- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.4.1-19.4.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
阿加托克利斯在意大利充当雇佣兵,因涉嫌谋反而被逐,后为叙拉古民主派而战,在杰拉附近利用号兵的智谋将部下从危机中救出。
ὁ δʼ Ἀγαθοκλῆς ἀλλοτρίως ἔχων τὰ πρὸς αὐτοὺς1 τὸ μὲν πρῶτον κατέμενεν ἐν Ἰταλίᾳ μετὰ τῶν κοινοπραγούντων καὶ καταλαμβάνεσθαι τὴν τῶν Κροτωνιατῶν πόλιν ἐπιχειρήσας ἐξέπεσε καὶ μετʼ ὀλίγων εἰς Τάραντα διεσώθη. ταχθεὶς δὲ παρὰ τοῖς Ταραντίνοις ἐν τῇ τῶν μισθοφόρων τάξει καὶ πολλαῖς καὶ παραβόλοις ἐγχειρῶν πράξεσιν εἰς ὑποψίαν ἦλθε καινοτομεῖν.2
另一方面,阿加托克利斯由于与他们关系疏远,起初与他的同谋者们留在意大利,并企图占领克罗托内人的城市,但遭到失败被逐,仅率少数人安全逃往塔兰托。他在塔兰托人那里被编入雇佣军的行列,因着手许多冒险的行动,引起了企图变革的怀疑。
διόπερ ἀπολυθεὶς καὶ ταύτης τῆς στρατείας συνήθροισε τοὺς κατὰ τὴν Ἰταλίαν φυγάδας καὶ Ῥηγίνοις πολεμουμένοις ὑπὸ τῶν περὶ τὸν Ἡρακλείδην καὶ Σώστρατον ἐβοήθησεν.
因此,他也从这次军务中被解雇,他聚集了意大利境内的流亡者,并援助了正受到赫拉克莱德斯和索斯特拉托斯一党攻击的雷吉翁人。
ἔπειτα τῆς ἐν Συρακούσσαις δυναστείας καταλυθείσης καὶ τῶν περὶ τὸν Σώστρατον φυγόντων κατῆλθεν εἰς τὴν πατρίδα. συνεκπεσόντων δὲ τοῖς δυνάσταις πολλῶν ἐνδόξων ἀνδρῶν, ὡς ἂν τῆς ὀλιγαρχίας κενοινωνηκότων3 τῆς τῶν ἑξακοσίων τῶν ἐπιφανεστάτων, ἐνέστη πόλεμος τοῖς φυγάσι πρὸς τοὺς ἀντεχομένους τῆς δημοκρατίας. συμμαχούντων δὲ τῶν Καρχηδονίων τοῖς περὶ τὸν Σώστρατον φυγάσιν ἐγίνοντο κίνδυνοι συνεχεῖς καὶ παρατάξεις ἁδρῶν δυνάμεων, ἐν αἷς Ἀγαθοκλῆς, ποτὲ μὲν ἰδιώτης ὤν, ποτὲ δὲ ἐφʼ ἡγεμονίας τεταγμένος, ὑπελήφθη δραστικὸς εἶναι καὶ φιλότεχνος ἐκ τοῦ πρὸς ἕκαστον τῶν καιρῶν ἐπινοεῖσθαί τι τῶν χρησίμων· ὧν ἓν ἔπραξε καὶ μάλα μνήμης ἄξιον.
随后,叙拉古的统治政权被推翻,索斯特拉托斯及其同党逃亡之后,他回到了祖国。然而,由于许多名士与这些统治者一同被驱逐,因为他们曾参与了由最显赫的六百人组成的寡头政治,流亡者与坚守民主制的人们之间爆发了战争。由于迦太基人与索斯特拉托斯等流亡者结盟,不断的冲突和大军的交战频频发生,在这些战斗中,阿加托克利斯有时身为普通平民,有时被任命为指挥官,因为他能在每一个关键时刻都想出有用的计策,被认为是一个精干且富有智谋的人;其中,他所做的一件事尤其值得铭记。
στρατοπεδευόντων γάρ ποτε τῶν Συρακοσίων πλησίον τῆς Γέλας αὐτὸς μὲν νυκτὸς παρεισέπεσεν εἰς τὴν πόλιν μετὰ χιλίων στρατιωτῶν, οἱ δὲ περὶ τὸν Σώστρατον ἐπιφανέντες μετὰ μεγάλης καὶ τεταγμένης δυνάμεως ἐτρέψαντο τοὺς παρεισπεπτωκότας καὶ κατέβαλον εἰς τριακοσίους.
