- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg022.humanitext-grc2:41-45
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
提蒙从地下掘出大量黄金并赞美其力量,随后制定个人法律,发誓与世人彻底断绝往来,做一个孤独的厌世者。然而,昔日的谄媚者们闻风而动,迅速朝他蜂拥而来。
Τίμων ἄγε, ὦ δίκελλα, νῦν μοι ἐπίρρωσον σεαυτὴν καὶ μὴ κάμῃς ἐκ τοῦ βάθους τὸν Θησαυρὸν ἐς τοὐμφανὲς προκαλουμένη.1 ὦ Ζεῦ τεράστιε καὶ φίλοι Κορύβαντες καὶ Ἑρμῆ κερδῷε, πόθεν τοσοῦτον χρυσίον; ἦ που ὄναρ ταῦτά ἐστι; δέδια γοῦν μὴ ἄνθρακας εὕρω ἀνεγρόμενος· ἀλλὰ μὴν χρυσίον ἐστὶν ἐπίσημον, ὑπέρυθρον, βαρὺ καὶ τὴν πρόσοψιν ὑπερήδιστον. "ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς·" αἰθόμενον γὰρ πῦρ ἅτε διαπρέπεις καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν. ἐλθέ, ὦ φίλτατε καὶ ἐρασμιώτατε. νῦν πείθομαί γε καὶ Δία ποτὲ γενέσθαι χρυσόν· τίς γὰρ οὐκ ἂν παρθένος ἀναπεπταμένοις τοῖς κόλποις ὑπεδέξατο οὕτω καλὸν ἐραστὴν διὰ τοῦ τέγους καταρρέοντα;
提蒙 来吧,锄头,现在为我鼓起劲来,别在把财宝从深处唤向光明的时候感到疲倦。哦,显现神迹的宙斯,亲爱的科里班特斯神,得利的赫尔墨斯,这么多黄金是从哪里来的?这难道是个梦吗?我真害怕醒来时发现这不过是一堆炭火。然而,这确实是铸造好的黄金,呈微红色,沉甸甸的,外表极其赏心悦目。 “哦,黄金,凡人最美好的款待!” 因为你就像熊熊烈火,在黑夜和白昼都闪烁着光芒。来吧,最亲爱、最迷人的宝贝。现在我真的相信宙斯曾经变成黄金了。因为有哪个处女不会敞开胸怀,迎接收容这样一位穿过屋顶流淌而下的美丽情人呢?
Τίμων ὦ Μίδα καὶ Κροῖσε καὶ τὰ ἐν Δελφοῖς ἀναθήματα, ὡς οὐδὲν ἄρα ἦτε ὡς πρὸς Τίμωνα2 καὶ τὸν Τίμωνος πλοῦτον, ᾧ γε οὐδὲ ὁ βασιλεὺς ὁ Περσῶν ἴσος. Ὦ δίκελλα καὶ φιλτάτη διφθέρα, ὑμᾶς μὲν τῷ Πανὶ τούτῳ ἀναθεῖναι καλόν· αὐτὸς δὲ ἤδη πᾶσαν πριάμενος τὴν ἐσχατιάν, πυργίον οἰκοδομησάμενος ὑπὲρ τοῦ θησαυροῦ μόνῳ ἐμοὶ ἱκανὸν ἐνδιαιτᾶσθαι, τὸν αὐτὸν καὶ τάφον ἀποθανὼν ἕξειν μοιδοκῶ.3 δεδόχθω δὲ ταῦτα καὶ νενομοθετήσθω πρὸς τὸν ἐπίλοιπον βίον, ἀμιξία πρὸς ἅπαντας καὶ ἀγνωσία καὶ ὑπεροψία· φίλος δὲ ἢ ξένος ἢ ἑταῖρος ἢ Ἐλέου βωμὸς ὕθλος πολύς· καὶ τὸ οἰκτεῖραι δακρύοντα ἢ ἐπικουρῆσαι δεομένῳ παρανομία καὶ κατάλυσις τῶν ἐθῶν· μονήρης δὲ ἡ δίαιτα καθάπερ τοῖς λύκοις, καὶ φίλος εἷς Τίμων.
