- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg019.humanitext-grc2:15-17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-27
公鸡基于自己多次转生的经验,承诺向米库洛斯解释为何富人往往比穷人更加悲惨,并开始讲述其灵魂从阿波罗到欧福尔布斯、再到毕达哥拉斯的历程。在此过程中,他揭示了荷马史诗的夸张,并描述了特洛伊战争时期海伦的真实容貌。
Ἀλεκτρυών ὅτι1 ὑπʼ ἀγνοίας, ὦ Μίκυλλε, καὶ σὺ τὰ ὅμοια τοῖς πολλοῖς ἐξηπάτησαι περὶ τῶν πλουσίων· οἱ δʼ εὖ ἴσθι πολὺ ὑμῶν ἀθλιώτερον τὸν βίον βιοῦσι· λέγω δέ σοι καὶ πένης καὶ πλούσιος πολλάκις γενόμενος καὶ ἅπαντος βίου πεπειραμένος· μετὰ μικρὸν δὲ καὶ αὐτὸς εἴσῃ ἕκαστα. Μίκυλλος νὴ Δία, καιρὸς γοῦν ἤδη καὶ σὲ εἰπεῖν ὅπως ἠλλάγης καὶ ἃ σύνοισθα τῷ βίῳ ἑκάστῳ. Ἀλεκτρυών ἄκουε τοσοῦτόν γε προειδώς, μηδένα με σοῦ εὐδαιμονέστερον βιοῦντα ἑωρακέναι. Μίκυλλος ἐμοῦ, ὦ ἀλεκτρυών; οὕτω σοὶ γένοιτο·2 προάγῃ γάρ με λοιδορεῖσθαί σοι. ἀλλὰ εἰπὲ ἀπὸ Εὐφόρβου ἀρξάμενος ὅπως ἐς Πυθαγόραν μετεβλήθης, εἶτα ἑξῆς ἄχρι τοῦ ἀλεκτρυόνος· εἰκὸς γάρ σε ποικίλα καὶ ἰδεῖν καὶ παθεῖν ἐν πολυειδέσι τοῖς βίοις.
公鸡 因为,米库洛斯,由于无知,你也像大众一样对富人产生了误解。你要知道,他们过着比你们悲惨得多的生活。我对你这么说,是因为我曾多次既当过穷人也当过富人,体验过所有的生活;过不了多久,你自己也会明白这一切的。 米库洛斯 天哪,那现在确实是你该说说自己是如何转变的,以及你在每种生活中所见所闻的时候了。 公鸡 那么听着,你先预先知道这一点:我从未见过有谁过得比你更幸福。 米库洛斯 比我更幸福,公鸡啊?愿这也发生在你的身上!因为你这是在怂恿我骂你呢。不过,请从欧福尔布斯开始说起,你是如何转变成毕达哥拉斯的,然后顺次一直讲到变成公鸡。因为在如此多样的生活里,你肯定看到和经历了许多形形色色的事情。
Ἀλεκτρυών ὡς μὲν ἐξ Ἀπόλλωνος τὸ πρῶτον ἡ ψυχή μοι καταπταμένη ἐς τὴν γῆν ἐνέδυ ἐς ἀνθρώπου σῶμα ἥντινα τὴν καταδίκην ἐκτελοῦσα,3 μακρὸν ἂν εἴη λέγειν, ἄλλως τε οὐδὲ ὅσιον οὔτε ἐμοὶ εἰπεῖν οὔτε σοὶ ἀκούειν τὰ τοιαῦτα. ἐπεὶ δὲ Εὔφορβος ἐγενόμην Μίκυλλος ἐγὼ δὲ πρό γε τούτου, ὦ θαυμάσιε, τίς ἦν; τοῦτό μοι πρότερον εἰπέ, εἰ κἀγώ ποτε ἠλλάγην ὥσπερ σύ. Ἀλεκτρυών καὶ μάλα. Μίκυλλος τίς οὖν ἦν, εἴ τι ἔχεις εἰπεῖν; ἐθέλω γὰρ τοῦτο εἰδέναι. Ἀλεκτρυών σύ; μύρμηξ Ἰνδικὸς τῶν τὸ χρυσίον ἀνορυττόντων. Μίκυλλος εἶτα ὤκνουν ὁ κακοδαίμων κἂν ὀλίγα τῶν ψηγμάτων ἥκειν4 ἐς τόνδε τὸν βίον ἐξ ἐκείνου ἐπισιτισάμενος; ἀλλὰ καὶ τί μετὰ τοῦτο ἔσομαι, εἰπέ· εἰκὸς γὰρ εἰδέναι σε. εἰ γάρ τι ἀγαθὸν εἴη, ἀπάγξομαι ἤδη ἀναστὰς ἀπὸ τοῦ παττάλου ἐφʼ οὗ σὺ ἕστηκας.
