← 西西里的狄奥多罗斯

历史丛书

§19.20.1-19.20.4

安提柯在米底调集物资安抚全军

安提柯为安抚军队的不满准备了充足物资,并派培松在米底募集骑兵、战马、驮兽和资金,通过分发这些物资重新赢得了士兵的拥戴。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.20.1

τὸ δὲ στρατόπεδον διὰ τὴν συνέχειαν τῶν κακῶν καὶ τὴν ὑπερβολὴν τῆς κακοπαθίας ἐν αἰτίαις εἶχε τὸν Ἀντίγονον, ὥστε φωνὰς προΐεσθαι δυσχερεῖς· ἐν ἡμέραις γὰρ τεσσαράκοντα τρισὶ1 μεγάλοις ἀτυχήμασι περιεπεπτώκεισαν. οὐ μὴν ἀλλὰ φιλανθρώπως ὁμιλήσας τοῖς στρατιώταις ὁ Ἀντίγονος καὶ κατασκευασάμενος δαψιλῆ χορηγίαν πάντων τῶν ἐπιτηδείων ἀνέλαβε τὴν δύναμιν ἐκ τῆς κακοπαθίας.

然而,由于灾难接踵而至,加之遭受了极度的苦难,军队开始怨恨安提柯,甚至发出了不满的呼声;因为在四十天之内,他们遭遇了三次重大的灾难。然而,安提柯温和地对士兵们说话,并准备了充足的所有必需品供应,使军队从苦难中恢复过来。

§19.20.2

Πίθωνα δʼ ἐξαπέστειλε κελεύσας περιελθεῖν πᾶσαν τὴν Μηδίαν καὶ συνάγειν ὡς πλείστους ἱππεῖς τε καὶ πολεμιστὰς ἵππους, ἔτι δὲ ὑποζυγίων πλῆθος.

随后,他派出了培松,命令他巡视整个米底,募集尽可能多的骑兵和战马,以及大量的驮兽。

§19.20.3

τῆς δὲ χώρας ταύτης ἀεὶ τετραπόδων γεμούσης ῥᾳδίως τὸ παραγγελθὲν συντελέσας ὁ Πίθων ἧκεν ἄγων ἱππεῖς μὲν δισχιλίους, ἵππους δὲ σὺν ταῖς κατασκευαῖς πλείους χιλίων, τῶν δʼ ὑποζυγίων τοσοῦτον ἀριθμὸν ὥστε δύνασθαι καθοπλίσαι πᾶν τὸ στρατόπεδον,2 καὶ προσέτι τάλαντα πεντακόσια τῶν βασιλικῶν χρημάτων.

由于这一地区一向盛产四足牲畜,培松轻易地完成了所交代的任务,带回了两千名骑兵、一千多匹配有装备的战马、足以装备全军的大量驮兽,此外还有五百塔兰同的皇家资金。

§19.20.4

ὁ δʼ Ἀντίγονος τοὺς μὲν ἱππεῖς εἰς τάξεις κατέστησε, τοὺς δʼ ἵππους τοῖς ἀπολωλεκόσι διαδοὺς καὶ τὸ πλῆθος τῶν ὑποζυγίων διαχαρισάμενος ἀνεκτήσατο τὴν παρὰ τῶν στρατιωτῶν εὔνοιαν.

安提柯将骑兵编入队列,把战马分发给那些失去战马的人,并赠送了大量的驮兽,从而重新赢得了士兵们的拥戴。

语法注2 条
  1. 19.20.1τεσσαράκοντα τρισὶ

    虽然表示“四十”的数词 τεσσαράκοντα 与接下来的 τρισὶ(τρεῖς“三”的与格)容易被误读为“四十三”,但 τρισὶ 实际上修饰后面的 μεγάλοις ἀτυχήμασι(三次重大的灾难)。结合前文19.19.2中提到的“四十天”,此处应理解为“在四十天内,他们遭遇了三次重大灾难”。

  2. 19.20.3ὥστε δύνασθαι καθοπλίσαι πᾶν τὸ στρατόπεδον

    动词 καθοπλίζω 通常意为“武装”或“配备齐全”,但在此处的结果从句中,指培松带回的大量“驮兽”(ὑποζυγίων)足以满足全军的运输需求或使整个军队重新整顿装备。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.20.1-19.20.4