← 琉善

梦或公鸡

§18-20

毕达哥拉斯的禁忌真相与诸多转世

公鸡透露了毕达哥拉斯制定奇异饮食禁忌的真实动机,并讲述了其包括阿斯帕西亚和克拉特斯在内的各种转世经历,最后解释了他为何最终选择做一只公鸡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18

Ἀλεκτρυών τὸ μὲν ὅλον,1 ὦ Μίκυλλε, σοφιστὴς ἄνθρωπος ἦν· χρὴ γάρ, οἶμαι, τἀληθῆ λέγειν· ἄλλως δὲ οὐκ ἀπαίδευτος οὐδὲ ἀμελέτητος τῶν καλλίστων μαθημάτων· ἀπεδήμησα δὲ καὶ εἰς Αἴγυπτον, ὡς συγγενοίμην2 τοῖς προφήταις ἐπὶ σοφίᾳ, καὶ ἐς τὰ ἄδυτα κατελθὼν ἐξέμαθον τὰς βίβλους τὰς Ὥρου καὶ Ἴσιδος, καὶ αὖθις εἰς Ἰταλίαν ἐκπλεύσας οὕτω διέθηκα τοὺς κατʼ ἐκεῖνα Ἕλληνας, ὥστε θεὸν ἦγόν με. Μίκυλλος ἤκουσα ταῦτα καὶ ὡς δόξειας ἀναβεβιωκέναι ἀποθανὼν καὶ ὡς χρυσοῦν τὸν μηρὸν ἐπιδείξαιό ποτε αὐτοῖς. ἐκεῖνο δέ μοι εἰπέ, τί σοι ἐπῆλθε νόμον ποιήσασθαι μήτε κρεῶν μήτε κυάμων ἐσθίειν; Ἀλεκτρυών μὴ ἀνάκρινε ταῦτα, ὦ Μίκυλλε. Μίκυλλος διὰ τί, ὦ ἀλεκτρυών; Ἀλεκτρυών ὅτι αἰσχύνομαι λέγειν πρὸς σὲ τὴν ἀλήθειαν περὶ αὐτῶν. Μίκυλλος καὶ μὴν οὐδὲν ὀκνεῖν χρὴ λέγειν πρὸς ἄνδρα σύνοικον καὶ φίλον· δεσπότην γὰρ οὐκ ἂν ἔτι εἴποιμι. Ἀλεκτρυών οὐδὲν ὑγιὲς οὐδὲ σοφὸν ἦν, ἀλλʼ ἑώρων ὅτι εἰ μὲν τὰ συνήθη καὶ ταὐτὰ τοῖς πολλοῖς νομίζοιμι, ἥκιστα ἐπισπάσομαι τοὺς ἀνθρώπους ἐς τὸ θαῦμα, ὅσῳ δʼ ἂν ξενίζοιμι, τοσούτῳ3 σεμνότερος ᾤμην αὐτοῖς ἔσεσθαι. διὰ τοῦτο καινοποιεῖν εἱλόμην ἀπόρρητον ποιησάμενος τὴν αἰτίαν, ὡς εἰκάζοντες ἄλλος ἄλλως ἅπαντες ἐκπλήττωνται καθάπερ ἐπὶ τοῖς ἀσαφέσι τῶν χρησμῶν. ὁρᾷς; καταγελᾷς μου καὶ σὺ ἐν τῷ μέρει. Μίκυλλος οὐ τοσοῦτον ὅσον Κροτωνιατῶν καὶ Μεταποντίνων καὶ Ταραντίνων καὶ τῶν ἄλλων ἀφώνων σοι ἑπομένων καὶ προσκυνούντων τὰ ἴχνη ἃ σὺ πατῶν ἀπολιμπάνοις.

公鸡 总的来说,米库洛斯,我是一个诡辩家那样的人——因为我认为,应当说真话。但另一方面,我并非没有受过教育,也并非对最优秀的学问不加练习。我也曾到埃及旅行,以便在智慧上与先知们交往;我进入密所,彻底学习了霍鲁斯和伊西斯的书籍;之后我又乘船去往意大利,使那里的希腊人如此待我,以至于他们把我当成神。 米库洛斯 我听过这些事,也听说你死后似乎又复活了,还听说你曾向他们展示你的黄金大腿。但请告诉我这个:是什么让你想到要制定一条既不吃肉也不吃蚕豆的法则? 公鸡 米库洛斯啊,不要追问这些事。 米库洛斯 为什么,公鸡? 公鸡 因为我觉得向你吐露关于这些的真相很丢脸。 米库洛斯 然而,对一个同住者和朋友,你实在不该有什么迟疑。因为我不会再叫你主人了。 公鸡 这其中没有任何健全或智慧可言。只是我看到,如果我固守那些与大众相同且寻常的习惯,我将最不能吸引人们产生惊异;而我越是显得怪异,我以为在他们眼中就会显得越庄严。为此,我选择标新立异,并把原因保密,好让所有人各自猜测,从而像对待晦涩的神谕那样感到惊叹。你看到了吧?轮到你也在取笑我了。 米库洛斯 我取笑你,倒还不如取笑那些克罗托内人、梅塔蓬图姆人、塔兰托人,以及其他默默跟随你、崇拜你走过留下的足迹的人。

