ κατὰ τοὺς ὤμους καὶ τὰς πλευρὰς αἱ ἐνερείσεις γίγνονται τῶν πεζῶν, οὔτε συνεχεῖς γιγνόμενοι τοῖς πρὸ σφῶν τεταγμένοις ἕν τι βάρος τοῦ παντὸς πλήθους ἀποτελοῦσιν, ἀλλʼ εἰ συνερείδοιεν καὶ πυκνοῖντο, ἐκταράσσουσι μᾶλλον τοὺς ἵππους.

因为我们也不可忽视这一点:纵深排布的骑兵并不能提供如同步兵纵深所能带来的同等益处。因为他们无法向前推挤前方的同伴,毕竟战马无法像步兵那样依靠肩膀和肋部相互依凭推挤,他们也无法与前排人员紧密相依而构成整支大队的统一重力,相反,若是彼此紧贴密集,反倒更容易引起战马的骚乱。

语法注3 条
  1. 16.3ἐμοὶ δὲ δοκεῖν

    表示限制或视角的绝对不定词(infinitive absolute),相当于“依我之见”或“据我看来”,充当插入成分修饰整句。

  2. 16.11αἱ διπλασίονα τὸν ἀριθμὸν ἐν τῷ μήκει ἤπερ ἐν τῷ βάθει ἔχουσαι

    διπλασίονα 为宾格阳性单数,修饰 τὸν ἀριθμόν,共同作为 ἔχουσαι 的宾语。ἤπερ 与带有比较含义的 διπλασίονα 相应,引出比较基准,意为“在横长方面的人数是纵深人数的两倍”。

  3. 16.12ὡς τριπλάσιον τὸ μῆκος τοῦ ἵππου ὑπὲρ τὸ πλάτος τοῦ ἀνθρώπου τὸ κατὰ τοὺς ὤμους ἐπέχον

    由 ὡς 引出的表示主观理由或动机的结构。τὸ μῆκος τοῦ ἵππου 为主语,分词 ἐπέχον 作表语性修饰:“由于马匹的长度占到人双肩宽度的三倍”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:16.1-16.14