- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg022.humanitext-grc2:46-50
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
随着提蒙重新致富的消息传开,他以前的谄媚者格纳托尼德斯、菲利亚德斯和德梅阿斯接连前来讨好。提蒙坚决执行他厌恶人类的决定,揭露了他们过去的背叛,并用锄头狠狠痛击了他们。
Γναθωνίδης οὐκ ἐγὼ ἔλεγον ὡς οὐκ ἀμελήσουσι Τίμωνος ἀγαθοῦ ἀνδρὸς οἱ θεοί; χαῖρε Τίμων εὐμορφότατε καὶ ἥδιστε καὶ συμποτικώτατε. Τίμων νὴ καὶ σύ γε, ὦ Γναθωνίδη, γυπῶν ἁπάντων βορώτατε καὶ ἀνθρώπων ἐπιτριπτότατε. Γναθωνίδης ἀεὶ φιλοσκώμμων σύ γε. ἀλλὰ ποῦ τὸ συμπόσιον; ὡς καινόν τί σοι ᾆσμα τῶν νεοδιδάκτων διθυράμβων ἥκω κομίζων. Τίμων καὶ μὴν ἐλεγεῖά γε ᾄσῃ μάλα περιπαθῶς ὑπὸ ταύτῃ τῇ δικέλλῃ. Γναθωνίδης τί τοῦτο; παίεις, ὦ Τίμων; μαρτύρομαι· ὦ Ἡράκλεις, ἰοὺ ἰού, προκαλοῦμαί σε τραύματος1 εἰς Ἄρειον πάγον. Τίμων καὶ μὴν ἄν γε μικρὸν ἐπιβραδύνῃς, φόνου τάχα προκεκλήσομαι. Γναθωνίδης μηδαμῶς· ἀλλὰ σύ γε πάντως τὸ τραῦμα ἴασαι μικρὸν ἐπιπάσας τοῦ χρυσίου· δεινῶς γὰρ ἴσχαιμόν ἐστι τὸ φάρμακον. Τίμων ἔτι γὰρ μένεις; Γναθωνίδης ἄπειμι· σὺ δὲ οὐ χαιρήσεις οὕτω σκαιὸς ἐκ χρηστοῦ γενόμενος.
格纳托尼德斯 我难道没有说过,诸神绝不会怠慢提蒙这位好人吗?你好,最俊美、最甜美、最适合共饮的提蒙! 提蒙 你也是,格纳托尼德斯,所有秃鹫中最贪婪的,人类中最坏透了的家伙! 格纳托尼德斯 你总是爱开玩笑。不过宴会在哪儿?我特地给你带来了一首新排演的酒神赞歌中的新曲子呢。 提蒙 然而,在这把锄头之下,你一定会极其悲切地唱起哀歌。 格纳托尼德斯 这是干什么?你打人吗,提蒙?我找人作证!天哪,哎呀,哎呀!我要在阿雷奥帕古斯法庭起诉你故意伤害! 提蒙 但是,如果你再磨蹭一会儿,很快就会因为杀人罪而被起诉了。 格纳托尼德斯 绝不!但无论如何,请给我的伤口撒上一点点黄金来医治它吧,因为那剂药可是有极佳的止血效果。 提蒙 你还要留在这儿吗? 格纳托尼德斯 我走就是了。但你从一个善良的人变得如此粗暴,你不会有好下场的。
Τίμων τίς οὗτός ἐστιν ὁ προσιών, ὁ ἀναφαλαντίας; Φιλιάδης, κολάκων ἁπάντων ὁ βδελυρώτατος. οὗτος δὲ ἀγρὸν ὅλον παρʼ ἐμοῦ λαβὼν καὶ τῇ θυγατρὶ προῖκα δύο τάλαντα, μισθὸν τοῦ ἐπαίνου, ὁπότε ᾄσαντά με πάντων σιωπώντων μόνος ὑπερεπῄνεσεν ἐπομοσάμενος ᾠδικώτερον εἶναι τῶν κύκνων, ἐπειδὴ νοσοῦντα πρῴην εἶδέ με καὶ προσῆλθον ἐπικουρίας δεόμενος, πληγὰς ὁ γενναῖος προσενέτεινεν.
