- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:15.1-15.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐述弓箭手、投枪手及投石兵等远程散兵的多样效能,详细列举其诱敌出据点、瓦解方阵、阻遏骑兵、抢占高地、侦察、伏击及追击敌军的作用。
καὶ σφενδονῆται καὶ πάντες ὅσοι ἑκηβόλοις ὅπλοις διαχρῶνται πολλαχῆ·
投石兵以及在各种场合使用远程武器的全体人员亦然。
καὶ γὰρ ὅπλα συντρῖψαι τῶν πολεμίων ἱκανοί, μάλιστα δὲ οἱ τοῖς λίθοις ἀκροβολιζόμενοι, καὶ τραύματα ἐκ μακροῦ ἐμβαλεῖν, εἰ δὲ βιαιοτέρα πληγὴ γένοιτο, καὶ κατακανεῖν.
因为他们能够击碎敌人的铠甲——尤其是那些用投石进行散开作战的人——并且能够从远处造成伤害,若打击更为猛烈,甚至能够致人死命。
χρήσιμοι δʼ ἐκκαλέσασθαι ἐκ χωρίου ὀχυροῦ πολεμίους τῷ διὰ μακροῦ τὰ βέλη ἀφιέντες ἐλπίδα παρέχειν1 ὅτι ἐπιόντας οὐκ ἂν δέξαιντο.
他们还有助于将敌人从坚固阵地中诱出,因为他们从远处发射弹丸,会让敌人产生一种期待,以为他们绝无法承受正面冲锋。
χρήσιμοι δὲ καὶ φάλαγγα τεταγμένην διαλῦσαι καὶ ἵππον ἐπιφερομένην ἀναστεῖλαι καὶ χωρία ὑπερδέξια καταλαβέσθαι τῷ τε ταχεῖς εἶναι διὰ κουφότητα καὶ τῷ, εἰ καταλάβοιεν, τῇ συνεχείᾳ τοῦ ἀκροβολισμοῦ μηδένα πελάσαι2 αὐτοῖς ἄνευ πολλῶν τραυμάτων.
此外,他们还可用于瓦解列队的方阵、遏制突进的骑兵,以及占领居高临下的阵地;这既归因于他们因装备轻便而行动迅速,也归因于一旦占领阵地,凭借持续不断的散兵投射,任何人若不承受大量伤害都无法向他们逼近。
χρήσιμοι δὲ καὶ ἀποκρούσασθαι ἀπὸ χωρίου τοὺς κατειληφότας, οὐχ ὑπομένοντας τὰ τραύματα, ἐπιτήδειοι δὲ καὶ τὰ ὕποπτα χωρία διερευνήσασθαι, ὠφέλιμοι δὲ καὶ ἐς ἐνέδραν ἐγκαθέζεσθαι, ἑνί τε λόγῳ καὶ προαγωνίσασθαι τῶν πεζῶν3 ἀγαθοὶ καὶ συναγωνίσασθαι ὠφέλιμοι καὶ ἐπιμαχόμενοι ἱκανοὶ τελέαν τὴν ἧσσαν τοῖς πρὸς τῶν πεζῶν τραπεῖσι βαρβάροις καταστῆσαι.
他们还可用于将无法承受创伤的据守者从阵地中击退,适合搜查可疑地形,亦有利于设伏潜伏。简而言之,他们长于在重步兵前方作战,有益于协同作战,并且善于在追击作战中予以打击,使被重步兵击溃的蛮族敌人蒙受彻底的失败。
- 15.3τῷ διὰ μακροῦ τὰ βέλη ἀφιέντες ἐλπίδα παρέχειν
在表示原因或手段的带冠词不定式短语“τῷ ... παρέχειν”中,主格复数分词“ἀφιέντες”与句子的逻辑主语(轻装兵)保持一致。因不定式的逻辑主语与主句主语相同,故分词采用主格而非宾格。
- 15.4καὶ τῷ, εἰ καταλάβοιεν, τῇ συνεχείᾳ τοῦ ἀκροβολισμοῦ μηδένα πελάσαι
由“τῷ”引导的第二个表示原因的带冠词不定式(与前文“τῷ τε ταχεῖς εἶναι”相对应)支配不定式“πελάσαι”,其间插入了条件从句“εἰ καταλάβοιεν”与手段与格短语“τῇ συνεχείᾳ...”。否定词“μή”作用于不定式,修饰宾格主语“μηδένα”。
- 15.5προαγωνίσασθαι τῶν πεζῶν
属格“τῶν πεζῶν”(步兵,指重步兵)由复合动词前缀“πρό-”所统辖,兼具在空间及战术上“在重步兵前方作战”以及“在他们之前/为他们先锋交战”的含义。
