- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.21.1-19.21.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
在尤门尼斯阵营中,关于作战方向产生分歧,一派主张退回海边,另一派主张坚守内陆;尤门尼斯最终妥协,全军从帕西蒂格里斯河拔营前往波塞波利斯。
οἱ δὲ περὶ τὸν Εὐμενῆ1 σατράπαι καὶ στρατηγοὶ πυθόμενοι τοὺς πολεμίους ἐν τῇ Μηδίᾳ στρατοπεδεύειν, διέστησαν πρὸς ἀλλήλους. Εὐμενὴς μὲν γὰρ καὶ Ἀντιγένης ὁ τῶν ἀργυρασπίδων ἡγούμενος καὶ πάντες οἱ τὴν ἀπὸ θαλάσσης ἀνάβασιν πεποιημένοι πάλιν ᾤοντο δεῖν ἐπὶ θάλατταν καταβαίνειν, οἱ δʼ ἐκ τῶν ἄνω σατραπειῶν καταβεβηκότες ἀγωνιῶντες ὑπὲρ τῶν ἰδίων ἔφασαν δεῖν ἀντέχεσθαι τῶν ἄνω τόπων.
尤门尼斯手下的总督和将领们得知敌军在米底扎营,便彼此产生了分歧。因为尤门尼斯、银盾兵指挥官安提贞尼,以及所有从沿海地带向内陆进军的人,都认为应当重新退回海边;而从上部行省下来的总督们则担心自己的领地,声称应当坚守上部地区。
αὐξομένης δὲ τῆς διαφορᾶς Εὐμενὴς ὁρῶν ὅτι διαιρεθέντος τοῦ στρατοπέδου2 κατʼ ἰδίαν ἑκάτερον τῶν μερῶν οὐκ ἀξιόμαχόν ἐστι, συνεχώρησε τοῖς καταβεβηκόσι σατράπαις. ἀναζεύξαντες οὖν ἀπὸ τοῦ Πασιτίγριος προῆγον τῆς Περσίδος εἰς Περσέπολιν τὸ βασίλειον, οὔσης τῆς ὁδοιπορίας ἡμερῶν εἴκοσι καὶ τεσσάρων, ἧς ἦν ἡ πρώτη μὲν ἕως τῆς καλουμένης Κλίμακος κοίλη, καυματώδης δὲ3 καὶ σπανίζουσα τῶν ἐπιτηδείων, ἡ λοιπὴ δὲ μετέωρος καὶ τὸν ἀέρα παντελῶς ὑγιεινὸν ἔχουσα καὶ πλήρης τῶν ἐπετείων καρπῶν·
随着分歧的加剧,尤门尼斯看到,如果军队分裂,任何一部分都无法单独与敌军抗衡,于是便向退下来的总督们让步。因此,他们从帕西蒂格里斯河拔营,穿过波斯地界前往王室首都波塞波利斯,旅程共计二十四天,其中第一阶段直到所谓的“克利马克斯”为止,地势低洼、酷热且缺乏必需品,而其余阶段则地势高耸,空气极其健康,并盛产季节性果实。
αὐλῶνάς τε γὰρ εἶχε πυκνοὺς καὶ συσκίους καὶ παραδείσων φυτείας ποικίλας, ἔτι δὲ παντοδαπῶν δένδρων φυσικὰς συναγκίας καὶ ῥύσεις ὑδάτων, ὥστε τοὺς ὁδοιποροῦντας μετὰ πολλῆς τέρψεως ἐνδιατρίβειν τόποις ἡδίστοις πρὸς ἀνάπαυσιν. ἦν δὲ καὶ λείας παντοδαπῆς πλῆθος, ἣν μεταπεμπόμενος Πευκέστης παρὰ τῶν ἐγχωρίων διεδίδου δαψιλῆ τοῖς στρατιώταις, ἐκκαλούμενος αὐτῶν τὴν εὔνοιαν.
因为那里有茂密而荫凉的峡谷,各式各样的园林种植,更有各种树木自然形成的幽谷和流泉,使得行运者在极其惬意的休息场所中,怀着极大的乐趣驻足逗留。这里还有大量各种各样的战利品,佩乌凯斯塔斯从当地居民那里征集来,慷慨地分发给士兵,以博取他们的好感。
κατοικοῦσι δὲ ταύτην τὴν χώραν τῶν Περσῶν οἱ μαχιμώτατοι, πάντες ὄντες τοξόται καὶ σφενδονῆται, πολυανθρωπίᾳ τε πολὺ διαφέρειν συμβαίνει τὴν χώραν ταύτην τῶν ἄλλων σατραπειῶν.
波斯人中最骁勇善战的人居住在这个地区,他们全都是弓箭手和投石手,而且这个地区在人口繁密方面也远非其他总督辖区可比。
- 19.21.1οἱ δὲ περὶ τὸν Εὐμενῆ
指“尤门尼斯及其部属”或“尤门尼斯一行人”。在后古典时期的希腊语中,οἱ περί 加上宾格通常表示主要人物及其随从或整个阵营,有时也仅代表该主要人物。在此处,鉴于下文详细描述了总督和将领们内部的分歧,该短语指的是以尤门尼斯为中心的联合军整个领导阶层。
- 19.21.2διαιρεθέντος τοῦ στρατοπέδου
属格绝对结构。使用被动语态不定过去时分词 διαιρεθέντος,表示假设或条件(“如果军队被分裂”)。它在主句分词 ὁρῶν 的宾语 ὅτι 从句内部起到了条件从句的作用。
- 19.21.2ἧς ἦν ἡ πρώτη μὲν... ἡ λοιπὴ δὲ...
阴性单数属格关系代词 ἧς 以其前文的 ὁδοιπορίας(旅程)为先行词,起部分属格的作用。它以整个24天的旅程为先行词,并通过 μὲν... δὲ... 对比说明了其中的“第一阶段”(ἡ πρώτη)和“其余阶段”(ἡ λοιπή)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
