- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg052.humanitext-grc2:27-29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩护人从医理出发论证,各人的身体与体质千差万别,尤其是男女在体质和生活习俗上有着根本差异,因此即便同为“疯癫”也不能一概而论施治,必须针对继母的具体条件进行区别审视。
πρῶτα μὲν δὴ σωμάτων φύσεις καὶ κράσεις οὐχ αἱ αὐταί, κἂν ὅτι μάλιστα ἐκ τῶν ὁμοίων συνεστάναι ὁμολογῶνται, ἀλλὰ τὰ μὲν τῶνδε, τὰ δὲ τῶνδε μᾶλλον ἢ ἔλαττον μετέχει. καὶ λέγω τοῦτο ἔτι περὶ τῶν ἀνδρείων, ὡς οὐδὲ ταῦτα πᾶσιν ἴσα ἢ ὅμοια οὔτε τῇ κράσει οὔτε τῇ συστάσει. διάφορα δὴ καὶ μεγέθει καὶ εἴδει ἀνάγκη καὶ τὰ νοσήματα ἐγγίγνεσθαι αὐτοῖς, καὶ τὰ μὲν εὐίατα εἶναι καὶ πρὸς τὴν θεραπείαν ἀναπεπταμένα, τὰ δὲ τέλεον ἀπεγνωσμένα καὶ ῥᾳδίως ἁλισκόμενα καὶ κατὰ κράτος ὑπὸ τῶν νοσημάτων λαμβανόμενα.1 τὸ τοίνυν οἴεσθαι πάντα πυρετὸν ἢ πᾶσαν φθόην ἢ περιπλευμονίαν ἢ μανίαν μίαν καὶ τὴν αὐτὴν οὖσαν τῷ γένει ὁμοίαν ἐπὶ παντὸς εἶναι σώματος, οὐ σωφρονούντων οὐδὲ λελογισμένων οὐδὲ τὰ τοιαῦτα ἐξητακότων ἐστὶν ἀνθρώπων, ἀλλὰ τὸ αὐτὸ ἐν μὲν τῷδε ῥᾴδιον ἰᾶσθαι, ἐν δὲ τῷδε οὐκέτι. ὥσπερ οἶμαι καὶ πυρὸν ἢν τὸν αὐτὸν ἐς διαφόρους χώρας ἐμβάλῃς, ἄλλως μὲν ἐν τῇ πεδινῇ καὶ βαθείᾳ καὶ ποτιζομένῃ καὶ εὐηλίῳ καὶ εὐηνέμῳ καὶ ἐξειργασμένῃ ἀναφύσεται, εὐθαλὴς οἶμαι καὶ εὔτροφος καὶ πολύχους καρπός, ἄλλως δὲ ἐν ὄρει καὶ ὑπολίθῳ γηδίῳ, ἄλλως δὲ ἐν δυσηλίῳ, ἄλλως δὲ ἐν ὑπωρείᾳ, καὶ ὅλως διαφόρως καθʼ ἑκάστους τόπους. οὕτω δὲ καὶ τὰ νοσήματα παρὰ τοὺς ὑποδεξαμένους τόπους ἢ εὔφορα καὶ εὔτροφα ἢ ἐλάττω γίγνεται. τοῦτο τοίνυν ὑπερβὰς ὁ πατὴρ καὶ ὅλον ἀνεξέταστον καταλιπὼν ἀξιοῖ πᾶσαν μανίαν τὴν ἐν ἅπαντι σώματι ὁμοίαν εἶναι καὶ τὴν θεραπείαν ἴσην.
