← 西西里的狄奥多罗斯

历史丛书

§20.35.1-20.35.5

法比乌斯入侵埃特鲁里亚与苏特里乌姆解围

当埃特鲁里亚人围攻罗马殖民地苏特里乌姆时,执政官们分割了兵力;马尔基乌斯成功抗击萨姆奈特人,而法比乌斯则入侵上埃特鲁里亚取得多场胜利,迫使敌军解围。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.35.1

τῶν γὰρ Τυρρηνῶν στρατευσάντων ἐπὶ πόλιν Σούτριον ἄποικον Ῥωμαίων οἱ μὲν ὕπατοι δυνάμεσιν ἁδραῖς ἐκβοηθήσαντες ἐνίκησαν μάχῃ τοὺς Τυρρηνοὺς καὶ συνεδίωξαν εἰς τὴν παρεμβολήν, οἱ δὲ Σαυνῖται κατὰ τοῦτον τὸν χρόνον μακρὰν ἀπηρτημένης τῆς Ῥωμαίων δυνάμεως ἀδεῶς ἐπόρθουν τῶν Ἰαπύγων1 τοὺς τὰ Ῥωμαίων φρονοῦντας. διόπερ ἠναγκάσθησαν οἱ ὕπατοι διαιρεῖν τὰς δυνάμεις καὶ Φάβιος μὲν ἐν τῇ Τυρρηνίᾳ κατέμεινεν, Μάρκιος δὲ ἐπὶ τοὺς Σαυνίτας ἀναζεύξας Ἀλλίφας μὲν πόλιν εἷλεν κατὰ κράτος, τοὺς δὲ πολιορκουμένους τῶν συμμάχων ἐκ τῶν κινδύνων ἐρρύσατο.

当埃特鲁里亚人向罗马的殖民城市苏特里乌姆发起远征时,执政官们率领强大的军队前去增援,在战斗中击败了埃特鲁里亚人,并将他们一路追赶到营地。此时,由于罗马的力量远在他处,萨姆奈特人便肆无忌惮地掠夺雅皮吉人中倾向罗马的人。因此,执政官们被迫分割兵力,法比乌斯留在了埃特鲁里亚,而马尔基乌斯则向萨姆奈特人进军,强攻夺取了阿利法埃城,并从危险中救出了被围困的盟友。

§20.35.3

ὁ δὲ Φάβιος Τυρρηνῶν πολλοῖς πλήθεσιν ἐπὶ τὸ Σούτριον συνδραμόντων ἔλαθε τοὺς πολεμίους διὰ τῆς τῶν ὁμόρων χώρας ἐμβαλὼν2 εἰς τὴν ἀνωτέρω Τυρρηνίαν, ἀπόρθητον γενομένην πολλῶν χρόνων·3

至于法比乌斯,在埃特鲁里亚人大军向苏特里乌姆集结之际,他避开了敌人的注意,通过邻近地区的领土,侵入了多年未遭掠夺的上埃特鲁里亚。

§20.35.4

ἐπιπεσὼν δὲ ἀνελπίστως τῆς τε χώρας πολλὴν ἐδῄωσε καὶ τοὺς ἐπελθόντας τῶν ἐγχωρίων νικήσας πολλοὺς μὲν ἀνεῖλεν, οὐκ ὀλίγους δὲ καὶ ζῶντας ὑποχειρίους ἔλαβεν. μετὰ δὲ ταῦτα περὶ τὴν καλουμένην Περυσίαν δευτέρᾳ μάχῃ τῶν Τυρρηνῶν κρατήσας, πολλοὺς ἀνελὼν κατεπλήξατο τὸ ἔθνος, πρῶτος Ῥωμαίων μετὰ δυνάμεως ἐμβεβληκὼς εἰς τοὺς τόπους τούτους.

他出其不意地发起袭击,蹂躏了该地区的大片土地,并击败了前来抵抗的当地居民,杀敌甚多,还活捉了不少人。在此之后,他在被称为佩鲁西亚的地方附近的第二场战斗中再次击败埃特鲁里亚人,斩杀多人,使该部族大为震惊。他是罗马人中第一个率军侵入这些地方的人。

§20.35.5

καὶ πρὸς μὲν Ἀρρητινοὺς καὶ Κροτωνιάτας, ἔτι δὲ Περυσίνους ἀνοχὰς ἐποιήσατο· πόλιν δὲ τὴν ὀνομαζομένην Καστόλαν ἐκπολιορκήσας συνηνάγκασε τοὺς Τυρρηνοὺς λῦσαι τὴν τοῦ Σουτρίου πολιορκίαν.

他与阿雷提乌姆人、克罗托尼亚人以及佩鲁西亚人达成了停战协定;并攻陷了名为卡斯托拉的城市,迫使埃特鲁里亚人解除了对苏特里乌姆的围困。

语法注3 条
  1. 20.35.2τῶν Ἰαπύγων

    置于后续限定分词短语 τοὺς τὰ Ῥωμαίων φρονοῦντας(倾向于罗马者)之前并对其进行修饰的部分属格,意为“雅皮吉人中倾向于罗马的人”。

  2. 20.35.3ἔλαθε τοὺς πολεμίους ... ἐμβαλὼν

    动词 λανθάνω(未被察觉地)与其补充性分词 ἐμβαλών(侵入)的惯用搭配结构。限定动词起副词性修饰作用(“悄悄地”),而分词则表达主要的动作行为。

  3. 20.35.3πολλῶν χρόνων

    表示时间范围的属格(时间属格),说明某种状态(未被掠夺)持续的时间跨度,意为“许多年来”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.35.1-20.35.5