公鸡 我的灵魂最初是如何从阿波罗那里飞降到大地,并进入人的身体,以履行某种惩罚的——这说来话长,而且对我说、对你听这些事情也都是不敬的。但是,当我成为欧福尔布斯时——米库洛斯 可是,你这神奇的家伙,在这之前我是谁呢?先告诉我这个,我是不是也曾像你一样转生过? 公鸡 当然。 米库洛斯 那我是谁呢,如果你能说出点什么的话?因为我很想知道这个。 公鸡 你吗?一只印度蚁,就是那些掘金的蚂蚁。 米库洛斯 那倒霉的我,当时怎么就没想过从那段生活中带哪怕一点点金屑作为储备来到这一世呢?不过,也请告诉我,这之后我会成为什么。因为你很可能知道。如果是好东西,我现在就从你站的那个钉子上吊自尽。
Ἀλεκτρυών οὐκ ἂν μάθοις τοῦτο οὐδεμιᾷ μηχανῇ. πλὴν ἀλλὰ ἐπείπερ Εὔφορβος ἐγενόμην — ἐπάνειμι γὰρ ἐπʼ ἐκεῖνα — ἐμαχόμην ἐν Ἰλίῳ καὶ ἀποθανὼν ὑπὸ Μενελάου χρόνῳ ὕστερον ἐς Πυθαγόραν ἧκον. τέως δὲ περιέμενον ἄοικος ἑστώς, ἄχρι δὴ ὁ Μνήσαρχος ἐξεργάσηταί μοι τὸν οἶκον. Μίκυλλος ἄσιτος ὤν, ὦ τάν, καὶ ἄποτος; Ἀλεκτρυών καὶ μάλα· οὐδὲ γὰρ ἔδει τούτων ἢ μόνῳ τῷ σώματι. Μίκυλλος οὐκοῦν τὰ ἐν Ἰλίῳ μοι πρότερον εἰπέ. τοιαῦτα ἦν οἷά φησιν Ὅμηρος γενέσθαι αὐτά; Ἀλεκτρυών πόθεν ἐκεῖνος ἠπίστατο, ὦ Μίκυλλε, ὃς γινομένων ἐκείνων κάμηλος ἐν Βάκτροις ἦν; ἐγὼ δὲ τοσοῦτόν σοί φημι, ὑπερφυὲς μηδὲν γενέσθαι τότε, μήτε τὸν Αἴαντα οὕτω μέγαν μήτε τὴν Ἑλένην αὐτὴν οὕτω καλὴν ὡς οἴονται. εἶδον γὰρ λευκὴν μέν τινα καὶ ἐπιμήκη τὸν τράχηλον, ὡς εἰκάζειν κύκνου θυγατέρα εἶναι,5 τἆλλα δὲ πάνυ πρεσβῦτιν, ἡλικιῶτιν σχεδὸν τῆς Ἑκάβης, ἥν γε Θησεὺς πρῶτον ἁρπάσας ἐν Ἀφίδναις εἶχε κατὰ τὸν Ἡρακλέα γενόμενος, ὁ δὲ Ἡρακλῆς πρότερον εἷλε Τροίαν κατὰ τοὺς πατέρας ἡμῶν τοὺς τότε μάλιστα. διηγεῖτο γάρ μοι ὁ Πάνθους ταῦτα, κομιδῇ μειράκιον ὢν ἑωρακέναι λέγων τὸν Ἡρακλέα. Μίκυλλος τί δέ; ὁ Ἀχιλλεὺς τοιοῦτος ἦν, ἄριστος τὰ πάντα, ἢ μῦθος ἄλλως καὶ ταῦτα; Ἀλεκτρυών ἐκείνῳ μὲν οὐδὲ συνηνέχθην, ὦ Μίκυλλε, οὐδʼ ἂν ἔχοιμί σοι οὕτως ἀκριβῶς τὰ παρὰ τοῖς Ἀχαιοῖς λέγειν· πόθεν γάρ, πολέμιος ὤν; τὸν μέντοι ἑταῖρον αὐτοῦ τὸν Πάτροκλον οὐ χαλεπῶς ἀπέκτεινα διελάσας τῷ δορατίῳ. Μίκυλλος εἶτά σε ὁ Μενέλαος μακρῷ εὐχερέστερον.6 ἀλλὰ ταῦτα μὲν ἱκανῶς, τὰ Πυθαγόρου δὲ ἤδη λέγε.