提蒙 哦,米达斯、克罗伊索斯,以及德尔斐的那些奉纳物,比起提蒙和提蒙的财富,你们果然根本算不了什么!即便是波斯国王也无法与他相提并论。 哦,锄头和最心爱的皮外衣,把你们奉献给这里的潘神是合宜的。而我既然已经买下了整片边境土地,并在财宝之上建造了一座仅够我一人居住的小塔,我想,当我死后,这也将是我的坟墓。 对于我余下的生命,特作如下决议并定为法律:与所有人断绝往来、互不相识、予以鄙视;至于朋友、宾客、同伴,或是“怜悯之坛”,全是大谬不然的胡言;怜悯哭泣之人或援助穷困之辈,皆属违法、败坏纲纪之事;生活应当像狼一样孤独,而唯一的朋友,只有提蒙。
Τίμων οἱ δὲ ἄλλοι πάντες ἐχθροὶ καὶ ἐπίβουλοι· καὶ τὸ προσομιλῆσαί τινι αὐτῶν μίασμα· καὶ ἤν τινα ἴδω μόνον, ἀποφρὰς ἡ ἡμέρα· καὶ ὅλως ἀνδριάντων λιθίνων ἢ χαλκῶν μηδὲν ἡμῖν διαφερέτωσαν· καὶ μήτε κήρυκα δεχώμεθα παρʼ αὐτῶν μήτε σπονδὰς σπενδώμεθα· ἡ ἐρημία δὲ ὅρος ἔστω πρὸς αὐτούς. φυλέται δὲ καὶ φράτορες καὶ δημόται καὶ ἡ πατρὶς αὐτὴ ψυχρὰ καὶ ἀνωφελῆ ὀνόματα καὶ ἀνοήτων ἀνδρῶν φιλοτιμήματα. πλουτείτω δὲ Τίμων μόνος καὶ ὑπεροράτω ἁπάντων καὶ τρυφάτω μόνος καθʼ ἑαυτὸν κολακείας καὶ ἐπαίνων φορτικῶν ἀπηλλαγμένος· καὶ θεοῖς θυέτω καὶ εὐωχείσθω μόνος, ἑαυτῷ γείτων καὶ ὅμορος, ἐκσείων τῶν ἄλλων. καὶ ἅπαξ ἑαυτὸν δεξιώσασθαι δεδόχθω, ἢν δέῃ ἀποθανεῖν, καὶ αὑτῷ στέφανον ἐπενεγκεῖν.
提蒙 其余所有人都是仇敌和阴谋家;与他们中的任何一个交谈都是一种玷污;哪怕只要看见谁一眼,那一天就是不祥之日;总之,让他们对我们而言与石头或青铜雕像毫无区别。我们既不接待他们的传令官,也不与他们缔结盟约;荒野应当成为我们与他们之间的界限。同部落人、同族人、同区人,乃至祖国本身,都只是冰冷而无用的名字,不过是愚人们虚荣心的产物。让提蒙独自富有,俯视所有人,在摆脱了奉承和庸俗赞美的情况下,独自过着奢华的生活。让他独自向神明献祭、独自享用宴席,做自己的邻居和边邻,摆脱其他所有人。并且,如果必须死去,决议他只跟自己握手道别一次,并为自己戴上花冠。
Τίμων καὶ ὄνομα μὲν ἔστω ὁ Μισάνθρωπος ἥδιστον, τοῦ τρόπου δὲ γνωρίσματα δυσκολία καὶ τραχύτης καὶ σκαιότης καὶ ὀργὴ καὶ ἀπανθρωπία· εἰ δέ τινα ἴδοιμι ἐν πυρὶ διαφθειρόμενον καὶ κατασβεννύναι ἱκετεύοντα, πίττῃ καὶ ἐλαίῳ κατασβεννύναι· καὶ ἤν τινα τοῦ χειμῶνος ὁ ποταμὸς παραφέρῃ, ὁ δὲ τὰς χεῖρας ὀρέγων ἀντιλαβέσθαι δέηται, ὠθεῖν καὶ τοῦτον ἐπὶ κεφαλὴν βαπτίζοντα, ὡς μηδὲ ἀνακῦψαι δυνηθείη· οὕτω γὰρ ἂν τὴν ἴσην ἀπολάβοιεν. εἰσηγήσατο τὸν νόμον Τίμων Ἐχεκρατίδου Κολλυτεύς, ἐπεψήφισε τῇ ἐκκλησίᾳ Τίμων ὁ αὐτός.”4 εἶεν, ταῦτα ἡμῖν δεδόχθω καὶ ἀνδρικῶς ἐμμένωμεν αὐτοῖς.