首先,身体的天性与体质并非千篇一律,纵使再怎么公认它们是由相似的成分所构成,但某些身体多多少少含有这一类成分,另一些则含有那一类成分。而且我现在谈论的尚且是男子的身体,即使这些身体在体质或构成上,在所有人当中也绝非均等或相似。因此,在他们身上产生的疾病必然在规模与种类上也互有差异,某些身体易于医治且向治疗敞开,另一些身体则全然无可挽救、易受侵袭,被疾病彻底压制。所以,若以为任何发热、任何肺痨、胸膜肺炎或疯癫,只要在属上是同一种,在每一个身体上便都完全相同,这决非审慎、理智或深究过此类事物的人所应有的想法;相反,同样的疾病在这个身体上易于医疗,在那个身体上便不再如此。正如我认为,倘若你将相同的麦种播入不同的土地,在平坦、深厚、灌溉充足、阳光充沛、通风良好且耕作精细的田地里,它会以一种方式生长,化作繁茂、滋养良好且丰产的果实;但在山区、多石的小地块、背阴处或山麓之下,生长情况便各不相同,总之在各处土地上均大相径庭。疾病亦是如此,随着接纳它们的不同场所,要么猖獗滋长,要么转趋轻微。而我父亲却忽视了这一点,将整个问题搁置不察,硬要认为每一个身体中的每一种疯癫都是相似的,疗法也应当完全一样。
πρὸς δὲ τούτοις τοσούτοις οὖσιν, ὅτι τὰ γυναικεῖα σώματα πάμπολυ τῶν ἀνδρείων διαφέρει πρός τε νόσου διαφορὰν καὶ πρὸς θεραπείας ἐλπίδα ἢ ἀπόγνωσιν ῥᾴδιον καταμαθεῖν· τὰ μὲν γὰρ τῶν ἀνδρῶν εὐπαγῆ καὶ εὔτονα, πόνοις καὶ κινήσεσιν καὶ ὑπαιθρίῳ διαίτῃ γεγυμνασμένα, τὰ δὲ ἔκλυτα καὶ ἀσυμπαγῆ, ἐνσκιᾳτροφημένα καὶ λευκὰ αἵματος ἐνδείᾳ καὶ θερμοῦ ἀπορίᾳ καὶ ὑγροῦ περιττοῦ ἐπιρροίᾳ. εὐαλωτότερα τοίνυν τῶν ἀνδρείων καὶ ταῖς νόσοις ἐκκείμενα καὶ τὴν ἴασιν οὐ περιμένοντα καὶ μάλιστα πρὸς μανίας εὐχερέστερα· ἅτε γὰρ πολὺ μὲν τὸ ὀργίλον καὶ κοῦφον καὶ ὀξυκίνητον ἔχουσαι, ὀλίγην δὲ τὴν τοῦ σώματος αὐτοῦ δύναμιν, ῥᾳδίως ἐς τὸ πάθος τοῦτο κατολισθάνουσιν.
除这些重大缘由之外,妇人的身体与男子的身体截然不同,无论就病症的差异而言,还是就治疗的希望或绝望而言,都是显而易见的。因为男子的身体坚实而强健,受过劳作、运动与户外生活的锻炼;而妇人的身体则松垮涣散,在阴凉处娇生惯养,因缺血、乏热和过剩体液的倾注而显得苍白。因此,她们比起男子更容易被击倒,更易暴露于诸病之中,经受不住长期的治疗,尤其是对疯癫更为脆弱;因为她们兼具多怒、轻浮与躁动的性情,而身体本身的力量却微乎其微,故而极易滑入这一病痛之中。
οὐ δίκαιον τοίνυν παρὰ τῶν ἰατρῶν τὴν ὁμοίαν ἐπʼ ἀμφοῖν θεραπείαν ἀπαιτεῖν, εἰδότας ὡς πολὺ τοὐν μέσῳ, βίῳ παντὶ καὶ πράξεσιν ὅλαις καὶ πᾶσιν ἐπιτηδεύμασιν ἐξ ἀρχῆς εὐθὺς κεχωρισμένων.2 ὅταν τοίνυν λέγῃς ὅτι μέμηνε, προστίθει καὶ ὅτι γυνὴ οὖσα μέμηνε, καὶ μὴ σύγχει πάντα ταῦτα τῷ τῆς μανίας ὑπάγων ὀνόματι ἑνὶ καὶ τῷ αὐτῷ δοκοῦντι, ἀλλὰ χωρίσας, ὥσπερ ἐστὶ δίκαιον, τῇ φύσει, τὸ δυνατὸν ἐφʼ ἑκάστου σκόπει. καὶ γὰρ ἡμεῖς, ὅπερ ἐν ἀρχῇ τῶν λόγων εἰπὼν μέμνημαι, τοῦτο πρῶτον ἐπισκοποῦμεν, φύσιν σώματος τοῦ νοσοῦντος καὶ κρᾶσιν, καὶ τίνος πλείονος μετέχει, καὶ εἰ θερμότερον ἢ ψυχρότερον, καὶ ἀκμάζον ἢ παρηβηκός, καὶ μέγα ἢ μικρόν, καὶ πιμελὲς ἢ ὀλιγόσαρκον, καὶ πάντα τὰ τοιαῦτα. καὶ ὅλως ἄν τις αὐτὰ προεξετάσῃ, πάνυ ἀξιόπιστος ἂν εἴη ἀπογιγνώσκων τι ἢ ὑπισχνούμενος.
