- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.63.1-19.63.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
卡山德麾下的将领阿波罗尼德斯镇压了阿耳戈斯的叛乱,而卡山德本人则进军伯罗奔尼撒,夺取了多座城市,并将奥尔霍梅诺斯的反对派交给当地公民处死。
ἡμεῖς δʼ ἐπεὶ τὰ κατὰ τὴν Ἀσίαν πραχθέντα διήλθομεν, ἐν μέρει πάλιν τὰ κατὰ τὴν Εὐρώπην διέξιμεν. Ἀπολλωνίδης γὰρ ὁ ταχθεὶς ὑπὸ Κασάνδρου στρατηγὸς ἐπὶ τῆς Ἀργείων πόλεως1 ἐξοδεύσας εἰς Ἀρκαδίαν νυκτὸς ἐκυρίευσε τῆς τῶν Στυμφαλίων πόλεως·
我们既然已经叙述了在亚洲所发生的事情,接下来便将轮流再次讲述欧洲的事情。因为被卡山德任命为阿耳戈斯人城市将领的阿波罗尼德斯,出兵前往阿耳卡狄亚,并在夜间占领了斯廷法洛斯人的城市。
περὶ ταῦτα δʼ αὐτοῦ διατρίβοντος2 τῶν Ἀργείων οἱ πρὸς Κάσανδρον ἀλλοτρίως ἔχοντες ἐπεκαλέσαντο τὸν Πολυπέρχοντος Ἀλέξανδρον, ἐπαγγελλόμενοι παραδώσειν τὴν πόλιν. τοῦ δʼ Ἀλεξάνδρου βραδύνοντος Ἀπολλωνίδης φθάσας κατήντησεν εἰς Ἄργος.
当他正忙于这些事务时,阿耳戈斯人中对卡山德怀有敌意的人召来了波里伯孔之子亚历山大,承诺将向他献出城市。但由于亚历山大行动迟缓,阿波罗尼德斯先发制人,抵达了阿耳戈斯。
τῶν δʼ ἐναντιουμένων καταλαβὼν εἰς πεντακοσίους3 συνηδρευκότας ἐν τῷ πρυτανείῳ τούτους μὲν ἀποκλείσας τῆς ἐξόδου ζῶντας κατέκαυσε, τῶν δʼ ἄλλων τοὺς μὲν πλείους ἐφυγάδευσεν, ὀλίγους δὲ συλλαβὼν ἀπέκτεινε. Κάσανδρος δὲ πυθόμενος τὸν Ἀριστοδήμου κατάπλουν εἰς Πελοπόννησον καὶ τὸ συνηθροισμένον πλῆθος τῶν ξένων τὸ μὲν πρῶτων ἐπεχείρησεν ἀφιστάναι τὸν Πολυπέρχοντα τῆς Ἀντιγόνου φιλίας· οὐχ ὑπακουόντων δʼ αὐτῶν συναγαγὼν δύναμιν ἧκε διὰ τῆς Θετταλίας εἰς Βοιωτίαν.
他发现反对者中大约有五百人聚集在市政厅里,便封锁了他们的出口,将他们活活烧死;至于其余的人,他驱逐了其中的大多数,并逮捕了少数人予以处死。而卡山德在得知阿里斯托德摩斯登陆伯罗奔尼撒以及聚集起来的大批雇佣兵后,起初企图使波里伯孔脱离与安提柯的友好关系;但由于他们不予理睬,他便集结了兵力,穿过色萨利来到波奥蒂亚。
ἐνταῦθα δὲ συνεπιλαβόμενος τοῖς Θηβαίοις τῆς τῶν τειχῶν οἰκοδομίας παρῆλθεν εἰς Πελοπόννησον· καὶ τὸ μὲν πρῶτον Κεγχρεὰς ἐκπολιορκήσας ἐδῄωσε τὴν χώραν τῶν Κορινθίων, μετὰ δὲ ταῦτα δύο φρούρια κατὰ κράτος ἑλὼν τοὺς ὑπʼ Ἀλεξάνδρου καθεσταμένους φρουροὺς ὑποσπόνδους ἀφῆκεν.
他在那里协助底比斯人建造城墙,随后进入了伯罗奔尼撒;起初他通过围攻攻占了肯克里埃,劫掠了科林斯人的领土,此后他又以武力攻克了两座堡垒,并在协议下放走了由亚历山大驻防在那里的守备队。
ἑξῆς δὲ τῇ τῶν Ὀρχομενίων πόλει προσβολὰς ποιησάμενος καὶ παρεισαχθεὶς ὑπὸ τῶν ἀλλοτρίως ἐχόντων πρὸς Ἀλέξανδρον τῆς μὲν πόλεως φυλακὴν ἀπέλιπε, τῶν δὲ φίλων τῶν Ἀλεξάνδρου καταφυγόντων εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν ἔδωκε τὴν ἐξουσίαν τοῖς πολίταις ὃ βούλοιντο πρᾶξαι.4 οἱ μὲν οὖν Ὀρχομένιοι τοὺς ἱκέτας βιαίως ἀναστήσαντες5 ἅπαντας ἀνεῖλον παρὰ τὰ κοινὰ τῶν Ἑλλήνων νόμιμα.
接着,他对奥尔霍梅诺斯人的城市发起进攻,并在对亚历山大怀有敌意的人的接应下进入城内,他留下一支守备队保护城市,而对于逃入阿耳忒弥斯神庙避难的亚历山大之友人们,他则授权给公民们,让他们随心所欲地处置。于是,奥尔霍梅诺斯人强行驱逐了这些祈愿者,并将他们全部杀害,这违背了希腊人的共同惯例。
- 19.63.1ἐπὶ τῆς Ἀργείων πόλεως
前置词 ἐπί 与属格结合,表示管辖、职权或指挥的范围(“掌管”、“治理”)。这里表示阿波罗尼德斯被卡山德任命负责防守或治理阿耳戈斯城。
- 19.63.2αὐτοῦ διατρίβοντος
属格独立结构(Genitive Absolute)。其主语 αὐτοῦ(指阿波罗尼德斯)与主句主语(οἱ πρὸς Κάσανδρον ἀλλοτρίως ἔχοντες)不同,表示时间上的伴随(“当他正忙于……”)。
- 19.63.3τῶν δʼ ἐναντιουμένων ... εἰς πεντακοσίους
属格 τῶν ἐναντιουμένων 作为部分属格,修饰数量表达 εἰς πεντακοσίους(“约五百人”)。分词 καταλαβών(“发现”)的直接宾语是由此修饰的整个群体。
- 19.63.5ὃ βούλοιντο πρᾶξαι
关系从句中的祈愿法(βούλοιντο)是由于主句动词为过去时(ἔδωκε)而采用的过去序列中的间接引语祈愿法或泛指祈愿法,表示公民们“凡是想做的事”均可任意付诸行动。
- 19.63.5βιαίως ἀναστήσαντες
动词 ἀνίστημι(使起立、使离去)的分词形式。在此语境下,它具体指代将坐在神庙中寻求神明庇护的祈愿者从神圣不可侵犯的圣域中“暴力驱逐/强行拉走”,从而违反了宗教禁忌。