提蒙 名字应以“厌世者”为最甜美,性格的特征则是乖僻、粗暴、笨拙、愤怒和冷酷。如果我看见有人在火中挣扎并哀求灭火,就用沥青和油去浇灭。如果冬天有人被河水冲走,伸出双手请求救援,也要把他推下去,使他头朝下沉入水中,甚至无法再浮出面。因为只有这样,他们才能得到对等的报应。“科利图斯区埃克克拉提德斯之子提蒙提议此法,同一提蒙在公民大会上将其付诸表决。” 好,让这些作为我们的决议,并让我们男子汉般地坚持下去。
Τίμων πλὴν ἀλλὰ περὶ πολλοῦ ἂν ἐποιησάμην5 ἅπασι γνώριμά πως ταῦτα γενέσθαι, διότι ὑπερπλουτῶ· ἀγχόνη γὰρ ἂν τὸ πρᾶγμα γένοιτο αὐτοῖς. καίτοι τί τοῦτο; φεῦ τοῦ τάχους. πανταχόθεν συνθέουσιν κεκονιμένοι καὶ πνευστιῶντες, οὐκ οἶδα ὅθεν ὀσφραινόμενοι τοῦ χρυσίου. πότερον οὖν ἐπὶ τὸν πάγον τοῦτον ἀναβὰς ἀπελαύνω αὐτοὺς τοῖς λίθοις ἐξ ὑπερδεξίων ἀκροβολιζόμενος, ἢ τό γε τοσοῦτον παρανομήσομεν εἰσάπαξ αὐτοῖς ὁμιλήσαντες, ὡς πλέον ἀνιῷντο ὑπερορώμενοι; τοῦτο οἶμαι καὶ ἄμεινον. ὥστε δεχώμεθα ἤδη αὐτοὺς ὑποστάντες. φέρε ἴδω, τίς ὁ πρῶτος αὐτῶν οὗτός ἐστι; Γναθωνίδης ὁ κόλαξ, ὁ πρῴην ἔρανον αἰτήσαντί μοι ὀρέξας τὸν βρόχον, πίθους ὅλους παρʼ ἐμοὶ πολλάκις ἐμημεκώς. ἀλλʼ εὖ γε ἐποίησεν ἀφικόμενος· οἰμώξεται γὰρ πρὸ τῶν ἄλλων.
提蒙 不过,如果我超级富有这件事能以某种方式让所有人知道,我将非常看重。因为这事对他们来说将如上吊般痛苦。然而,这是怎么回事?天哪,真快!他们满身尘土、气喘吁吁地从四面八方奔来,不知从哪里闻到了黄金的气味。那么,我是应该登上这块高岩,利用地势从高处投石把他们击退呢?还是破例一次与他们交谈,从而犯下这一程度的“违法”,好让他们因被鄙视而感到更加痛苦?我想这更好。所以,让我们现在就严阵以待地迎候他们。且让我看看,第一个来的是谁? 谄媚者格纳托尼德斯,前不久我向他请求互助款时,他竟然给我递来一根绞索,而在我家,他不知多少次把整罐整罐的酒喝到吐出来。不过,他来得正好,因为他将在所有人之前痛哭流涕。
- 41μὴ κάμῃς ... προκαλουμένη
否定词 μή 与虚拟式过去时 κάμῃς(来自 κάμνω)连用表示禁止,后接现在分词 προκαλουμένη(阴性单数主格,修饰“锄头” δίκελλα)作补充分词。κάμνω 搭配分词表示“因做某事而疲倦或停止”。
- 42ὡς οὐδὲν ἄρα ἦτε ὡς πρὸς Τίμωνα
由感叹副词 ὡς(如何、多么)引导的句子。语气词 ἄρα 表示对过去误解的赫然醒悟(“原来”、“毕竟”),与直陈式未完成过去时 ἦτε 连用。介词短语 ὡς πρὸς 表示对比(“与……相比”)。
- 42τὸν αὐτὸν καὶ τάφον ἀποθανὼν ἕξειν μοιδοκῶ
μοιδοκῶ 是 μοι δοκῶ(我觉得自己、我打算)的缩合形(crasis),后接将来时不定式 ἕξειν。由于不定式的逻辑主语与主句主语一致,分词 ἀποθανών 采用主格(阳性单数)而非宾格。τὸν αὐτόν 指代前文提及的“小塔”(πυργίον)。
- 44εἰσηγήσατο τὸν νόμον ... ὁ αὐτός
模仿雅典公民大会正式法令的公文程式。讽刺的是,法令的提议者(εἰσηγήσατο)与主持表决者(ἐπεψήφισε)是完全相同的同一个人(ὁ αὐτός),这突出了提蒙极端的自我孤立与专断。
- 45περὶ πολλοῦ ἂν ἐποιησάμην
短语 περὶ πολλοῦ ποιοῦμαι 意为“高度看重”。直陈式过去时中动态 ἐποιησάμην 与语气词 ἄν 连用,表示与当前事实相反的虚拟语气(反实虚拟):“(若能如此)我本会非常看重”。其后的不定式短语 γνώριμα ... γενέσθαι 起到宾语的作用。