公鸡 你用任何办法都无法知道这个。总之,既然我成为了欧福尔布斯——我要回到这些话上——我在伊利翁作战,被墨涅拉俄斯杀死,一段时间后我来到了毕达哥拉斯那里。在这期间,我无家可归地站着等待,直到姆内萨耳科斯为我建好了房子。 米库洛斯 不吃不喝吗,老兄? 公鸡 确实如此。因为这些东西除了对身体之外,没有任何需要。 米库洛斯 那么先告诉我关于伊利翁的事吧。那里的事情真的像荷马所说的那样吗? 公鸡 他怎么会知道,米库洛斯啊,那些事情发生的时候,他还是巴克特里亚的一只骆驼呢。我只能告诉你这么多:当时没有发生任何超乎寻常的事,埃阿斯没有那么高大,海伦本人也没有人们想象的那么美丽。因为我见过她,确实皮肤白皙、颈项修长,以至于让人推测她是天鹅的女儿,但其他方面完全是个老太婆,几乎和赫卡柏同岁,忒修斯最早在阿菲德奈拐走并占有了她,当时他与赫拉克勒斯是同代人;而赫拉克勒斯在更早的时候,也就是在我们的父亲那一辈,攻占了特洛伊。因为潘图斯曾向我讲述过这些,他说他自己还是个小男孩时见过赫拉克勒斯。 米库洛斯 那阿克琉斯呢?他真的在一切事上都是最优秀的吗,还是说这些也只是神话? 公鸡 我甚至没有遇到过他,米库洛斯,也无法如此精确地告诉你阿开亚人那边的事情。毕竟我是敌人,怎么会知道呢?不过,他的同伴帕特罗克洛斯倒是我用长枪刺穿,轻而易举地杀死的。 米库洛斯 然后墨涅拉俄斯杀死你还要容易得多。不过这些事已经够了,现在讲讲毕达哥拉斯的事吧。
- 15ὅτι
引导对前文米库洛斯提问“你刚才为什么笑”的直接回答。常译为“因为……”。
- 15οὕτω σοὶ γένοιτο
带有愿望希求法的习惯表达。针对公鸡前句“我从未见过比你更幸福的人”,米库洛斯半带讽刺、半带友好地回应:“愿这同样发生在你的身上(祝你也如此)!”
- 16ἥντινα τὴν καταδίκην ἐκτελοῦσα
带有分词 ἐκτελοῦσα 的短语,其中 ἥντινα 作为间接疑问形容词修饰 τὴν καταδίκην。带有间接疑问语气:“为了履行何种惩罚(而寄宿于肉体)”。
- 16ὤκνουν ... ἥκειν
ὀκνέω 搭配不定式表示“犹豫、不愿做某事”。此处反问式地表达了米库洛斯的后悔,遗憾自己在前世(印度蚁)时没有带些金屑来到今生。
- 17ὡς εἰκάζειν κύκνου θυγατέρα εἶναι
ὡς 搭配不定式 εἰκάζειν 的结构,表示限制或结果、程度(“以至于让人推测是……的女儿”)。
- 17εἶτά σε ὁ Μενέλαος μακρῷ εὐχερέστερον
省略了动词的不完整句子。承接前句公鸡所说的“我轻易地杀死了帕特罗克洛斯”,米库洛斯调侃道“然后墨涅拉俄斯(杀死)你还要容易得多”,省略了动词“杀死”(ἀπέκτεινεν)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