提蒙 这个走过来的秃顶家伙是谁?菲利亚德斯,所有谄媚者中最恶心的一个。这家伙从我这里得到了整片农田,还为他的女儿拿到了两塔兰同的嫁妆,作为对我赞美的好处——每当我唱歌而其他人都在保持沉默时,唯独他把我捧上了天,发誓说我唱得比天鹅还要动听;可是前不久,当他看到我生病、我走上前去请求援助时,这位高贵的主儿竟然对我一顿拳脚相加。
Φιλιάδης ὢ τῆς ἀναισχυντίας. νῦν Τίμωνα γνωρίζετε; νῦν Γναθωνίδης φίλος καὶ συμπότης; τοιγαροῦν δίκαια πέπονθεν οὕτως ἀχάριστος ὤν. ἡμεῖς δὲ οἱ πάλαι συνήθεις καὶ συνέφηβοι καὶ δημόται ὅμως μετριάζομεν, ὡς μὴ ἐπιπηδᾶν δοκῶμεν. χαῖρε, ὦ δέσποτα, καὶ ὅπως τοὺς μιαροὺς τούτους κόλακας φυλάξῃ, τοὺς ἐπὶ τῆς τραπέζης μόνον, τὰ ἄλλα δὲ κοράκων οὐδὲν διαφέροντας. οὐκέτι πιστευτέα τῶν νῦν οὐδενί· πάντες ἀχάριστοι καὶ πονηροί. ἐγὼ δὲ τάλαντόν σοι κομίζων, ὡς ἔχοις πρὸς τὰ κατεπείγοντα χρῆσθαι, καθʼ ὁδὸν ἤδη πλησίον ἤκουσα, ὡς πλουτοίης ὑπερμεγέθη τινὰ πλοῦτον. ἥκω τοιγαροῦν ταῦτά σε νουθετήσων· καίτοι σύ γε οὕτω σοφὸς ὢν οὐδὲν ἴσως δεήσῃ τῶν παρʼ ἐμοῦ λόγων, ὃς καὶ τῷ Νέστορι τὸ δέον παραινέσειας ἄν. Τίμων ἔσται ταῦτα, ὦ Φιλιάδη. πλὴν ἀλλὰ πρόσιθι, ὡς καὶ σὲ φιλοφρονήσωμαι τῇ δικέλλῃ. Φιλιάδης ἄνθρωποι, κατέαγα τοῦ κρανίου ὑπὸ τοῦ ἀχαρίστου, διότι τὰ συμφέροντα ἐνουθέτουν αὐτόν.
菲利亚德斯 噢,真是厚颜无耻!现在你们认出提蒙了?现在格纳托尼德斯成了朋友和酒友了?所以,那个如此忘恩负义的家伙得到这样的报应是罪有应得。而我们这些昔日的好友、同窗和同区人,却依然保持克制,以免显得像是猛扑过来。你好,主人,请务必防范这些肮脏的谄媚者,他们只在餐桌上作陪,在其他方面与乌鸦无异。如今的人谁也不可信了;个个忘恩负义、卑鄙无耻。我本想给你送来一塔兰同,好让你用来应付急需,但在路上快到这里时,我听闻你发了大财。所以我来这里是为了给你这些忠告;不过,你既然如此聪明,甚至连内斯托尔都能得到你的合理建言,或许根本不需要我的这些话吧。 提蒙 会这样的,菲利亚德斯。不过你走近些,好让我也用这把锄头来招待招待你。 菲利亚德斯 大伙儿啊,我的头骨被这个忘恩负义的家伙给打碎了,就因为我刚才在给他提出有益的忠告!
