- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg052.humanitext-grc2:30-32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩者论证了疯癫依年龄和性别而有多种形态与成因,指明继母之病已不可救药并阐述对世人非议的顾虑,继而警告父亲此刻的雷霆震怒与重下逐客令的威胁正是其旧疾复发的前兆。
ἐπεὶ καὶ τῆς μανίας αὐτῆς μυρία εἴδη ἐστὶν καὶ παμπόλλας ἔχει τὰς αἰτίας καὶ οὐδὲ τὰς προσηγορίας αὐτὰς ὁμοίας· οὐ γὰρ ταὐτὸν παρανοεῖν καὶ παραπαίειν καὶ λυττᾶν καὶ μεμηνέναι, ἀλλὰ ταῦτα πάντα τοῦ μᾶλλον ἢ ἧττον ἔχεσθαι τῇ νόσῳ ὀνόματά ἐστιν.1 αἰτίαι τε τοῖς μὲν ἀνδράσιν ἄλλαι, ταῖς δὲ γυναιξὶν ἕτεραι, καὶ τῶν ἀνδρῶν αὐτῶν τοῖς μὲν νέοις ἄλλαι, τοῖς δὲ γεγηρακόσιν διάφοροι, οἷον νέοις μὲν πλῆθος ὡς τὸ πολύ, γέροντας δὲ καὶ διαβολὴ ἄκαιρος καὶ ὀργὴ ἄλογος πολλάκις κατʼ οἰκείων ἐμπεσοῦσα τὸ μὲν πρῶτον διετάραξεν, εἶτα κατʼ ὀλίγον ἐς μανίαν περιέτρεψεν. γυναικῶν δὲ πολλὰ καθικνεῖται καὶ ῥᾳδίως ἐς τὴν νόσον ἐπάγεται, μάλιστα δὲ μῖσος κατά τινος πολὺ ἢ φθόνος ἐπʼ ἐχθρῷ εὐτυχοῦντι ἢ λύπη τις ἢ ὀργή· κατʼ ὀλίγον ταῦτα ὑποτυφόμενα καὶ μακρῷ χρόνῳ ἐντρεφόμενα μανίαν ἀποτελεῖ.
因为疯癫本身便有千门万类,起因极多,甚至各样称谓也互不相同;神志失常、语无伦次、狂暴作祟与发狂成疾并非一回事,这些名称不过是指受此病症侵袭的程度有浅有深而已。男子与妇人的病因各异,而在男子本身之中,年轻人与老年人的病因又各不相同:例如青年大抵因体内充斥过剩体液,而老年人往往因不合时宜的谗言和对亲属无端的愤怒袭来,起初使之心烦意乱,随后便渐渐转变成疯癫。但触动妇人并轻易将她们诱入疾病的事由甚多,尤以对某人的深仇巨恨、见仇敌顺遂而起的嫉妒、抑或某种悲痛或愤怒为最;这些情绪在心中暗暗郁积,长久滋生,最终酿成疯癫。
τοιαῦτά σοι, ὦ πάτερ, καὶ ἡ γυνὴ πέπονθεν καὶ ἴσως τι λελύπηκεν αὐτὴν ἔναγχος· οὐδὲν γὰρ ἐκείνη ἐμίσει. πλὴν ἔχεταί γε καὶ οὐκ ἂν ἐκ τῶν παρόντων ὑπʼ ἰατροῦ θεραπευθῆναι δύναιτο· ὡς εἴ γε ἄλλος τις ὑπόσχοιτο, εἴ τις ἀπαλλάξειε, μίσει τότε ὡς ἀδικοῦντα ἐμέ.2 καὶ μὴν κἀκεῖνο, ὦ πάτερ, οὐκ ἂν ὀκνήσαιμι εἰπεῖν, ὅτι εἰ καὶ μὴ τελέως οὕτως ἀπέγνωστο, ἀλλά τις ἔτι σωτηρίας ἐλπὶς ὑπεφαίνετο, οὐκ ἂν οὐδὲ οὕτω ῥᾳδίως προσηψάμην οὐδʼ αὖ προχείρως φάρμακον ἐγχέαι ἐτόλμησα, δεδιὼς τὴν τύχην καὶ τὴν παρὰ τῶν πολλῶν δυσφημίαν. ὁρᾷς ὡς οἴονται πάντες εἶναί τι μῖσος πρὸς τοὺς προγόνους πάσαις μητρυιαῖς, κἂν ὦσι χρησταί, καί τινα κοινὴν μανίαν ταύτην γυναικείαν αὐτὰς μεμηνέναι. τάχʼ ἂν οὖν τις ὑπώπτευσεν, ἄλλως χωρήσαντος τοῦ κακοῦ καὶ τῶν φαρμάκων οὐ δυνηθέντων, κακοήθη καὶ δολερὰν τὴν θεραπείαν γεγονέναι.