有一次,当叙拉古人在杰拉附近驻营时,他自己率领一千名士兵在夜间潜入了该城,而索斯特拉托斯一伙则率领一支强大且齐整的军队出现,击溃了潜入的人,并斩杀了约三百人。
τῶν δʼ ἄλλων ἐπιβαλομένων μὲν φεύγειν διά τινος στενοῦ τόπου καὶ τὴν σωτηρίαν ἀπεγνωκότων παραδόξως αὐτοὺς Ἀγαθοκλῆς ἐκ τῶν κινδύνων ἐρρύσατο.
其余的人企图通过某处狭窄的地方逃跑,并且对生还感到绝望时,阿加托克利斯奇迹般地将他们从危险中营救了出来。
αὐτὸς μὲν γὰρ λαμπρότατα πάντων ἀγωνισάμενος ἑπτὰ τραύμασι περιέπεσε καὶ διὰ τὸ πλῆθος τοῦ ῥυέντος αἵματος τὸ σῶμα παρελύετο· τῶν δὲ πολεμίων ἐπικειμένων παρήγγειλε τοῖς σαλπιγκταῖς ἐπʼ ἀμφότερα τὰ μέρη τοῦ τείχους παρελθόντας σημαίνειν4 τὸ πολεμικόν.
因为他自己比所有人战得都更为英勇,身负七处创伤,且因失血过多,身体开始变得瘫软无力;但在敌人步步紧逼之下,他命令号兵走到城墙的两侧,吹响战斗号角。
ὧν ταχέως τὸ ῥηθὲν πραξάντων οἱ προσβοηθήσαντες ἐκ τῆς Γέλας τὸ μὲν ἀληθὲς διὰ τὸ σκότος οὐκ ἠδύναντο συνιδεῖν, ὑπολαβόντες δὲ τὴν ἄλλην δύναμιν τῶν Συρακοσίων κατʼ ἀμφότερα τὰ μέρη παρεισπεπτωκέναι τοῦ μὲν ἔτι διώκειν ἀπέστησαν, διελόμενοι δὲ τὰς τάξεις διχῇ ταχέως ἐβοήθουν, συντρέχοντες πρὸς τὸν ἦχον τῶν σαλπιγκτῶν. ἐν τοσούτῳ δὲ τυχόντες ἀνοχῆς οἱ περὶ τὸν Ἀγαθοκλέα μετὰ πάσης ἀσφαλείας διεσώθησαν εἰς τὸν χάρακα. ἐνταῦθα μὲν οὖν τοῦτον τὸν τρόπον καταστρατηγήσας τοὺς πολεμίους οὐ μόνον τοὺς σὺν αὐτῷ παραδόξως ἔσωσεν, ἀλλὰ καὶ τῶν συμμάχων ἑπτακοσίους ἄνδρας.
当他们迅速执行了命令后,那些从杰拉赶来驰援的人,因黑暗而无法看清真相,以为叙拉古人的其余主力部队已从两侧攻入,便放弃了继续追击,他们将队伍分为两路迅速前去接应,一同奔向号角响起的地方。就在这期间,获得了喘息机会的阿加托克利斯一伙安然无恙地退回了营垒。在此处,他便以这种方式智取了敌人,不仅出人意料地救回了自己手下的士兵,还拯救了七百名盟军士兵。
- 19.4.1ἀλλοτρίως ἔχων τὰ πρὸς αὐτοὺς
动词 ἔχω 与副词 ἀλλοτρίως 结合表示某种状态,而带有中性复数冠词的介词短语 τὰ πρὸς αὐτούς 则作为关系宾格(表示在……方面)发挥作用。整句意为“由于对他们(索斯特拉托斯一伙)抱有敌对/疏远的态度”。
- 19.4.1εἰς ὑποψίαν ἦλθε καινοτομεῖν
对于动词短语 εἰς ὑποψίαν ἦλθε(落入嫌疑/受到怀疑),不定式 καινοτομεῖν(变革/谋反)作为说明性或同格性不定式发挥作用,指明了怀疑的具体内容。
- 19.4.3ὡς ἂν τῆς ὀλιγαρχίας κενοινωνηκότων
抄本中的 κενοινωνηκότων 被认为是 κεκοινωνηκότων(κοινωνέω 的完成时主动分词属格复数)的笔误。ὡς ἄν 加上分词的句式用于表示主观理由或借口,意为“以曾经参与……为由”。
- 19.4.6παρήγγειλε τοῖς σαλπιγκταῖς ... παρελθόντας σημαίνειν
表示命令的动词 παρήγγειλε 支配与格(τοῖς σαλπιγκταῖς),但紧随其后的分词 παρελθόντας 却使用了阳性复数宾格。这是格的吸引(attraction)的一个例子,即分词作为不定式 σημαίνειν 的逻辑主语而被转为了宾格。