Τίμων ἰδοὺ τρίτος οὗτος ὁ ῥήτωρ Δημέας προσέρχεται ψήφισμα ἔχων ἐν τῇ δεξιᾷ καὶ συγγενὴς ἡμέτερος εἶναι λέγων. οὗτος ἑκκαίδεκα παρʼ ἐμοῦ τάλαντα μιᾶς ἡμέρας ἐκτίσας τῇ πόλει — καταδεδίκαστο γὰρ καὶ ἐδέδετο οὐκ ἀποδιδούς, κἀγὼ ἐλεήσας ἐλυσάμην αὐτόν — ἐπειδὴ πρῴην ἔλαχε τῇ Ἐρεχθηΐδι φυλῇ διανέμειν τὸ θεωρικὸν κἀγὼ προσῆλθον αἰτῶν τὸ γινόμενον, οὐκ ἔφη γνωρίζειν πολίτην ὄντα με.
提蒙 看,第三个来了,是演说家德梅阿斯,他右手拿着一份提案,还自称是我们的亲戚。这家伙曾被判向城邦缴纳十六塔兰同的罚金,因为付不起而被关进监狱,我可怜他,在一天之内就把钱付清将他赎了出来——可是前不久,当他被抽中为埃雷赫提斯部落分发观剧津贴、我走上前去索取我那一份时,他居然说不认识我这个公民。
Δημέας χαῖρε, ὦ Τίμων, τὸ μέγα ὄφελος τοῦ γένους, τὸ ἔρεισμα τῶν Ἀθηνῶν, τὸ πρόβλημα τῆς Ἑλλάδος· καὶ μὴν πάλαι σε ὁ δῆμος συνειλεγμένος καὶ αἱ βουλαὶ ἀμφότεραι περιμένουσι. πρότερον δὲ ἄκουσον τὸ ψήφισμα, ὃ ὑπὲρ σοῦ γέγραφα· ἐπειδὴ Τίμων Ἐχεκρατίδου Κολλυτεύς, ἀνὴρ οὐ μόνον καλὸς κἀγαθός, ἀλλὰ καὶ σοφὸς ὡς οὐκ ἄλλος ἐν τῇ Ἑλλάδι, παρὰ πάντα χρόνον διατελεῖ τὰ ἄριστα πράττων τῇ πόλει, νενίκηκε δὲ πὺξ καὶ πάλην καὶ δρόμον ἐν Ὀλυμπίᾳ μιᾶς ἡμέρας καὶ τελείῳ ἅρματι καὶ συνωρίδι πωλικῇ — Τίμων ἀλλʼ οὐδὲ ἐθεώρησα ἐγὼ πώποτε εἰς Ὀλυμπίαν. Δημέας τί οὖν; θεωρήσεις ὕστερον· τὰ τοιαῦτα δὲ πολλὰ προσκεῖσθαι ἄμεινον. καὶ ἠρίστευσε δὲ ὑπὲρ τῆς πόλεως πέρυσι πρὸς Ἀχαρναῖς καὶ κατέκοψε Πελοποννησίων δύο μόρας —
德梅阿斯 你好,提蒙,我们一族伟大的恩人,雅典的支柱,希腊的屏障!事实上,聚集起来的民众和两个议会早就都在等你了。不过在那之前,先听听我为你起草的提案吧:“鉴于科利图斯区埃克克拉提德斯之子提蒙,不仅是一位高尚而优秀的人,而且智勇双全、在希腊无人能及,始终不懈地为城邦做着最美好的贡献,并且在同一天内于奥林匹亚赢得了拳击、摔跤和跑步的冠军,还在四马战车赛以及双马驹战车赛中获胜——”提蒙 可我甚至连一次奥林匹亚都没去参观过啊! 德梅阿斯 那又怎样?你以后去看看就行了。这类事情还是多加上一些比较好。“并且,他去年在阿哈尔奈附近为城邦立下了赫赫战功,歼灭了伯罗奔尼撒人的两个军团——”
- 46προκαλοῦμαί σε τραύματος
动词 προκαλοῦμαι(传唤、起诉)接被起诉者的宾格(σε)以及罪名的属格(τραύματος,“因伤害罪”)。这反映了雅典的法律术语,特别是在阿雷奥帕古斯法庭审理的有预谋伤害罪(τραῦμα ἐκ προνοίας)。