父亲啊,你的妻子所遭遇的也是此类情形,或许是近来有什么事令她伤心;因为她并不曾痛恨任何人。然而无论如何,她已被此病缠身,按眼下的状况绝无可能被医师治愈;因而,若有旁人能够承诺、若有人能将她解脱,届时你尽可把我当成作恶之人而加以痛恨。再者,父亲啊,我毫不迟疑地说出这句话:即便她并非如此彻底地无可挽救,哪怕尚且隐约透出一丝康复的希望,我也绝不会如此贸然下手,亦不敢轻率灌入药剂,因为我畏惧莫测的命运以及来自大众的非议。你深知所有人都认为一切继母纵使再善良,对前房子女亦心怀怨恨,认为她们都染上了这种普遍的妇人之狂。因此,一旦病情向坏处发展而药物无力回天,恐怕便会有人怀疑这治疗是心怀叵测、弄虚作假。
καὶ τὰ μὲν τῆς γυναικός, ὦ πάτερ, οὕτως ἔχει, καὶ πάνυ σοι τετηρηκὼς λέγω — οὔ ποτε ῥᾷον ἕξει, κἂν μυριάκις πίῃ τοῦ φαρμάκου. διὰ τοῦτʼ ἐπιχειρεῖν οὐκ ἄξιον, εἰ μὴ πρὸς μόνον τὸ ἀποτυχεῖν με κατεπείγεις καὶ κακοδοξίᾳ περιβαλεῖν θέλεις. ἔασον ὑπὸ τῶν ὁμοτέχνων φθονεῖσθαι. ἐὰν δέ με ἀποκηρύξῃς πάλιν, ἐγὼ μὲν καίτοι πάντων ἔρημος γενόμενος οὐδὲν κατὰ σοῦ δεινὸν εὔξομαι· τί δʼ ἄν, ὅπερ μὴ γένοιτο, αὖθις ἡ νόσος ἐπανέλθῃ;3 φιλεῖ γάρ πως τὰ τοιαῦτα ἐρεθιζόμενα παλινδρομεῖν. τί με πρᾶξαι δεήσει; θεραπεύσω μὲν εὖ ἴσθι καὶ τότε καὶ οὔ ποτε λείψω τὴν τάξιν ἣν τοὺς παῖδας ἔταξεν ἡ φύσις,4 οὐδὲ τοῦ γένους τὸ ἐπʼ ἐμαυτῷ ἐπιλήσομαι. εἶτʼ ἂν σωφρονήσῃς, αὖθις ἀναλαμβάνειν πώποτε πιστεῦσαί με δεῖ; ὁρᾷς; ἤδη καὶ ταῦτα ποιῶν ἐπισπᾷ τὴν νόσον καὶ ὑπομιμνήσκεις τὸ πάθος. χθὲς καὶ πρῴην ἐκ τηλικούτων κακῶν ἀνασφήλας διατείνῃ καὶ βοᾷς, καὶ τὸ μέγιστον, ὀργίζῃ καὶ πρὸς μῖσος τρέπῃ καὶ τοὺς νόμους ἀνακαλεῖς. οἴμοι, πάτερ, ταῦτʼ ἦν σου καὶ τῆς πάλαι μανίας τὰ προοίμια.
父亲啊,妇人的事情便是如此,我是经过极周密的观察才对你言明的——她绝不可能好转,纵使饮下一万次药剂亦复如是。因此这不值得尝试,除非你催逼我仅仅是为了让我失败,并想让我背负恶名。就让我继续承受同行工匠的嫉妒罢。倘若你再次将我逐出家门,我虽沦为举目无亲之人,却绝不会祈求任何灾祸降于你身;然而——但愿此事切莫发生——万一那疾病再度复发又当如何?因为此类病症在受到刺激时往往容易重来。届时我须当何为?请确信,纵使在那时我也定会为你施治,绝不擅离自然为子女所指定的岗位,亦不忘却自己对宗族所负的责任。那么,待你恢复神智之时,我当真还能相信你会再次收留我吗?你瞧见了吗?如今你做出这些举动,便已是在引惹疾病、唤醒那病苦了。昨天前天你方从那般浩劫中死里逃生,如今便声嘶力竭地叫喊,最为严重的是,你勃然大怒,转而心生怨恨,呼求法律严惩。哀哉,父亲啊,这些恰恰是你当年发疯的前兆!
- 30τοῦ μᾶλλον ἢ ἧττον ἔχεσθαι τῇ νόσῳ ὀνόματά ἐστιν
带冠词不定式属格 τοῦ... ἔχεσθαι 作 ὀνόματα 的说明性(限定性)属格,意为“(表示)受疾病侵袭程度深浅的名目”。
- 31ὡς εἴ γε ἄλλος τις ὑπόσχοιτο, εἴ τις ἀπαλλάξειε, μίσει τότε ὡς ἀδικοῦντα ἐμέ
连词 ὡς 引出解释性理由(“所以/盖因……”)。条件从句 εἴ... ὑπόσχοιτο 和 εἴ... ἀπαλλάξειε 采用不定过去时祈愿语气(潜在条件),归结从句则使用祈使语气(μίσει)。说话者提出一种假定(倘若真有旁人能治愈),借此要求父亲到了那时再怨恨自己。
- 32τί δʼ ἄν, ὅπερ μὴ γένοιτο, αὖθις ἡ νόσος ἐπανέλθῃ;
τί δʼ ἄν... ἐπανέλθῃ 是一种口语化的省略惯用表达(省略了归结主句谓语动词 ἔσται 等,此处 ἄν 即条件连词 ἐάν),意为“万一……复发,又当如何?”插入小句 ὅπερ μὴ γένοιτο 采用祈愿语气表达禳解性的祈愿(“但愿此事切莫发生”)。
- 32ἣν τοὺς παῖδας ἔταξεν ἡ φύσις
动词 τάττω 支配人(τοὺς παῖδας)与职位/哨位(由先行词 τὴν τάξιν 引出的关系代词 ἣν)的双宾格结构,表示“自然指派给子女的岗位”。
