- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.3.1-19.3.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
阿加托克利斯受到名士达马斯的宠爱并被提升为千人队长,在达马斯死后娶其遗孀而致富。随后他随军援助克罗托内,却因立下战功而遭到指挥官索斯特拉托斯等人的嫉妒和排挤;他向民众控告他们的僭主阴谋,但未被采纳。
Δάμας γάρ τις τῶν ἐνδόξων ἀριθμούμενος ἐν Συρακούσσαις ἐρωτικῶς διετέθη πρὸς τὸν Ἀγαθοκλέα καὶ τὸ μὲν πρῶτον δαψιλῶς ἅπαντα χορηγῶν αἴτιος ἐγένετο σύμμετρον αὐτὸν οὐσίαν συλλέξασθαι,1 μετὰ δὲ ταῦτα αἱρεθεὶς ἐπʼ Ἀκράγαντα στρατηγός, ἐπειδὴ τῶν χιλιάρχων τις ἀπέθανεν, τοῦτον εἰς τὸν ἐκείνου τόπον κατέστησεν.
因为在叙拉古被列为名士之一的达马斯,对阿加托克利斯产生了爱慕之情。起初,他慷慨地供给阿加托克利斯一切,使他得以积攒起相当的财产。此后,达马斯被选为针对阿克拉加斯的将军,当其中一位千人队长去世时,他便任命阿加托克利斯顶替了那个人的位置。
ὁ δὲ καὶ πρὸ τῆς στρατείας μὲν ἦν πολύσεμνος διὰ τὸ μέγεθος τῶν ὅπλων· ἐπετήδευσε γὰρ ἐν ταῖς ἐξοπλασίαις φορεῖν πανοπλίαν τηλικαύτην τὸ μέγεθος2 ὥστε μηδένα τῶν ἄλλων δύνασθαι ῥᾳδίως χρῆσθαι τῷ βάρει τῶν ὅπλων· πολὺ δʼ ἔτι μᾶλλον γενόμενος χιλίαρχος περιεποιήσατο δόξαν, φιλοκίνδυνος μὲν ὢν καὶ παράβολος ἐν ταῖς μάχαις, ἰταμὸς δὲ καὶ πρόχειρος ἐν ταῖς δημηγορίαις. τοῦ δὲ Δάμαντος νόσῳ τελευτήσαντος καὶ τὴν οὐσίαν καταλιπόντος τῇ γυναικὶ ταύτην ἔγημε καὶ τῶν πλουσιωτάτων εἷς ἠριθμεῖτο.
而阿加托克利斯甚至在这次出征之前,就因其武器的巨大而备受瞩目。因为他在武装训练中,习惯穿戴一套如此巨大的全身铠甲,以至于其他人中没有谁能轻易承受其重量。当他成为千人队长后,他的声望更是大增,因为他在战斗中乐于冒险、勇往直前,而在公众集会演说时则大胆无畏、口才敏捷。当达马斯因病去世并将财产留给妻子后,阿加托克利斯娶了这位妇人,从此被列为最富有的人之一。
μετὰ δὲ ταῦτα Κροτωνιάταις πολιορκουμένοις ὑπὸ Βρεττίων οἱ Συρακόσιοι δύναμιν ἁδρὰν ἔπεμψαν, ἧς ἐστρατήγει μὲν μεθʼ ἑτέρων Ἄντανδρος ὁ Ἀγαθοκλέους ἀδελφός, τῶν δʼ ὅλων εἶχε τὴν ἡγεμονίαν Ἡρακλείδης καὶ Σώστρατος, ἄνδρες ἐν ἐπιβουλαῖς καὶ φόνοις καὶ μεγάλοις ἀσεβήμασι γεγονότες τὸν πλείω τοῦ βίου· περὶ ὧν τὰ κατὰ μέρος ἡ πρὸ ταύτης περιέχει βύβλος.
此后,当克罗托内人被布雷蒂亚人包围时,叙拉古人派遣了一支强大的军队。这支军队由阿加托克利斯的兄弟安坦德罗斯与其他几人共同担任将军,而全军的总指挥权则由赫拉克莱德斯和索斯特拉托斯掌握。这两个人在他们生命的大部分时间里都充斥着阴谋、谋杀和大逆不道的罪行;关于他们的具体细节,前一卷书中已有所记载。
συνεστρατεύετο δʼ αὐτοῖς καὶ Ἀγαθοκλῆς, ἐγνωσμένος ὑπὸ τοῦ δήμου καὶ τεταγμένος ἐπὶ χιλιαρχικῆς ἡγεμονίας, ὃς τὸ μὲν πρῶτον ἐν ταῖς πρὸς τοὺς βαρβάρους μάχαις γενόμενος κράτιστος ὑπὸ τῶν περὶ Σώστρατον ἀφῃρέθη τὴν τῶν ἀριστείων τιμὴν3 διὰ τὸν φθόνον.
阿加托克利斯也与他们一同出征,他已被民众所熟知,并被任命为千人队长的指挥官。起初,他在对抗蛮族的战斗中表现最为英勇,却因为嫉妒而被索斯特拉托斯及其同党剥夺了本应属于他的武功荣誉。
ἐφʼ οἷς περιαλγὴς γενόμενος αὐτοὺς ὡς διεγνωκότας ἐπιθέσθαι τυραννίδι4 κατηγόρησεν ἐν τῷ δήμῳ. οὐ προσεχόντων δὲ τῶν Συρακοσίων ταῖς διαβολαῖς οἱ μὲν περὶ Σώστρατον ἐδυνάστευσαν τῆς πατρίδος μετὰ τὴν ἐκ Κρότωνος ἐπάνοδον.
阿加托克利斯为此感到极度痛苦,便在民众大会上控告他们,称他们已决定建立僭主统治。然而,由于叙拉古人并未理会这些指控,索斯特拉托斯及其同党在从克罗托内返回后,便确立了对祖国的统治。
- 19.3.1αἴτιος ἐγένετο σύμμετρον αὐτὸν οὐσίαν συλλέξασθαι
不定式 συλλέξασθαι 的逻辑主语由宾格 αὐτόν 担任。此处为 αἴτιος γίγνομαι(成为……的原因,促成……)后接“宾格+不定式”结构的用法。
- 19.3.2τηλικαύτην τὸ μέγεθος
tò mégethos 是关系宾格(或称限定宾格),修饰形容词 tēlikaútēn,表示“在尺寸大小方面如此之大”。
- 19.3.4ἀφῃρέθη τὴν τῶν ἀριστείων τιμὴν
动词 ἀφαιρέω 通常支配双宾格(剥夺某人的某物)。在被动语态(ἀφῃρέθη)中,表示被剥夺之物的宾格(τὴν τῶν ἀριστείων τιμὴν)仍以宾格形式保留(被动语态中的保留宾格)。
- 19.3.5αὐτοὺς ὡς διεγνωκότας ἐπιθέσθαι τυραννίδι
连词 ὡς 后接分词 διεγνωκότας,用以表示主观的控告理由或嫌疑,修饰主句动词 κατηγόρησεν(控告)的宾格对象 αὐτούς,意为“指控他们(因为他们被认为)决意建立僭主统治”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(3 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