§19

Μίκυλλος ἀποδυσάμενος δὲ τὸν Πυθαγόραν τίνα μετημφιέσω μετʼ αὐτόν; Ἀλεκτρυών Ἀσπασίαν τὴν ἐκ Μιλήτου ἑταίραν· Μίκυλλος φεῦ τοῦ λόγου, καὶ γυνὴ γὰρ σὺν τοῖς ἄλλοις ὁ Πυθαγόρας ἐγένετο, καὶ ἦν ποτε χρόνος ὅτε καὶ σὺ ᾠοτόκεις, ὦ ἀλεκτρυόνων γενναιότατε, καὶ συνῆσθα Περικλεῖ Ἀσπασία οὖσα καὶ ἐκύεις ἀπʼ αὐτοῦ καὶ ἔρια ἔξαινες καὶ κρόκην κατῆγες καὶ ἐγυναικίζου ἐς τὸ ἑταιρικόν; Ἀλεκτρυών πάντα ταῦτα ἐποίουν οὐ μόνος, ἀλλὰ καὶ Τειρεσίας πρὸ ἐμοῦ καὶ ὁ Ἐλάτου παῖς ὁ Καινεύς, ὥστε ὁπόσα ἂν ἀποσκώψῃς εἰς ἐμὲ, καὶ εἰς ἐκείνους ἀποσκώψας ἔσῃ.4 Μίκυλλος τί οὖν; πότερος ἡδίων ὁ βίος σοι ἦν, ὅτε ἀνὴρ ἦσθα ἢ ὅτε σε ὁ Περικλῆς ὤπυιεν; Ἀλεκτρυών ὁρᾷς οἷον τοῦτο ἠρώτησας, οὐδὲ τῷ Τειρεσίᾳ συνενεγκοῦσαν τὴν ἀπόκρισιν; Μίκυλλος ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἱκανῶς ὁ Εὐριπίδης διέκρινε τὸ τοιοῦτον, εἰπὼν ὡς τρὶς ἂν ἐθέλοι παρʼ ἀσπίδα στῆναι ἢ ἅπαξ τεκεῖν. Ἀλεκτρυών καὶ μὴν ἀναμνήσω σε, ὦ Μίκυλλε, οὐκ εἰς μακρὰν ὠδίνουσαν· ἔσῃ γὰρ γυνὴ καὶ σὺ ἐν πολλῇ τῇ περιόδῳ πολλάκις. Μίκυλλος οὐκ ἀπάγξῃ, ὦ ἀλεκτρυών, ἅπαντας οἰόμενος Μιλησίους ἢ Σαμίους εἶναι; σὲ γοῦν φασι καὶ Πυθαγόραν ὄντα τὴν ὥραν λαμπρὸν πολλάκις Ἀσπασίαν γενέσθαι τῷ τυράννῳ.

米库洛斯 在脱去毕达哥拉斯之后,你接着又换上了谁的装束? 公鸡 米利都的妓女阿斯帕西亚。 米库洛斯 天哪,这叫什么话!毕达哥拉斯居然也和其他人一样变成了女人,而且,最优秀的公鸡啊,曾经有一段时间你也下蛋,作为阿斯帕西亚与伯里克利同居并为他怀孕,还梳理羊毛、纺织纬线、像妓女一样做女人做的事? 公鸡 这些事我不仅自己做过,在我之前的泰雷西阿斯和埃拉托斯的儿子凯内乌斯也做过。所以,无论你嘲笑我什么,你也是在嘲笑他们。 米库洛斯 那么,哪种生活对你来说更愉快呢?是你当男人的时候,还是伯里克利娶你的时候? 公鸡 你瞧你问的是什么问题,连泰雷西阿斯都没有得到好结果的回答。 米库洛斯 不过,即使你不说,欧里庇得斯也对这类事情作了充分的判定,他说自己宁愿三次站在盾牌旁,也不愿生育一次。 公鸡 然而,米库洛斯,不用多久,等你分娩阵痛的时候,我会提醒你的。因为在漫长的轮回中,你也会多次成为女人。 米库洛斯 去死吧,公鸡!你以为所有人都是米利都人或萨摩斯人吗?至少他们说,你即使作为毕达哥拉斯,因你青春美貌出众,也经常成为僭主的“阿斯帕西亚”。

