← 西西里的狄奥多罗斯

历史丛书

§19.86.1-19.86.5

普托莱迈乌斯平定推罗与援助塞琉古的承诺

普托莱迈乌斯降服了西顿并攻克了推罗。由于其宽厚慷慨的天性,他优待了被俘的守备长官安德罗尼科斯,并慨然允诺向塞琉古提供军事支持以助其收复巴比伦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.86.1

Πτολεμαῖος δὲ κρατῶν τῶν ὑπαίθρων1 Σιδῶνα μὲν προσηγάγετο, τῆς δὲ Τύρου πλησίον στρατοπεδεύσας παρεκάλεσεν Ἀνδρόνικον τὸν φρούραρχον παραδοῦναι τὴν πόλιν καὶ δωρείας τε καὶ τιμὰς ἁδρὰς ἐπηγγείλατο δοῦναι.

普托莱迈乌斯掌控着平野,先是降服了西顿;接着,他在推罗附近安营扎寨,要求守备长官安德罗尼科斯献出城市,并许诺给予其丰厚的礼物和荣誉。

§19.86.2

ὁ δὲ φήσας μηδενὶ τρόπῳ προδώσειν τὴν δεδομένην ὑπʼ Ἀντιγόνου καὶ Δημητρίου πίστιν,2 ἐλοιδόρησε φορτικῶς τὸν Πτολεμαῖον. ὕστερον δὲ στασιασάντων τῶν στρατιωτῶν ἐκπεσὼν ἐκ Τύρου καὶ γενόμενος ὑποχείριος προσεδόκα μὲν τιμωρίας τεύξεσθαι διά τε τὴν γενομένην λοιδορίαν καὶ διὰ τὸ μὴ βεβουλῆσθαι τὴν Τύρον παραδοῦναι· οὐ μὴν ὅ γε Πτολεμαῖος ἐμνησικάκησεν, ἀλλὰ τοὐναντίον δοὺς δωρεὰς εἶχε περὶ αὑτόν,3 ἕνα τῶν φίλων ποιησάμενος καὶ προάγων ἐντίμως.

但后者声称自己绝不以任何方式背叛安提柯和德米特里所托付的忠诚,并粗暴地辱骂了普托莱迈乌斯。然而随后,因士兵们起事反叛,他被逐出推罗并落入普托莱迈乌斯之手;他预料自己会受到惩罚,无论是因为先前的辱骂,还是因为他不愿交出推罗。不过,普托莱迈乌斯并没有怀恨在心,相反,他赠予其礼物并留于自己身边,将他列为自己的友人之一,并予以尊荣地提升。

§19.86.3

ἦν γὰρ ὁ δυνάστης οὗτος καθʼ ὑπερβολὴν ἐπιεικὴς καὶ συγγνωμονικός, ἔτι δʼ εὐεργετικός. ὅπερ καὶ μάλιστʼ αὐτὸν ηὔξησε καὶ πολλοὺς ἐποίησεν ἐπιθυμεῖν κοινωνῆσαι τῆς φιλίας.

因为这位统治者极其宽厚温和、宽大为怀,而且乐善好施。正是这一点使他名声大噪,并使许多人渴望参与到他的友谊中来。

§19.86.4

καὶ γὰρ τὸν Σέλευκον ἐκ τῆς Βαβυλωνίας ἐκπεσόντα φιλοτίμως ὑπεδέξατο καὶ κοινὴν παρείχετο τούτῳ τε καὶ τοῖς ἄλλοις φίλοις τὴν περὶ αὐτὸν εὐδαιμονίαν.4

事实上,对于从巴比伦尼亚被逐出的塞琉古,他也予以热情接待,并让自己身边的繁荣与塞琉古以及其他友人共享。

§19.86.5

διὸ καὶ τότε παρακαλοῦντος αὐτὸν Σελεύκου δοῦναι στρατιώτας τοὺς ἀναβησομένους εἰς Βαβυλῶνα προθύμως ὡμολόγησε καὶ προσεπηγγείλατο πάντα συμπράξειν μέχρι ἀνακτήσαιτο5 τὴν προϋπάρχουσαν σατραπείαν. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.

因此,当时当塞琉古请求他提供前往巴比伦的士兵时,他便慨然允诺,并进一步保证将全力协助,直到塞琉古重新夺回原先的行省。此时亚洲的事态便处于这般状况。

语法注5 条
  1. 19.86.1τῶν ὑπαίθρων

    属格支配动词 κρατέω 的宾语。τὰ ὕπαιθρα(带冠词的中性复数名词)意为“野外”、“平野”或“野战之所”,在此指除设防城市以外的开阔地带。

  2. 19.86.2τὴν δεδομένην ὑπʼ Ἀντιγόνου καὶ Δημητρίου πίστιν

    “安提柯和德米特里所托付的信义(忠诚)”。πίστις 意为“忠诚”或“盟誓”,此处伴随被动分词 δεδομένην 及表示行为主体的 ὑπό +属格,指的是君主托付给部下的信任,或彼此间维持的忠诚关系。

  3. 19.86.2εἶχε περὶ αὑτόν

    ἔχω + περί +宾格(反身代名词),意为“将某人留于自己身边”或“使其近侍左右”的惯用表达。

  4. 19.86.4κοινὴν παρείχετο τούτῳ τε καὶ τοῖς ἄλλοις φίλοις τὴν περὶ αὐτὸν εὐδαιμονίαν

    倒装结构(hyperbaton)。形容词 κοινήν 处于谓语位置,修饰带冠词的名词短语 τὴν περὶ αὐτὸν εὐδαιμονίαν(他身边的繁荣)。意为“他将自己身边的繁荣作为共享之物提供给塞琉古和他的其他朋友”。

  5. 19.86.5μέχρι ἀνακτήσαιτο

    由连词 μέχρι 引导的时间从句,其中使用希求法(不定过去时中间语态希求法 ἀνακτήσαιτο),用以表示从过去主句动词(προσεπηγγείλατο)的角度来看,尚未实现且带有预期性质的未来动作。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.86.1-19.86.5