- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.89.1-17.89.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-26
亚历山大在击败印度军队并造成其重大伤亡后,埋葬了死者并向太阳神献祭。随后他建造了船只,创立了两座城市,将痊愈的波罗斯恢复为原王国的国王,并让军队休整。
ἐν δὲ τῇ φυγῇ πολλοῦ φόνου γενομένου ὁ μὲν Ἀλέξανδρος ἐπιφανεῖ μάχῃ νικήσας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας. ἔπεσον δὲ ἐν τῇ μάχῃ τῶν Ἰνδῶν πλείους τῶν μυρίων καὶ δισχιλίων, ἐν οἷς ὑπῆρχον καὶ δύο υἱοὶ τοῦ Πώρου καὶ οἱ στρατηγοὶ καὶ οἱ ἐπιφανέστατοι τῶν ἡγεμόνων.
在逃跑过程中,发生了一场大屠杀,而亚历山大在一场辉煌的战斗中获胜,用军号召回了士兵。在战斗中,有一万两千多名印度人战死,其中包括波罗斯的两个儿子、将领们以及最著名的领袖们。
ζῶντες δὲ ἄνδρες ἑάλωσαν ὑπὲρ τοὺς ἐνακισχιλίους, ἐλέφαντες δὲ ὀγδοήκοντα. αὐτὸς δὲ ὁ Πῶρος ἔμπνους ὢν παρεδόθη τοῖς Ἰνδοῖς πρὸς τὴν θεραπείαν.
有九千多人被活捉,还有八十头大象。波罗斯本人尚有气息,被交给印度人进行治疗。
τῶν δὲ Μακεδόνων ἔπεσον μὲν ἱππεῖς διακόσιοι καὶ ὀγδοήκοντα, πεζοὶ δὲ πλείους τῶν ἑπτακοσίων. ὁ δὲ βασιλεὺς τοὺς μὲν τετελευτηκότας ἔθαψε, τοὺς δὲ ἀνδραγαθήσαντας κατὰ τὴν ἀξίαν ἐτίμησεν, αὐτὸς δὲ Ἡλίῳ ἔθυσεν ὡς δεδωκότι τὰ πρὸς ἀνατολὴν μέρη καταστρέψασθαι.1
而在马其顿人中,有两百八十名骑兵和七百多名步兵战死。国王埋葬了死者,并根据功绩奖赏了那些表现英勇的人,他本人则向太阳神献祭,感谢太阳神赐予他征服东方地区的恩赐。
τῆς δὲ πλησίον ὀρεινῆς ἐχούσης πολλὴν μὲν ἐλάτην εὔτροφον, οὐκ ὀλίγην δὲ κέδρον καὶ πεύκην, ἔτι δὲ τῆς ἄλλης ὕλης ναυπηγησίμου πλῆθος ἄφθονον κατεσκεύασε ναῦς ἱκανάς·
由于附近的山区长有许多茂盛的冷杉,还有不少雪松和松树,加上充足的其他造船木材,他建造了足够数量的船只。
διενοεῖτο γὰρ ἐπὶ τὸ τέρμα τῆς Ἰνδικῆς παραγενόμενος καὶ πάντας τοὺς ἐγχωρίους καταστρεψάμενος διὰ τοῦ ποταμοῦ καταπλεῖν εἰς τὸν Ὠκεανόν.
因为他计划在到达印度的边界并征服所有当地居民后,沿着河流下行至大洋。
ἔκτισε δὲ δύο πόλεις, τὴν μὲν πέραν τοῦ ποταμοῦ καθʼ ὃν τόπον αὐτὸς διέβη, τὴν δὲ ἄλλην ἐν ᾧ τόπῳ τὸν Πῶρον ἐνίκησεν. ταχὺ δὲ τῶν ἔργων κατασκευασθέντων διὰ τὴν πολυχειρίαν τὸν μὲν Πῶρον θεραπευθέντα βασιλέα κατέστησε διὰ τὴν ἀρετὴν ἧς πρότερον ἦρχε χώρας,2 τὴν δὲ δύναμιν ἐπὶ τριάκοντα ἡμέρας ἀνέλαβε, πολλῆς ἀφθονίας οὔσης τῶν ἐπιτηδείων.
他建立了两个城市,一个在河流对岸他自己渡河的地方,另一个在击败波罗斯的地方。由于人手众多,工程迅速竣工,他因波罗斯的德行,任命痊愈后的波罗斯为他先前统治之地的国王,并让军队休整了三十天,因为当时生活物资十分充足。
- 17.89.3δεδωκότι τὰ πρὸς ἀνατολὴν μέρη καταστρέψασθαι
不定式 καταστρέψασθαι 作为完成时分词 δεδωκότι 的宾语(或表示结果的补语)。动词 δίδωμι 后接不定式表示“准许或赋予能力做某事”。
- 17.89.6ἧς πρότερον ἦρχε χώρας
先行词 χώρας 被吸收到关系从句 ἧς ... ἦρχε 中(先行词的同化现象),并与关系代词的格保持一致。该关系代词因动词 ἄρχω(统治)的要求而使用属格。正常的语序应为 τῆς χώρας ἧς πρότερον ἦρχε。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
