← 西西里的狄奥多罗斯

历史丛书

§20.106.1-20.106.5

卡桑德等诸王组建反安提柯同盟

卡桑德因惧怕安提柯而与利西马科斯结盟,随后派遣使者说服托勒密和塞琉古,共同组建反安提柯联盟。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.106.1

τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Νικοκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Μάρκος Λίβιος καὶ Μάρκος Αἰμίλιος. ἐπὶ δὲ τούτων Κάσανδρος ὁ Μακεδόνων βασιλεὺς ὁρῶν τὴν δύναμιν τῶν Ἑλλήνων αὐξομένην1 καὶ πάντα τὸν πόλεμον ἐπὶ τὴν Μακεδονίαν συνιστάμενον περίφοβος ἦν ὑπὲρ τοῦ μέλλοντος.

一年过去,雅典的执政官是尼科克莱斯,而在罗马,马尔库斯·利维乌斯和马尔库斯·埃米利乌斯继任执政官。在他们任内,马其顿国王卡桑德看到希腊人的势力不断增长,且所有的战争都指向马其顿,因而对未来深感恐惧。

§20.106.2

διόπερ ἐξέπεμψε πρεσβευτὰς πρὸς Ἀντίγονον εἰς τὴν Ἀσίαν, ἀξιῶν διαλύσασθαι πρὸς αὐτόν. ἀποκριναμένου δʼ ἐκείνου διότι μίαν γινώσκει διάλυσιν,2 ἐὰν ὁ Κάσανδρος ἐπιτρέπῃ τὰ καθʼ αὑτόν,3 καταπλαγεὶς Λυσίμαχον ἐκ τῆς Θρᾴκης μετεπέμψατο πρὸς τὴν τῶν ὅλων κοινοπραγίαν·

因此,他派使节前往亚洲的安提柯处,请求与他达成和解。但当安提柯答复说,只有在卡桑德将自己的一切事务交由他处置的情况下,他才承认唯一的和解方案时,卡桑德大为惊恐,便从色雷斯召来利西马科斯以谋求全面的共同行动。

§20.106.3

ἀεὶ γὰρ εἰώθει τοῦτον κατὰ τοὺς μεγίστους φόβους εἰς τὴν βοήθειαν προσλαμβάνεσθαι διά τε τὴν τἀνδρὸς ἀρετὴν καὶ διὰ τὸ τὴν βασιλείαν αὐτοῦ ὅμορον εἶναι τῇ Μακεδονίᾳ.4 συνεδρεύσαντες οὖν οἱ βασιλεῖς οὗτοι περὶ τοῦ κοινοῦ συμφέροντος ἐξέπεμψαν πρεσβευτὰς πρός τε Πτολεμαῖον τὸν Αἰγύπτου βασιλέα καὶ πρὸς Σέλευκον τὸν τῶν ἄνω σατραπειῶν κυριεύοντα, περί τε τῆς ὑπερηφανίας τῆς ἐν ταῖς ἀποκρίσεσιν ἐμφανίζοντες καὶ τὸν ἐκ τοῦ πολέμου κίνδυνον κοινὸν εἶναι πάντων διδάσκοντες.

因为在最惊恐的时刻,他总是习惯于寻求此人的帮助,这既是因为该人的英勇,也是因为他的王国与马其顿接壤。于是,这些国王就共同的利益进行商议,向埃及国王托勒密以及统治上部行省的塞琉古派出了使节,向他们说明了安提柯答复中的傲慢无礼,并指出战争带来的危险是所有人共同面对的。

§20.106.4

τῆς γὰρ Μακεδονίας κρατήσαντα5 τὸν Ἀντίγονον εὐθὺς ἀφελεῖσθαι καὶ τῶν ἄλλων τὰς βασιλείας· δεδωκέναι γὰρ αὐτὸν πεῖραν πλεονάκις ὅτι πλεονέκτης ἐστὶ καὶ πᾶσαν ἀρχὴν ἀκοινώνητον ποιεῖ. συμφέρειν οὖν ἅπαντας συμφρονῆσαι καὶ κοινῇ πρὸς Ἀντίγονον ἐπανελέσθαι πόλεμον.

因为,如果安提柯控制了马其顿,他也会立即夺取其他人的王国;他已多次证明自己贪得无厌,且让所有的统治权都无法与人共享。因此,所有人达成共识并共同对安提柯发动战争是符合大家利益的。

§20.106.5

οἱ μὲν οὖν περὶ Πτολεμαῖον καὶ Σέλευκον δόξαντες ἀληθῆ λέγειν προθύμως ὑπήκουσαν καὶ συνετάξαντο πρὸς ἀλλήλους

托勒密和塞琉古等人认为他们所言属实,便热切地响应,并相互达成了协定。

语法注5 条
  1. 20.106.1ὁρῶν τὴν δύναμιν τῶν Ἑλλήνων αὐξομένην

    感官动词 ὁρῶν 后的“宾格+分词”补足语结构。τὴν δύναμιν ... αὐξομένην 与 πάντα τὸν πόλεμον ... συνιστάμενον 两个宾格名词短语并列,其分词充当宾语补足语。

  2. 20.106.2ἀποκριναμένου δʼ ἐκείνου διότι μίαν γινώσκει διάλυσιν

    前半部分为属格绝对结构。在希腊化时期以后的希腊语中,连词 διότι 经常像 ὅτι 一样引导名词性从句,用于间接引语以陈述回复的内容。

  3. 20.106.2ἐὰν ὁ Κάσανδρος ἐπιτρέπῃ τὰ καθʼ αὑτόν

    条件从句中的反身代词 αὑτόν 指代主句的主语(卡桑德)。该短语意为“如果卡桑德将自己的一切事务交托给(安提柯)”,暗示无条件投降。

  4. 20.106.3διὰ τὸ τὴν βασιλείαν αὐτοῦ ὅμορον εἶναι τῇ Μακεδονίᾳ

    由介词 διὰ 和带冠词不定式 τὸ εἶναι 构成的表原因的结构。宾格 τὴν βασιλείαν 是不定式的逻辑主语,ὅμορον 是表语,τῇ Μακεδονίᾳ 是受形容词 ὅμορος 支配的与格。

  5. 20.106.4κρατήσαντα

    宾格分词,修饰间接引语中不定式 ἀφελεῖσθαι 的逻辑主语 τὸν Ἀντίγονον。它在此处充当表示条件的状语分词(“如果他控制了”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.106.1-20.106.5