- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.39.1-20.39.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
阿加托克利斯进攻迦太基营地,在此期间,努米底亚人趁机洗劫了希腊营地。随后,反叛的希腊雇佣兵俘虏占领了一座要塞,但阿加托克利斯在诱使他们投降后将其全部屠杀。
ὁ δʼ Ἀγαθοκλῆς ἀφεὶς τὸ διώκειν τούτους ὥρμησεν ἐπὶ τοὺς καταφυγόντας βαρβάρους εἰς τὴν παρεμβολὴν καὶ προσβιαζόμενος τόποις προσάντεσι καὶ δυσπροσίτοις οὐχ ἧττον ἔπασχεν ἢ διετίθει1 τοὺς Καρχηδονίους. οὐ μὴν ἔληγε τῆς τόλμης, ἀλλὰ τῇ νίκῃ μετεωριζόμενος ἐνέκειτο, διαλαμβάνων κατὰ κράτος αἱρήσειν τὴν στρατοπεδείαν.
阿加托克利斯放弃了对这些人的追击,冲向那些逃入营地的蛮族;但由于他在陡峭且难以接近的地形中强行推进,他自己所遭受的损失并不亚于他给迦太基人造成的打击。然而,他并没有停止他的大胆尝试,而是因胜利而意气风发地发起猛攻,意图用武力夺取敌人的营地。
ἐν τοσούτῳ δὲ τὸ τέλος τῆς μάχης καραδοκοῦντες οἱ Νομάδες ταῖς μὲν τῶν Καρχηδονίων ἀποσκευαῖς οὐχ οἷοί τε ἦσαν ἐπιθέσθαι διὰ τὸ τὰς δυνάμεις ἀμφοτέρας πλησίον τῆς παρεμβολῆς ἀγωνίζεσθαι, ἐπὶ δὲ τὴν τῶν Ἑλλήνων στρατοπεδείαν ὥρμησαν, εἰδότες τὸν Ἀγαθοκλέα μακρὰν ἀπεσπασμένον. ἐρήμου δʼ αὐτῆς οὔσης τῶν δυναμένων ἀμύνασθαι ῥᾳδίως ἐπιπεσόντες τοὺς μὲν ἀντιστάντας ὀλίγους ὄντας ἀπέκτειναν, αἰχμαλώτων δὲ πλήθους καὶ τῆς ἄλλης ὠφελείας ἐκυρίευσαν.
在此期间,等待战斗结局的努米底亚人,由于两军都在营地附近战斗,无法袭击迦太基人的行李,但他们知道阿加托克利斯已被引开很远,便冲向了希腊人的营地。由于营地中没有能够防守的人,他们轻易地发起了袭击,杀死了少数抵抗的人,并夺取了大量的俘虏和其余的战利品。
ἃ δὴ πυθόμενος ὁ Ἀγαθοκλῆς ἦγε κατὰ τάχος τὴν δύναμιν καὶ τινὰ μὲν τῶν ἀφηρπασμένων ἀνέσωσε, τῶν δὲ πλείστων οἱ Νομάδες ἐκυρίευον καὶ νυκτὸς ἐπιγενομένης μακρὰν ἑαυτοὺς ἐξετόπισαν.
阿加托克利斯获悉此事后,急忙率领军队返回,夺回了部分被抢走的财物,但大部分财物仍被努米底亚人控制,且随着夜幕降临,他们便撤退到了远处。
ὁ δὲ δυνάστης στήσας τρόπαιον τὰ μὲν λάφυρα διείλετο τοῖς στρατιώταις, ὅπως μηδεὶς ἀγανακτήσῃ περὶ τῶν ἀπολωλότων, τοὺς δʼ αἰχμαλώτους Ἕλληνας τοὺς συστρατευσαμένους τοῖς Καρχηδονίοις εἴς τι φρούριον ἀπέθετο.
统治者立起战功碑后,将战利品分发给士兵,以免有人因失去财物而心怀怨恨,并将与迦太基人一同参战的希腊人俘虏安置在一座要塞中。
οὗτοι μὲν οὖν εὐλαβούμενοι τὴν ἀπὸ τοῦ δυνάστου τιμωρίαν νυκτὸς ἐπέθεντο τοῖς ἐν τῷ φρουρίῳ καὶ τῇ μάχῃ κρατούμενοι2 κατελάβοντο τόπον ἐρυμνόν, ὄντες οὐκ ἐλάττους τῶν χιλίων, ὧν ἦσαν Συρακόσιοι πλείους τῶν πεντακοσίων·
于是,这些人因害怕统治者的惩罚,在夜间袭击了要塞中的守军,并在战斗中占据上风,占领了一处险要的地方。他们不少于一千人,其中叙拉古人有五百多名。
Ἀγαθοκλῆς δὲ πυθόμενος τὸ πεπραγμένον ἧκε μετὰ τῆς δυνάμεως καὶ καταβιβάσας ὑποσπόνδους3 τοὺς ἐπιθεμένους ἅπαντας ἀπέσφαξεν.
阿加托克利斯听说所发生的事后,带着军队赶来,在停战协定下让他们全部下山,随后将这些袭击者全部屠杀。
- 20.39.1οὐχ ἧττον ἔπασχεν ἢ διετίθει
比较句式 “οὐχ ἧττον ... ἤ” 意为“不亚于”、“同样”。此处表示阿加托克利斯自己所遭受的损失(ἔπασχεν),不亚于他给敌人(即省略的宾语,由 διετίθει 支配的“迦太基人”)造成的损失。
- 20.39.5τῇ μάχῃ κρατούμενοι
被动分词 “κρατούμενοι”(通常意为“被制服、失败”)在此处具有主动或中动意义,表示在战斗中“占据上风”或“取得控制权”。
- 20.39.6ὑποσπόνδους
形容词 “ὑποσπόνδους”(在条约/休战协定下)在此处作为宾语补足语,修饰 “τοὺς ἐπιθεμένους”(袭击者)。这表明阿加托克利斯是以停战协定保障其安全为条件诱使其投降,从而突显了其随后进行屠杀的背信弃义。