因此,明明知晓两者之间相距霄壤,从一开始便在全部生活、所有行为和一切习俗上皆有严格区分,却要求医师在两者身上施以同样的疗法,这是毫无道理的。所以,当你声称她发疯时,请添上一句:她是作为女人而发疯的;切莫将所有这些情况归入一个看似唯一且相同的疯癫名目之下而混为一谈,而应当顺应自然之理加以区分,审视在每种情况下的可行性。因为正如我记得自己在开篇时所言,我们也首先探察的正是这些:病者身体的自然禀赋与体质,它更多地含有哪种成分,偏热还是偏冷,正值盛年还是已过盛年,高大还是矮小,肥胖还是消瘦,以及所有此类细节。总而言之,若有人预先彻查了这些,那么无论他是断定无望还是承诺治愈,都会是极其可靠的。
- 27καὶ τὰ μὲν εὐίατα εἶναι καὶ πρὸς τὴν θεραπείαν ἀναπεπταμένα, τὰ δὲ τέλεον ἀπεγνωσμένα καὶ ῥᾳδίως ἁλισκόμενα καὶ κατὰ κράτος ὑπὸ τῶν νοσημάτων λαμβανόμενα
关于不定词并列短语中主语指涉的构文判断。紧接前句“διάφορα... καὶ τὰ νοσήματα ἐγγίγνεσθαι αὐτοῖς”中代词 αὐτοῖς(指代前文的 σώματα“身体”),其后的被动分词 ἁλισκόμενα 以及 ὑπὸ τῶν νοσημάτων λαμβανόμενα(“被疾病轻易俘获/彻底制伏”)在语义上只能以受病痛折磨的“身体”为主语,而不可能以疾病为主语。因此,将整个对照结构 τὰ μέν ... τὰ δέ 统摄在“身体(σώματα)”这一逻辑主语之下(某些身体易于救治并接受疗法,另一些则全然无望、轻易被疾病吞噬)。
- 29εἰδότας ὡς πολὺ τοὐν μέσῳ, βίῳ παντὶ καὶ πράξεσιν ὅλαις καὶ πᾶσιν ἐπιτηδεύμασιν ἐξ ἀρχῆς εὐθὺς κεχωρισμένων
宾格分词 εἰδότας 与属格独立结构 κεχωρισμένων 的句法功能。在非人称表语 οὐ δίκαιον 之后,不定词 ἀπαιτεῖν 的逻辑主语(泛指的人们或提出要求的父亲一方)被省略而隐含为宾格,分词 εἰδότας(阳性宾格复数)即与其保持一致(“明知其间有极大差异的人们要求……”)。后半句的 κεχωρισμένων 则是省略了显性代词的属格独立结构,其逻辑主语由前文的双数 ἀμφοῖν(男女双方)顺延而来,表述客观状态或背景让步:“既然他们(男女)从一开始就在全部生活、行事与习俗上彻底区分开来”。
