- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.105.1-20.105.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-06
克利奥尼穆斯拒绝了德米特里乌斯和卡桑德的同盟请求,率军回到意大利以平定塔拉斯人的叛乱,但在遭遇当地蛮族的夜袭和风暴摧毁船只的双重打击后,退回了科尔库拉。
εὐθὺ δὲ καὶ πρεσβειῶν πρὸς αὐτὸν παραγενομένων παρά τε Δημητρίου τοῦ πολιορκητοῦ καὶ Κασάνδρου περὶ συμμαχίας τούτων μὲν οὐδετέρῳ προσέθετο, τοὺς δὲ Ταραντίνους καὶ τῶν ἄλλων τινὰς πυθόμενος ἀφεστηκέναι τῆς μὲν Κορκύρας τὴν ἱκανὴν φυλακὴν ἀπέλιπεν, μετὰ δὲ τῆς ἄλλης δυνάμεως ἔπλει κατὰ σπουδὴν ἐπὶ τὴν Ἰταλίαν, ὡς κολάσων1 τοὺς ἀπειθοῦντας. προσσχὼν2 δὲ τῇ χώρᾳ καθʼ ὃν τόπον ἐφύλασσον οἱ βάρβαροι, τὴν μὲν πόλιν ἑλὼν ἐξηνδραποδίσατο, τὴν δὲ χώραν ἐλεηλάτησεν.
随即,攻城者德米特里乌斯和卡桑德双方都派使节来见他商讨同盟之事,但他没有倒向其中任何一方;在得知塔拉斯人和其余一些人已经叛乱后,他在科尔库拉留下了足够的守备队,并率领其余军队急忙驶往意大利,企图惩罚那些不服从的人。他在蛮族防守之地的海岸登陆,攻占了该城并将居民贬为奴隶,又劫掠了其乡村。
ὁμοίως δὲ τὸ καλούμενον Τριόπιον ἐκπολιορκήσας εἰς τρισχιλίους3 ἔλαβεν αἰχμαλώτους. καθʼ ὃν δὴ χρόνον οἱ μὲν ἀπὸ τῆς χώρας βάρβαροι συνδραμόντες ἐπέθεντο νυκτὸς τῇ στρατοπεδείᾳ καὶ μάχης γενομένης ἀνεῖλον τῶν μετὰ Κλεωνύμου πλείους τῶν διακοσίων, ἐζώγρησαν δὲ περὶ χιλίους.
同样,他通过围攻占领了被称为特里奥皮翁的地方,俘获了多达三千人。正是在这个时候,来自该地区的蛮族聚集起来,在夜间袭击了营地;战斗发生后,他们杀死了克利奥尼穆斯部下两百多人,并生擒了大约一千人。
ἅμα δὲ τῷ κινδύνῳ τούτῳ χειμὼν ἐπιγενόμενος εἴκοσι τῶν νεῶν διέφθειρε πλησίον ὁρμουσῶν τῆς παρεμβολῆς. ὁ δὲ Κλεώνυμος δυσὶν ἐλαττώμασι τηλικούτοις περιπεσὼν ἀπέπλευσε μετὰ τῆς δυνάμεως εἰς τὴν Κόρκυραν.
在遭受这一危险的同时,一场风暴来袭,摧毁了停泊在营地附近的二十艘船只。克利奥尼穆斯在遭受了如此重大的两次挫折之后,便率领他的军队航行回到了科尔库拉。
- 20.105.1ὡς κολάσων
连词 ὡς 与将来时主动分词 κολάσων(源自 κολάζω)连用,表示主句主语的主观意图或目的(“企图惩罚”、“为了惩罚”)。
- 20.105.1προσσχὼν
动词 προσέχω(或 προσίσχω)的无定过去时主动分词,作不及物动词使用(或省略了 ναῦν“船”),意为“(船只)靠岸”、“登陆”。与之连用的与格 τῇ χώρᾳ 表示登陆的地点。
- 20.105.2εἰς τρισχιλίους
介词 εἰς 与数词(τρισχιλίους)连用,作副词性使用,表示概数或数量的上限(“多达三千人”、“约三千人”)。