§20

Μίκυλλος —τίς δὲ δὴ μετὰ τὴν Ἀσπασίαν ἀνὴρ ἢ γυνὴ αὖθις ἀνεφάνης; Ἀλεκτρυών ὁ κυνικὸς Κράτης. Μίκυλλος Ὢ Διοσκόρω τῆς ἀνομοιότητος, ἐξ ἑταίρας φιλόσοφος. Ἀλεκτρυών εἶτα βασιλεύς, εἶτα πένης, καὶ μετʼ ὀλίγον σατράπης, εἶτα ἵππος καὶ κολοιὸς καὶ βάτραχος καὶ ἄλλα μυρία· μακρὸν ἂν γένοιτο καταριθμήσασθαι ἕκαστα· τὰ τελευταῖα δὲ ἀλεκτρυὼν πολλάκις, ἥσθην γὰρ τῷ τοιούτῳ βίῳ. καὶ παρὰ πολλοῖς ἄλλοις δουλεύσας καὶ πένησι καὶ πλουσίοις, τὰ τελευταῖα καὶ σοὶ νῦν σύνειμι καταγελῶν ὁσημέραι ποτνιωμένου καὶ οἰμώζοντος ἐπὶ τῇ πενίᾳ καὶ τοὺς πλουσίους θαυμάζοντος ὑπʼ ἀγνοίας τῶν ἐκείνοις προσόντων κακῶν. εἰ γοῦν ᾔδεις τὰς φροντίδας ἃς ἔχουσιν, ἐγέλας ἂν5 ἐπὶ σαυτῷ πρῶτον οἰηθέντι ὑπερευδαίμονα εἶναι τὸν πλοῦτον. Μίκυλλος οὐκοῦν, ὦ Πυθαγόρα — καίτοι τί μάλιστα χαίρεις καλούμενος, ὡς μὴ ἐπιταράττοιμι τὸν λόγον ἄλλοτε ἄλλον καλῶν; Ἀλεκτρυών διοίσει μὲν οὐδὲν ἤν τε Εὔφορβον ἢ Πυθαγόραν, ἤν τε Ἀσπασίαν καλῇς ἢ Κράτητα· πάντα γὰρ ἐγὼ ταῦτά εἰμι. πλὴν τὸ νῦν ὁρώμενον τοῦτο ἀλεκτρυόνα ὀνομάζων ἄμεινον ἂν ποιοῖς, ὡς μὴ ἀτιμάζοις εὐτελὲς εἶναι δοκοῦν τὸ ὄρνεον, καὶ ταῦτα τοσαύτας ἐν αὑτῷ ψυχὰς ἔχον.

米库洛斯 ——那么在阿斯帕西亚之后,你又作为哪个男人或女人出现? 公鸡 犬儒学派的克拉特斯。 米库洛斯 天哪,这差距也太大了,从妓女到哲学家! 公鸡 然后是国王,然后是穷人,不久之后是萨特拉普,然后是马、寒鸦、青蛙以及其他无数种东西。要一一列举出来就太长了。而最后是多次成为公鸡,因为我喜欢这样的生活。在服侍过许多其他穷人和富人主人之后,最后我现在和你在一起,每天嘲笑你为贫穷哭诉哀叹,并由于不了解富人所面临的灾祸而盲目崇拜他们。要是你了解他们所拥有的忧虑,你首先就会嘲笑你自己,因为你曾以为财富是超级幸福的。 米库洛斯 那么,毕达哥拉斯——不过,你最喜欢被称呼为什么,好让我不至于一会儿叫这个,一会儿叫那个,从而打乱了对话? 公鸡 无论你叫我欧福尔布斯、毕达哥拉斯,还是阿斯帕西亚、克拉特斯,都没有什么区别,因为我就是这一切。不过,称呼我现在显现出来的这个“公鸡”会更好,这样你才不会贬低这只看似低微的鸟,尤其是它体内还蕴含着如此多的灵魂。

语法注5 条
  1. 18τὸ μὲν ὅλον

    对格的副词用法,意思是“总的来说”或“大体上”。

  2. 18ὡς συγγενοίμην

    引入目的从句的连词 ὡς,后接希求法动词。由于主句动词为过去时(ἀπεδήμησα),故在历史时态后使用希求法。

  3. 18ὅσῳ δʼ ἂν ξενίζοιμι, τοσούτῳ...

    表示比例关系的关联句(“越……,就越……”)。条件从句中 ὅσῳ 连词 ἂν 后接希求法,是因为它处于 ἑώρων ὅτι 引导的间接引语中,表示过去时间的某种一般性条件。

  4. 19ὥστε ὁπόσα ἂν ἀποσκώψῃς... ἀποσκώψας ἔσῃ

    连词 ὥστε 引导独立句,意为“因此”。关系条件从句 ὁπόσα ἂν 后接虚拟式表示未来的泛指条件,主句则采用迂回式将来完成时形式。

  5. 20εἰ γοῦν ᾔδεις... ἐγέλας ἂν...

    表示与现在事实相反的虚拟条件句。条件从句使用直陈式未完成过去时(ᾔδεις,作未完成过去时用),归结句使用直陈式未完成过去时加 ἂν。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(5 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 4 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0062.tlg019.humanitext-grc2:18-20